# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-31

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-31

Καταστείλας τῶν ἐλαττόνων τὸν φθόνον, καὶ τὴν ἀθυμίαν αὐτῶν ἐξελὼν, ἣν εἰκὸς ἔχειν αὐτοὺς ἐκ τοῦ μειζόνων ἑτέρους κατηξιῶσθαι χαρισμάτων, ταπεινοῖ καὶ τούτων τὸν τῦφον τῶν τὰ μείζονα εἰληφότων χαρίσματα· ποιήσας μὲν αὐτὸ καὶ ἐν οἷς πρὸς ἐκείνους διελέγετο (τὸ γὰρ λέγειν, ὅτι χάρισμά ἐστι, καὶ οὐ κατόρθωμα, τοῦτο ἐμφαίνοντος ἦν)· νυνὶ δὲ αὐτὸ καὶ σφοδρότερον πάλιν ποιεῖ, ἐπὶ τῆς αὐτῆς μένων εἰκόνος. Ἀπὸ γὰρ τοῦ σώματος λοιπὸν καὶ τῆς ἐκεῖθεν ἑνότητος ἐπ' αὐτὴν τῶν μελῶν χωρεῖ τὴν σύγκρισιν· ὃ μάλιστα ἐζήτουν ἐκεῖνοι μαθεῖν· ἐπειδὴ οὐχ οὕτως ἱκανὸν ἦν αὐτοὺς παραμυθήσασθαι τὸ πάντας ἓν σῶμα εἶναι, ὡς τὸ μαθεῖν ὅτι καὶ ἐν αὐτοῖς, οἷς εἶχον, οὐδὲν μέγα ἠλαττοῦντο. Καί φησιν· Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω. Εἰ γὰρ καὶ ἔλαττον τὸ χάρισμα, ἀλλ' ἀναγκαῖον· καὶ ὥσπερ οὐκ ὄντος ἐκείνου πολλὰ ἐμποδίζεται, οὕτω καὶ τούτου χωρὶς χωλεύει τὸ πλήρωμα τῆς Ἐκκλησίας. Καὶ οὐκ εἶπεν, Οὐκ ἐρεῖ, ἀλλ' ὅτι, Οὐ δύναται εἰπεῖν. Ὥστε κἂν θέλῃ, κἂν λέγῃ, οὐκ ἐνδέχεται, οὐδὲ ἔχει τὸ πρᾶγμα τὴν φύσιν. Διὰ τοῦτο λαβὼν ἑκάτερα τὰ ἄκρα, ἐν αὐτοῖς γυμνάζει τὸν λόγον, πρῶτον μὲν ἐπὶ χειρὸς καὶ ὀφθαλμοῦ, δεύτερον δὲ ἐπὶ κεφαλῆς καὶ ποδῶν, αὔξων τὸ παράδειγμα. Τί γὰρ ποδὸς εὐτελέστερον, ἢ τί κεφαλῆς τιμιώτερον καὶ ἀναγκαιότερον; τοῦτο γὰρ μάλιστά ἐστιν ἄνθρωπος, ἡ κεφαλή. Ἀλλ' ὅμως οὐκ ἔστιν αὐτάρκης, οὐδὲ τὰ πάντα αὐτὴ δύναιτ' ἂν ἀνύειν· ἐπεὶ εἰ τοῦτο ἦν, περιττῶς ἡμῖν οἱ πόδες προσέκειντο. Καὶ οὐδὲ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἑτέραν ὑπερβολὴν ζητεῖ· ὅπερ ἀεὶ ποιεῖ, οὐ μέχρι τοῦ ἴσου φιλονεικῶν, ἀλλὰ καὶ περαιτέρω προβαίνων. Διὸ καὶ ἐπάγει λέγων· Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστι· καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει· πανταχοῦ τὴν τοῦ σώματος προσθήκην τιθεὶς, καὶ ταύτῃ κἀκεῖνον παραμυθούμενος καὶ τοῦτον καταστέλλων. Οὐ γὰρ τοῦτο λέγω, φησὶν, ὅτι οὐ μόνον χρείαν ἔχει τὰ μείζονα τῶν ἐλαττόνων, ἀλλ' ὅτι καὶ πολλὴν χρείαν ἔχει. Εἴ τι γὰρ ἀσθενὲς ἐν ἡμῖν, εἴ τι ἄτιμον, τοῦτο καὶ ἀναγκαῖον καὶ τιμῆς ἀπολαύει μείζονος. Καὶ καλῶς εἶπε, Τὰ δοκοῦντα, καὶ, Ἃ δοκοῦμεν, δεικνὺς ὅτι οὐ τῆς φύσεως τῶν πραγμάτων, ἀλλὰ τῆς τῶν πολλῶν ὑπονοίας ἡ ψῆφος. Οὐδὲν γὰρ ἐν ἡμῖν ἄτιμον· Θεοῦ γὰρ ἔργον ἐστί. Τί γὰρ τῶν μορίων τῶν γεννητικῶν ἀτιμότερον ἐν ἡμῖν εἶναι δοκεῖ; Ἀλλ' ὅμως πλείονος ἀπολαύει τιμῆς· καὶ οἱ σφόδρα πένητες κἂν τὸ λοιπὸν γυμνὸν ἔχωσι σῶμα, οὐκ ἂν ἀνάσχοιντο ἐκεῖνα τὰ μέλη δεῖξαι γυμνά. Καίτοι γε οὐχ αὕτη τῶν ἀτίμων ἡ τάξις, ἀλλὰ μᾶλλον τῶν ἄλλων καταφρονεῖσθαι ἔδει. Καὶ γὰρ ἐν οἰκείᾳ ὁ ἠτιμωμένος οἰκέτης οὐ μόνον οὐκ ἀπολαύει πλείονος θεραπείας, ἀλλ' οὐδὲ τῶν αὐτῶν ἀξιοῦται. Ὥστε εἰ καὶ τοῦτο ἄτιμον ἦν, οὐ μόνον μειζόνων ἀπολαύειν οὐκ ἔδει, ἀλλ' οὐδὲ τῶν αὐτῶν· νυνὶ δὲ πλείονος ἀπολαύει τιμῆς, καὶ τοῦτο τῆς τοῦ Θεοῦ σοφίας ἐργασαμένης. Τοῖς μὲν γὰρ ἐν τῇ φύσει τὸ μὴ δεῖσθαι ἔδωκε· τοῖς δὲ, ἐπειδὴ ἐν τῇ φύσει οὐκ ἔδωκεν, ἡμᾶς παρέχειν ἠνάγκασεν. Ἀλλ' οὐ διὰ τοῦτο ἄτιμα· ἐπεὶ καὶ τὰ ζῶα ἐν τῇ φύσει τὸ ἀνενδεὲς ἔχει, καὶ οὔτε ἱματίων δεῖται, οὔτε ὑποδημάτων, οὔτε ὀρόφου, τὰ πλείονα αὐτῶν· ἀλλ' οὐ διὰ τοῦτο ἀτιμότερον αὐτῶν τὸ σῶμα τὸ ἡμέτερον, ἐπειδὴ πάντων δεῖται τούτων. Καὶ γὰρ εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ αὐτῇ τῇ φύσει τίμιά τε καὶ ἀναγκαῖά ἐστιν· ὃ δὴ καὶ αὐτὸς ᾐνίξατο, οὐκ ἀπὸ τῆς ἡμετέρας ἐπιμελείας καὶ τοῦ πλείονος ἀπολαύειν τιμῆς, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως αὐτοῖς ψηφισάμενος. Διὸ, ὅταν μὲν ἀσθενῆ λέγῃ καὶ ἄτιμα, Τὰ δοκοῦντα λέγει· ὅταν δὲ ἀναγκαῖα, οὐκέτι προστίθησι, Τὰ δοκοῦντα, ἀλλ' αὐτὸς ἀποφαίνεται λέγων, ὅτι ἀναγκαῖά ἐστι· καὶ μάλα εἰκότως. Καὶ γὰρ πρὸς παιδοποιίαν καὶ τὴν τοῦ γένους ἡμῶν διαδοχὴν χρήσιμα. Διὰ τοῦτο καὶ οἱ νομοθέται Ῥωμαίων τοὺς ταῦτα ἀκρωτηριάζοντας τὰ μέλη καὶ ποιοῦντας εὐνούχους κολάζουσιν, ἅτε τῷ κοινῷ γένει λυμαινομένους, καὶ αὐτῇ ἐπηρεάζοντας τῇ φύσει. Ἀλλ' ἀπόλοιντο οἱ ἀκόλαστοι, οἱ τοῦ Θεοῦ τὰ δημιουργήματα διαβάλλοντες. Ὥσπερ γὰρ τῷ οἴνῳ πολλοὶ διὰ τοὺς μεθύοντας κατηράσαντο, καὶ τῇ φύσει τῶν γυναικῶν διὰ τὰς μοιχευομένας· οὕτω καὶ τὰ μέλη ταῦτα αἰσχρὰ εἶναι ἐνόμισαν διὰ τοὺς οὐκ εἰς δέον αὐτοῖς χρωμένους. Ἀλλ' οὐκ ἐχρῆν· οὐ γὰρ τῇ φύσει τοῦ πράγματος ἡ ἁμαρτία συγκεκλήρωται, ἀλλ' ἀπὸ τῆς προαιρέσεως τίκτεται τοῦ τολμῶντος τὸ πλημμέλημα. Τινὲς δὲ τὰ ἀσθενέστερα καὶ ἄτιμα καὶ ἀναγκαῖα καὶ τιμῆς ἀπολαύοντα πλείονος περὶ ὀφθαλμῶν καὶ ποδῶν εἰρῆσθαι τῷ Παύλῳ νομίζουσι, καὶ ἀσθενέστερα καὶ ἀναγκαῖα τοὺς ὀφθαλμοὺς λέγειν, ὅτι ἐλαττούμενοι τῇ δυνάμει, πλεονεκτοῦσι τῇ χρείᾳ, τὰ δὲ ἀτιμότερα τοὺς πόδας· καὶ γὰρ καὶ οὗτοι πολλῆς ἀπολαύουσι προνοίας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
