# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-33

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-33

Ἐπειδὴ γὰρ ἀπεφήνατο, ὅτι καὶ πίστεως καὶ γνώσεως καὶ προφητείας καὶ γλωσσῶν καὶ χαρισμάτων καὶ ἰαμάτων καὶ βίου ἄκρου καὶ μαρτυρίου ταύτης ἀπούσης οὐδὲν ὄφελος μέγα, ἀναγκαίως λοιπὸν ὑπογράφει τὸ κάλλος αὐτῆς τὸ ἀμήχανον, καθάπερ τισὶ χρώμασι τοῖς μέρεσι τῆς ἀρετῆς τὴν εἰκόνα αὐτῆς κατακοσμῶν, καὶ τὰ μέλη αὐτῆς συντιθεὶς μετὰ ἀκριβείας ἅπαντα. Ἀλλὰ μὴ παραδράμῃς, ἀγαπητὲ, τὰ λεγόμενα, ἀλλ' ἕκαστον αὐτῶν μετὰ πολλῆς ἐξέταζε τῆς ἐπιμελείας, ἵνα καὶ τοῦ πράγματος εἰδῇς τὸν θησαυρὸν, καὶ τοῦ ζωγράφου τὴν τέχνην. Σκόπει γοῦν πόθεν εὐθέως ἤρξατο, καὶ τί τέθεικε πρῶτον τὸ πάντων αἴτιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Μακροθυμία· αὕτη τῆς φιλοσοφίας ἡ ῥίζα πάσης. Διὸ καί τις σοφὸς ἔλεγε· Μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. Καὶ πόλει δὲ παραβαλὼν καὶ αὐτῇ ἰσχυρᾷ, ἀσφαλεστέραν αὐτὴν ἔφησεν ἐκείνης εἶναι. Καὶ γὰρ ὅπλον ἐστὶν ἄμαχον, καὶ πύργος τις ἀῤῥαγὴς, πάντα διακρουομένη ῥᾳδίως τὰ λυπηρά. Καὶ καθάπερ εἰς ἄβυσσον σπινθὴρ ἐμπεσὼν ἐκείνην μὲν οὐδὲν παρέβλαψεν, αὐτὸς δὲ ἐσβέσθη ῥᾳδίως· οὕτως εἰς μακρόθυμον ψυχὴν ὅπερ ἂν ἐμπέσῃ τῶν ἀδοκήτων, τοῦτο μὲν ἀφανίζεται ῥᾳδίως, ἐκείνην δὲ οὐ ταράττει. Καὶ γὰρ πάντων στεῤῥότερον μακροθυμία· κἂν στρατόπεδα εἴπῃς, κἂν χρήματα, κἂν ἵππους, κἂν τείχη, κἂν ὅπλα, κἂν ὁτιοῦν, οὐδὲν ἴσον μακροθυμίας ἐρεῖς. Ὁ μὲν γὰρ ἐκεῖνα περιβεβλημένος, ὑπὸ θυμοῦ κρατηθεὶς πολλάκις, καθάπερ μειράκιον εὐτελὲς, περιτρέπεται, καὶ πάντα θορύβου πληροῖ καὶ ζάλης· οὗτος δὲ ὥσπερ ἐν λιμένι καθήμενος, βαθείας ἀπολαύει γαλήνης· κἂν ζημίᾳ περιβάλῃς, οὐκ ἐκίνησας τὴν πέτραν, κἂν ὕβριν ἐπαγάγῃς, οὐκ ἔσεισας τὸν πύργον, κἂν πληγὰς προστρίψῃς, οὐκ ἔπληξας τὸν ἀδάμαντα· καὶ γὰρ μακρόθυμος διὰ τοῦτο λέγεται, ἐπειδὴ μακράν τινα καὶ μεγάλην ἔχει ψυχήν· τὸ γὰρ μακρὸν, καὶ μέγα λέγεται. Ἀλλὰ τοῦτο τὸ καλὸν ἀπὸ τῆς ἀγάπης φύεται, καὶ τοῖς κεκτημένοις καὶ τοῖς ἀπολαύουσι πολλὴν παρέχον τὴν ὠφέλειαν. Μὴ γάρ μοι τοὺς ἀπεγνωσμένους εἴπῃς, οἳ ποιοῦντες κακῶς καὶ μὴ πάσχοντες κακῶς, χείρους γίνονται. Ἐνταῦθα γὰρ οὐ παρὰ τὴν μακροθυμίαν τούτου, ἀλλὰ παρ' ἐκείνους τοὺς οὐκ εἰς δέον αὐτῇ χρωμένους τοῦτο συμβαίνει. Μὴ τοίνυν μοι τούτους εἴπῃς, ἀλλὰ τοὺς ἐπιεικεστέρους, οἳ μεγάλα ἐντεῦθεν κερδαίνουσιν. Ὅταν γὰρ κακῶς ποιήσαντες μὴ πάθωσι κακῶς, τὴν πραΰτητα τοῦ παθόντος θαυμάσαντες, μεγίστην ἐντεῦθεν καρποῦνται φιλοσοφίας διδασκαλίαν. Αὐτὸς δὲ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ καὶ τὰ ἄλλα αὐτῆς ἐπάγει κατορθώματα, λέγων· Χρηστεύεται. Ἐπειδὴ γάρ τινές εἰσιν, οἳ τῇ μακροθυμίᾳ οὐκ εἰς τὴν οἰκείαν κέχρηνται φιλοσοφίαν, ἀλλ' εἰς τὴν ἄμυναν τῶν παροξυνάντων, διαῤῥηγνύντες ἑαυτοὺς, φησὶν ὅτι οὐδὲ τοῦτο ἔχει τὸ ἐλάττωμα. Διὸ καὶ ἐπήγαγε, Χρηστεύεται. Οὐ γὰρ ἐπὶ τῷ τὴν φλόγα ἀνάψαι τῶν ὑπὸ τῆς ὀργῆς ἐκκαιομένων ἠθικώτερον αὐτοῖς κέχρηνται, ἀλλ' ἐπὶ τῷ καταπραῦναι καὶ κατασβέσαι· καὶ οὐ μόνον τῷ φέρειν γενναίως, ἀλλὰ καὶ τῷ θεραπεύειν καὶ παρακαλεῖν τὸ ἕλκος ἰῶνται καὶ τὸ τραῦμα θεραπεύουσι τοῦ θυμοῦ· Οὐ ζηλοῖ· Ἔστι γὰρ καὶ μακρόθυμόν τινα εἶναι καὶ βάσκανον, καὶ τούτῳ ἐκεῖνο διαφθείρεται τὸ κατόρθωμα. Ἀλλ' αὕτη καὶ τοῦτο διέφυγεν. Οὐ περπερεύεται. Τουτέστιν, οὐ προπετεύεται· καὶ γὰρ συνετὸν ἐργάζεται τὸν ἀγαπῶντα καὶ βαρὺν καὶ βεβηκότα. Τῶν μὲν γὰρ αἰσχρῶς φιλούντων ἴδιον τὸ ἐλάττωμα τοῦτο· ὁ δὲ ταύτην εἰδὼς τὴν ἀγάπην, τούτων μάλιστα πάντων ἀπήλλακται. Ὅταν γὰρ θυμὸς ἔνδον μὴ ᾖ, καὶ προπέτεια πᾶσα ἀνῄρηται καὶ ὕβρις. Καὶ γὰρ καθάπερ τις ἄριστος γεωργὸς ἔνδον ἐγκαθημένη τῇ ψυχῇ ἡ ἀγάπη, οὐκ ἀφίησιν οὐδὲν τούτων βλαστῆσαι τῶν ἀκανθῶν. Οὐ φυσιοῦται. Καὶ γὰρ ὁρῶμεν πολλοὺς ἐπ' αὐτοῖς τούτοις τοῖς κατορθώμασι μέγα φρονοῦντας, οἷον ὅτι μή ἐστι βάσκανος μηδὲ πονηρὸς μηδὲ ὀλιγόψυχος μηδὲ προπετής. Οὐδὲ γὰρ πλούτῳ καὶ πενίᾳ παρυφέστηκε τὰ κακὰ ταῦτα μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς φύσει καλοῖς. Ἀλλ' ἡ ἀγάπη μετὰ ἀκριβείας ἐκκαθαίρει πάντα. Σκόπει δέ· Ὁ μακρόθυμος οὐ πάντως καὶ χρηστός· ἂν δὲ μὴ ᾖ χρηστὸς, πονηρία τὸ πρᾶγμα γίνεται, καὶ κινδυνεύει εἰς μνησικακίαν ἐμπεσεῖν. Διὰ τοῦτο αὕτη τὸ φάρμακον δοῦσα, τὴν χρηστότητα λέγω, καθαρὰν διατηρεῖ τὴν ἀρετήν. Πάλιν ὁ χρηστὸς πολλάκις εὔκολος γίνεται, ἀλλὰ καὶ τοῦτο αὕτη διορθοῦται· Ἡ ἀγάπη γὰρ, φησὶν, οὐ περπερεύεται, οὐ φυσιοῦται. Ὁ χρηστὸς καὶ μακρόθυμος ἀλαζονεύεται πολλάκις· ἀλλὰ καὶ ταύτην ἀναιρεῖ τὴν κακίαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
