# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-34

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-34

Δείξας τῆς ἀγάπης τὴν ὑπεροχὴν ἐκ τοῦ καὶ τὰ χαρίσματα καὶ τὰ τοῦ βίου κατορθώματα αὐτῆς δεῖσθαι, ἐκ τοῦ τὰς ἀρετὰς αὐτῆς ἀριθμῆσαι πάσας, καὶ φιλοσοφίας ἀκριβοῦς ὑπόθεσιν ἀποφῆναι, ἐξ ἑτέρου πάλιν τρίτου κεφαλαίου δείκνυσιν αὐτῆς τὴν ἀξίαν. Καὶ ταῦτα ποιεῖ τούς τε ἠλαττῶσθαι δοκοῦντας πεῖσαι θέλων, ὅτι ἔξεστιν αὐτοῖς τὸ κεφάλαιον τῶν σημείων ἔχειν, καὶ οὐδὲν ἔλαττον ἕξουσι τῶν ἐχόντων τὰ χαρίσματα, εἰ ταύτην ἔχοιεν, ἀλλὰ καὶ πολλῷ πλέον· καὶ τοὺς ἔχοντας τὰ μεγάλα χαρίσματα πάλιν καὶ ἐντεῦθεν ἐπαιρομένους, ταπεινῶσαι σπουδάζων, καὶ δεῖξαι μηδὲν ἔχοντας, ἐὰν μὴ ταύτην ἔχωσιν. Οὕτω γὰρ ἔμελλόν τε ἀλλήλους ἀγαπᾷν, βασκανίας τε καὶ ἀπονοίας ἐντεῦθεν ἀναιρουμένης, ἀγαπῶντές τε πάλιν ποῤῥωτέρω ταῦτα ἐξώριζον τὰ πάθη· Ἡ γὰρ ἀγάπη οὐ ζηλοῖ, οὐ φυσιοῦται. Ὥστε πανταχόθεν τεῖχος αὐτοῖς ἀῤῥαγὲς περιέβαλε, καὶ πολύπλοκον ὁμόνοιαν ἀναιροῦσάν τε τὰ νοσήματα ἅπαντα, καὶ ἐντεῦθεν πάλιν ἰσχυροτέραν γινομένην. Διὰ τοῦτο καὶ μυρίους ἐκίνησε λογισμοὺς τοὺς δυναμένους αὐτῶν παραμυθήσασθαι τὴν ἀθυμίαν. Καὶ γὰρ τὸ αὐτὸ Πνεῦμα δίδωσι, φησὶ, καὶ πρὸς τὸ συμφέρον δίδωσι, καὶ ὡς βούλεται διαιρεῖ, καὶ χαριζόμενον, οὐκ ὀφεῖλον διαιρεῖ. Κἂν μικρὸν λάβῃς, ὁμοίως εἰς τὸ σῶμα τελεῖς, καὶ πολλῆς καὶ οὕτως ἀπολαύεις τιμῆς· καὶ ὁ τὸ μεῖζον ἔχων, σοῦ τοῦ τὸ ἔλαττον ἔχοντος δεῖται· καὶ ὅτι τὸ μέγιστον χάρισμα καὶ ἡ καθ' ὑπερβολὴν ὁδός ἐστιν ἡ ἀγάπη. Ταῦτα δὲ ἔλεγε, διπλῇ περισφίγγων αὐτοὺς ἀλλήλοις, τῷ τε μὴ νομίζειν ἠλαττῶσθαι ταύτης παρούσης, καὶ τῷ ἐπιδραμόντας αὐτῇ καὶ ἑλόντας, μηδὲν πάσχειν λοιπὸν ἀνθρώπινον, καὶ ὡς τὴν ῥίζαν ἔχοντας τῶν χαρισμάτων, καὶ ὡς οὐκέτι δυναμένους, οὐδὲ εἰ μηδὲν εἶχον, φιλονεικεῖν. Ὁ γὰρ ἁλοὺς ἅπαξ ὑπὸ τῆς ἀγάπης, φιλονεικίας ἀπήλλακται. Διὸ καὶ δεικνὺς αὐτοῖς, ὅσα ἐντεῦθεν καρπώσονται τὰ ἀγαθὰ, τοὺς καρποὺς αὐτῆς ὑπέγραψε, διὰ τῶν ἐγκωμίων αὐτῆς τὰ ἐκείνων νοσήματα καταστέλλων. Καὶ γὰρ τῶν εἰρημένων ἕκαστον φάρμακον ἱκανὸν ἦν τοῖς ἐκείνων τραύμασιν ἀρκέσαι. Διὸ καὶ ἔλεγε, Μακροθυμεῖ, πρὸς τοὺς ἀλλήλοις φιλονεικοῦντας· Χρηστεύεται, πρὸς τοὺς διεστῶτας καὶ ὑπούλους· Οὐ ζηλοῖ, πρὸς τοὺς βασκαίνοντας τοῖς ὑπερέχουσιν· Οὐ περπερεύεται, πρὸς τοὺς διασπασθέντας· Οὐ φυσιοῦται, πρὸς τοὺς καταλαζονευομένους αὐτῶν· Οὐκ ἀσχημονεῖ, πρὸς τοὺς οὐκ ὀφείλοντας συγκαταβαίνειν· Οὐ ζητεῖ τὸ ἑαυτῆς, πρὸς τοὺς ὑπερορῶντας τῶν λοιπῶν· Οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, πρὸς τοὺς ὑβριζομένους· Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πρὸς τοὺς βασκαίνοντας πάλιν· Πάντα στέγει, πρὸς τοὺς ἐπιβουλευομένους· Πάντα ἐλπίζει, πρὸς τοὺς ἀπογινώσκοντας· Πάντα ὑπομένει, οὐδέποτε ἐκπίπτει, πρὸς τοὺς εὐκόλως διϊσταμένους. Ἐπεὶ οὖν πανταχόθεν αὐτὴν μεγάλην ἔδειξε μεθ' ὑπερβολῆς ἁπάσης, πάλιν ἐξ ἑτέρου κεφαλαίου μεγίστου τοῦτο ποιεῖ, κατὰ σύγκρισιν ἑτέραν ἐπαίρων αὐτῆς τὸ ἀξίωμα, καὶ λέγων οὕτως· Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται. Εἰ γὰρ ἀμφότερα ταῦτα τῆς πίστεως ἕνεκεν εἰσενήνεκται, ταύτης πανταχοῦ διασπαρείσης, περιττὴ τούτων ἡ χρεία λοιπόν. Ἀλλ' οὐ τὸ ἀγαπᾷν ἀλλήλους παυθήσεται, ἀλλὰ καὶ ἐπιδώσει μειζόνως, καὶ ἐνταῦθα καὶ κατὰ τὸ μέλλον, καὶ τότε μᾶλλον ἢ νῦν. Ἐνταῦθα μὲν γὰρ πολλὰ τὰ χαυνοῦντα τὴν ἀγάπην, χρήματα, πράγματα, πάθη σωμάτων, νοσήματα ψυχῆς· ἐκεῖ δὲ οὐδὲν τούτων. Ἀλλὰ τὸ μὲν προφητείας καταργεῖσθαι καὶ γλώσσας, θαυμαστὸν οὐδέν· τὸ δὲ γνῶσιν καταργεῖσθαι, τοῦτό ἐστι τὸ τὴν ἀπορίαν ποιοῦν· καὶ γὰρ καὶ τοῦτο προσέθηκεν εἰπὼν, Εἴτε γνῶσις καταργηθήσεται. Τί οὖν; ἐν ἀγνωσίᾳ μέλλομεν ζῇν τότε; Ἄπαγε· καὶ γὰρ τότε μάλιστα ἐπιταθῆναι εἰκὸς τὴν γνῶσιν. Διὸ καὶ ἔλεγε, Τότε ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Διά τοι τοῦτο, ἵνα μὴ ὁμοίως τῇ προφητείᾳ καὶ ταῖς γλώσσαις καὶ ταύτην καταργεῖσθαι νομίσῃς. Εἰπὼν, εἴτε γνῶσις καταργηθήσεται, οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγε καὶ τὸν τρόπον τῆς καταργήσεως, ταχέως προσθεὶς τὸ, Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. Οὐκ ἄρα ἡ γνῶσις καταργεῖται, ἀλλὰ τὸ μερικὴ εἶναι γνῶσις· οὐκέτι γὰρ τοσαῦτα εἰσόμεθα μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος αὐτὸ ποιήσω φανερὸν, νῦν ἴσμεν ὅτι πανταχοῦ ἐστιν ὁ Θεὸς, ἀλλὰ πῶς, οὐκ ἴσμεν. Ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν, ἴσμεν· τὸν δὲ τρόπον ἀγνοοῦμεν· ὅτι ἐκ Παρθένου ἐτέχθη, πῶς δὲ, οὐκέτι. Τότε δὲ εἰσόμεθά τι πλέον καὶ σαφέστερον περὶ τούτων. Εἶτα δείκνυσι καὶ τὸ μέσον ὅσον, καὶ ὅτι οὐ μικρὸν τὸ λειπόμενον, λέγων· Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, τὰ τοῦ νηπίου κατήργηκα. Καὶ δι' ἑτέρου δὲ παραδείγματος τὸ αὐτὸ πάλιν δηλοῖ λέγων· Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
