# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-38

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-38

Ἀπαρτίσας τὸν περὶ τῶν πνευματικῶν λόγον, ἐπὶ τὸ πάντων ἀναγκαιότατον μεθίσταται, τὴν περὶ τῆς ἀναστάσεως ὑπόθεσιν· καὶ γὰρ ἐν τούτῳ σφόδρα ἐνόσουν. Καὶ καθάπερ ἐπὶ τῶν σωμάτων, ὅταν αὐτῶν ἅψηται τῶν στερεῶν ὁ πυρετὸς, λέγω τῶν νεύρων καὶ τῶν φλεβῶν καὶ τῶν πρώτων στοιχείων, ἀνίατον γίνεται τὸ κακὸν, ἂν μὴ πολλῆς ἀπολαύσῃ τῆς ἐπιμελείας· οὕτω δὴ καὶ τότε γενέσθαι ἐκινδύνευεν. Ἐπὶ γὰρ αὐτὰ τῆς εὐσεβείας τὰ στοιχεῖα τὸ κακὸν ἐβάδιζε. Διὸ καὶ πολλῇ τῇ σπουδῇ κέχρηται ὁ Παῦλος. Οὐδὲ γὰρ περὶ βίου λοιπὸν ὁ λόγος ἦν αὐτῷ, οὐδ' ὅτι ὁ μὲν ἐπόρνευεν, ὁ δὲ ἐπλεονέκτει, ὁ δὲ ὅτι κεκαλυμμένην εἶχε τὴν κεφαλὴν, ἀλλὰ περὶ αὐτὸ τῶν ἀγαθῶν τὸ κεφάλαιον· περὶ γὰρ τὴν ἀνάστασιν αὐτὴν ἐστασίαζον. Ἐπειδὴ γὰρ ἡ πᾶσα ἡμῶν ἐλπὶς αὕτη, πρὸς τοῦτο σφοδρῶς ἵστατο ὁ διάβολος, καὶ ποτὲ μὲν ἀνῄρει καθάπαξ αὐτὴν, ποτὲ δὲ ἔλεγεν ἤδη γεγονέναι· ὃ καὶ Τιμοθέῳ γράφων ὁ Παῦλος γάγγραιναν ἐκάλει τὸ πονηρὸν τοῦτο δόγμα, καὶ τοὺς εἰσάγοντας αὐτὸ ἔστιζε λέγων· Ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. Ποτὲ μὲν οὖν τοῦτο ἔλεγον, ποτὲ δὲ ὅτι τὸ σῶμα οὐκ ἀνίσταται, ἀλλὰ τῆς ψυχῆς ὁ καθαρμός ἐστιν ἡ ἀνάστασις. Ταῦτα δὲ ἔπειθε λέγειν ὁ πονηρὸς δαίμων ἐκεῖνος, οὐ τὴν ἀνάστασιν ἀνατρέψαι βουλόμενος μόνον, ἀλλὰ καὶ τὰ ὑπὲρ ἡμῶν γενόμενα ἅπαντα δεῖξαι μῦθον ὄντα. Εἰ γὰρ ἐπείσθησαν μὴ εἶναι σωμάτων ἀνάστασιν, μετὰ μικρὸν αὐτοὺς ἔπειθε μηδὲ Χριστὸν ἐγηγέρθαι· ἀπὸ δὲ τούτου κἀκεῖνο εἰσῆγεν ὁδῷ βαδίζων, τὸ μὴ παραγεγονέναι μηδὲ πεποιηκέναι ἅπερ ἐποίησε. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου κακουργία. Διὸ καὶ μεθοδείαν αὐτὴν καλεῖ ὁ Παῦλος, ὅτι οὐκ ἐξ εὐθείας ὃ βούλεται κατασκευάσαι δείκνυσιν, ὥστε μὴ γενέσθαι κατάφωρος, ἀλλ' ἕτερον ἑαυτῷ περιτιθεὶς προσωπεῖον, ἕτερα τεκταίνει, καὶ καθάπερ πολέμιος καὶ κακοῦργος πόλει προσβαλὼν καὶ τείχεσι, κάτωθεν ὑπορύττει λανθάνων, ὥστε ταύτῃ γενέσθαι δυσφύλακτος, καὶ κατορθῶσαι ἅπερ ἐσπούδακε. Διόπερ ἀεὶ τὰς τοιαύτας αὐτοῦ πάγας εὑρίσκων, καὶ τοὺς πονηροὺς τούτους θηρῶν λόχους ὁ θαυμαστὸς οὗτος καὶ μέγας ἀνὴρ, ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Καὶ γὰρ ἐνταῦθα ὁλόκληρον ἀνακαλύπτει τὸν δόλον αὐτοῦ, καὶ πάντα δείκνυσι τὰ μηχανήματα, καὶ ὅσα βούλεται κατασκευάσαι προτίθησιν εἰς μέσον, μετὰ πολλῆς ἀκριβείας ἅπασιν ἐπιών. Διὰ γὰρ τοῦτο καὶ ὕστερον τέθεικε τουτὶ τὸ κεφάλαιον τῶν ἄλλων, ἐπειδὴ καὶ σφόδρα ἀναγκαιότατον ἦν, καὶ τὰ ἡμέτερα συνέχον ἅπαντα. Καὶ σκόπει σύνεσιν· πρότερον γὰρ τοὺς οἰκείους ἀσφαλισάμενος, τότε ἐπεξέρχεται καὶ περαιτέρω τῷ λόγῳ, καὶ τοὺς ἔξωθεν ἐκ περιουσίας ἐπιστομίζει. Ἀσφαλίζεται δὲ τοὺς οἰκείους, οὐκ ἀπὸ λογισμῶν, ἀλλ' ἀπὸ τῶν ἤδη γεγενημένων, καὶ ἅπερ αὐτοὶ κατεδέξαντο καὶ ἐπίστευσαν γεγενῆσθαι· ὃ μάλιστα ἦν ἐντρεπτικὸν, καὶ ἱκανὸν αὐτοὺς κατασχεῖν. Εἰ γὰρ ἠβουλήθησαν ἀπιστῆσαι μετὰ ταῦτα, οὐκέτι λοιπὸν τῷ Παύλῳ, ἀλλ' ἑαυτοῖς ἔμελλον ἀπιστεῖν· ὅπερ κατηγορία ἦν ἐκείνων τῶν ἅπαξ καταδεξαμένων καὶ μεταθεμένων. Διὰ δὴ τοῦτο καὶ ἐντεῦθεν ἄρχεται, δεικνὺς ὅτι οὐκ ἄλλων δεῖται μαρτύρων εἰς τὸ δεῖξαι, ὅτι τἀληθῆ λέγει, ἀλλ' αὐτῶν ἐκείνων τῶν ἠπατημένων. Ἵνα δὲ ὃ λέγω σαφέστερον γένηται, αὐτῶν λοιπὸν ἀναγκαῖον ἀκοῦσαι τῶν ῥημάτων. Τίνα οὖν ταῦτά ἐστι; Γνωρίζω ὑμῖν, ἀδελφοὶ, φησὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν. Εἶδες μεθ' ὅσης ἐπιεικείας ἄρχεται; εἶδες πῶς ἀπὸ τῆς ἀρχῆς ἔδειξεν, ὅτι οὐδὲν καινὸν εἰσάγει, οὐδὲ ξένον; Ὁ γὰρ γνωρίζων τὸ ἤδη γνωσθὲν, εἶτα εἰς λήθην ἐμπεσὼν, γνωρίζει πάλιν εἰς μνήμην ἄγων. Καλέσας δὲ ἀδελφοὺς, οὐ μικρὰν καὶ ἐντεῦθεν προκατεβάλετο τῶν λεγομένων τὴν ἀπόδειξιν. Ἀδελφοὶ γὰρ οὐδαμόθεν ἐγενόμεθα, ἀλλ' ἢ ἀπὸ τῆς κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίας. Διὸ δὴ καὶ οὕτως αὐτοὺς ἐκάλεσεν, ὁμοῦ μὲν καταπραΰνων καὶ θεραπεύων, ὁμοῦ δὲ τῶν μυρίων ἀγαθῶν ἀναμιμνήσκων. Καὶ τὸ ἑξῆς πάλιν τοῦ αὐτοῦ κατασκευαστικόν. Ποῖον δὴ τοῦτο; Τὸ Εὐαγγέλιον. Τῶν γὰρ Εὐαγγελίων τὸ κεφάλαιον ἐντεῦθεν ἔχει τὴν ἀρχὴν, ἀπὸ τοῦ τὸν Θεὸν γενέσθαι ἄνθρωπον, καὶ σταυρωθῆναι, καὶ ἀναστῆναι. Τοῦτο καὶ ὁ Γαβριὴλ εὐηγγελίζετο τῇ Παρθένῳ, τοῦτο καὶ οἱ προφῆται τῇ οἰκουμένῃ, τοῦτο καὶ οἱ ἀπόστολοι ἅπαντες. Ὃ καὶ εὐηγγελισάμην, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε· ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε. Εἶδες πῶς αὐτοὺς καλεῖ μάρτυρας τῶν εἰρημένων; Καὶ οὐ λέγει, Ὃ ἠκούσατε, ἀλλ', Ὃ παρελάβετε, ὥσπερ τινὰ παρακαταθήκην αὐτοὺς ἀπαιτῶν, καὶ δηλῶν ὅτι οὐ λόγῳ μόνον, ἀλλὰ καὶ δι' ἔργων καὶ σημείων καὶ θαυμάτων αὐτὸ παρέλαβον καὶ ἵνα κατέχωσι μετὰ ἀσφαλείας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
