# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-39

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-39

Ἐπάρας τοὺς ἀποστόλους καὶ καθελὼν ἑαυτὸν, εἶτα πάλιν ὑπὲρ ἐκείνους ἐπάρας, ἵνα ἰσότητα ἐργάσηται (καὶ γὰρ ἰσότητα ἐποίησε, δείξας ἑαυτὸν καὶ πλεονεκτοῦντα καὶ πλεονεκτούμενον), καὶ ταύτῃ ἀξιόπιστον ἑαυτὸν κατασκευάσας, οὐδὲ οὕτως αὐτοὺς ἀφίησιν, ἀλλὰ πάλιν ἑαυτὸν ἐκείνοις συντάττει, τὴν κατὰ Χριστὸν ἐνδεικνύμενος ὁμόνοιαν. Οὐ μὴν οὕτως αὐτὸ ποιεῖ, ὡς δόξαι προσεῤῥῖφθαι αὐτοῖς, ἀλλ' ὡς καὶ αὐτὸν ἐν τῇ αὐτῇ φαίνεσθαι τάξει· οὕτω γὰρ τῷ κηρύγματι συμφέρον ἦν. Διὸ καὶ ἀμφότερα ὁμοίως ἐσπούδακε, καὶ τὸ μὴ δοκεῖν αὐτῶν ὑπερορᾷν, καὶ τὸ μὴ διὰ τὴν εἰς ἐκείνους τιμὴν ἐξευτελίζεσθαι παρὰ τῶν ἀρχομένων. Διὰ τοῦτο καὶ νῦν ἐξισάζει πάλιν λέγων· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν. Παρ' οὗ, φησὶ, βούλεσθε μαθεῖν, μάθετε· οὐδὲν διαφέρομεν. Καὶ οὐκ εἶπεν, ὅτι Εἰ μὴ θέλετε ἐμοὶ πεισθῆναι, ἐκείνοις πείσθητε, ἀλλὰ καὶ ἑαυτὸν ἀξιόπιστον ποιεῖ, καὶ καθ' ἑαυτὸν ἀρκεῖν φησι, καὶ ἐκείνους καθ' ἑαυτούς. Οὐδὲν γὰρ ἡ τῶν προσώπων ἐποίει διαφορὰ, τῶν ἀξιωμάτων ἴσων ὄντων. Καὶ ἐν τῇ πρὸς Γαλάτας δὲ τοῦτο ποιεῖ, προσλαμβάνων αὐτοὺς, οὐχ ὡς δεόμενος, ἀλλ' ἀρκεῖν μὲν λέγων καὶ ἑαυτόν· Ἐμοὶ γὰρ, φησὶν, οἱ δοκοῦντες οὐδὲν προσανέθεντο· πλὴν ἀλλὰ καὶ οὕτω διώκω αὐτῶν τὴν ὁμόνοιαν· Δεξιὰς γὰρ ἔδωκάν μοι, φησίν. Εἰ γὰρ ἔμελλεν ἀεὶ τὸ ἀξιόπιστον Παύλου ἐν ἑτέροις εἶναι καὶ τῇ παρ' ἑτέρων μαρτυρίᾳ βεβαιοῦσθαι, μυρία ἂν ἐβλάβησαν ἐντεῦθεν οἱ μαθηταί. Οὐ τοίνυν ἑαυτὸν ἐπαίρων τοῦτο ποιεῖ, ἀλλ' ὑπὲρ τοῦ Εὐαγγελίου δεδοικώς. Διὸ καὶ ἐνταῦθά φησιν, ἐξισάζων ἑαυτόν· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν. Καλῶς εἶπε, Κηρύσσομεν, τὴν πολλὴν παῤῥησίαν ἐνδεικνύμενος. Οὐ γὰρ λάθρα οὐδὲ ἐν παραβύστῳ, ἀλλὰ σάλπιγγος λαμπροτέραν ἀφίεμεν φωνήν. Καὶ οὐκ εἶπεν, Ἐκηρύξαμεν, ἀλλὰ καὶ νῦν Οὕτω κηρύττομεν. Καὶ οὕτως ἐπιστεύσατε. Ἐνταῦθα οὐκ εἶπε, Πιστεύετε, ἀλλ', Ἐπιστεύσατε. Ἐπειδὴ ἐσαλεύοντο, διὰ τοῦτο ἐπὶ τοὺς ἄνω χρόνους ἀνέδραμε, καὶ τὴν παρ' αὐτῶν ἐκείνων λοιπὸν μαρτυρίαν προστίθησιν. Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Ὁρᾷς πῶς ἄριστα συλλογίζεται, καὶ ἀποδείκνυσι τὴν ἀνάστασιν ἐκ τοῦ τὸν Χριστὸν ἐγηγέρθαι, πρότερον ἐκεῖνο πολλαχόθεν κατασκευάσας; Καὶ γὰρ οἱ προφῆται εἶπον τοῦτο, φησὶ, καὶ αὐτὸς ἔδειξε διὰ τῆς ὄψεως, καὶ ἡμεῖς κηρύσσομεν, καὶ ὑμεῖς ἐπιστεύσατε, τετραπλῆν τὴν μαρτυρίαν πλέκων, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως, τὴν διὰ τῶν ἀποστόλων, τὴν διὰ τῶν μαθητῶν· μᾶλλον δὲ καὶ πενταπλῆν. Καὶ γὰρ καὶ αὕτη ἡ αἰτία δείκνυσι τὴν ἀνάστασιν, τὸ ὑπὲρ ἀλλοτρίων ἁμαρτιῶν ἀποθανεῖν. Εἰ τοίνυν τοῦτο ἀποδέδεικται, εὔδηλον ὅτι καὶ τὸ ἕτερον ἕπεται, τὸ καὶ τοὺς λοιποὺς ἐγείρεσθαι νεκρούς. Διὸ καὶ ὡς ἐπὶ ὁμολογουμένου ἐγκαλεῖ καὶ ἐπαπορεῖ, λέγων· Εἰ δὲ Χριστὸς ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστι; καὶ ταύτῃ πάλιν ὑποτεμνόμενος τὴν θρασύτητα τῶν ἀντιλεγόντων. Οὐ γὰρ εἶπε, Πῶς λέγετε ὑμεῖς, ἀλλὰ, Πῶς λέγουσί τινες ἐν ὑμῖν· καὶ οὔτε πάντων ποιεῖται τὴν κατηγορίαν, οὔτε αὐτοὺς τούτους, οὓς αἰτιᾶται, δήλους καθίστησιν, ὥστε μὴ ποιῆσαι ἀναισχυντοτέρους, οὐδ' αὖ πάλιν ἀποκρύπτεται καθόλου, ὥστε αὐτοὺς διορθῶσαι. Διὰ δὴ τοῦτο καὶ ἀποσχίσας αὐτοὺς τοῦ πλήθους, πρὸς αὐτοὺς ἀποδύεται, ταύτῃ τε ἀσθενεστέρους ποιῶν καὶ καταπλήττων, καὶ τοὺς ἄλλους ἐν τοῖς πρὸς τούτους ἀγῶσι κατέχων ἀσφαλέστερον ἐπὶ τῆς ἀληθείας, καὶ οὐκ ἀφεὶς αὐτομολῆσαι πρὸς τοὺς διαφθείρειν αὐτοὺς ἐσπουδακότας. Καὶ γὰρ καταφορικῶς παρεσκεύασται χρήσασθαι τῷ λόγῳ. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι τοῦτο μὲν σαφὲς καὶ δῆλον ἅπασι, τὸ τὸν Χριστὸν ἐγηγέρθαι, καὶ οὐδεὶς ἀμφιβάλλει· οὐ μὴν τοῦτο καὶ τὸ ἕτερον συναναγκάζει, τὴν τῶν ἀνθρώπων ἀνάστασιν· τὸ μὲν γὰρ καὶ προανεφωνήθη καὶ ἐξέβη καὶ ἐμαρτυρήθη διὰ τῆς ὄψεως, τὸ τῆς τοῦ Χριστοῦ ἀναστάσεως· τὸ δὲ ἔτι ἐν ἐλπίσιν ἐστὶ, τὸ ἡμέτερον· ὅρα τί ποιεῖ· ἐκ θατέρου μέρους πάλιν αὐτὸ κατασκευάζει, ὅπερ πολλῆς δυνάμεως ἦν. Τί γὰρ λέγουσι, φησὶ, τινὲς, ὅτι οὐκ ἔστι νεκρῶν ἀνάστασις; οὐκοῦν καὶ ἐκεῖνο πάλιν ἐκ τούτου ἀνῄρηται, τὸ τὸν Χριστὸν ἐγηγέρθαι. Διὸ καὶ ἐπάγει λέγων· Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται. Εἶδες τὴν βίαν, καὶ τὴν φιλονεικίαν Παύλου τὴν ἄμαχον, πῶς οὐκ ἐκ τοῦ δήλου μόνου τὸ ἀμφιβαλλόμενον, ἀλλὰ καὶ ἐκ τοῦ ἀμφιβαλλομένου τοῖς ἀντιλέγουσι τέως ἐκεῖνο τὸ δῆλον πειρᾶται ἀποδεικνύναι; οὐκ ἐπειδὴ ἐδεῖτο ἀποδείξεως τὸ ἤδη γεγενημένον, ἀλλ' ἵνα δείξῃ τοῦτο ὁμοίως ἐκείνῳ πιστὸν ὄν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
