# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-42

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-42

Ἐπειδὴ ψυχικὸν εἶπε πρῶτον καὶ πνευματικὸν δεύτερον, πάλιν ἄλλην τίθησι διαφορὰν, χοϊκὸν λέγων καὶ ἐπουράνιον. Ἡ μὲν γὰρ πρώτη τοῦ παρόντος ἦν βίου καὶ τοῦ μέλλοντος· αὕτη δὲ τοῦ πρὸ τῆς χάριτος καὶ τοῦ μετὰ τὴν χάριν. Τέθεικε δὲ αὐτὴν εἰς πολιτείαν ἀρίστην λέγων. Ἵνα γὰρ, ὅπερ ἔφην, μὴ τῇ ἀναστάσει θαῤῥοῦντες ἀμελῶσι βίου καὶ ἀκριβείας, πάλιν καὶ ἐντεῦθεν αὐτοὺς ἐναγωνίους ποιεῖ, καὶ παρακαλεῖ εἰς ἀρετὴν, λέγων· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ· τὸ πᾶν ἄνθρωπον καλῶν, καὶ τὸν μὲν ἀπὸ τοῦ κρείττονος, τὸν δὲ ἀπὸ τοῦ χείρονος ὀνομάζων. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί. Οὕτως ἀπολοῦνται καὶ τελευτήσουσιν. Οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Οὕτω μενοῦσιν ἀθάνατοι καὶ λάμποντες. Τί οὖν; οὐχὶ καὶ οὗτος ἀπέθανεν; Ἀπέθανε μὲν, ἀλλ' οὐδὲν ἐντεῦθεν παρεβλάβη, ἀλλὰ καὶ ταύτῃ τὸν θάνατον κατέλυσεν. Εἶδες πῶς κἀντεῦθεν τῷ θανάτῳ τὸ περὶ τῆς ἀναστάσεως συνέστησε δόγμα; Ἔχων γὰρ, ὅπερ ἔφθην εἰπὼν, τὴν ἀρχὴν καὶ τὴν κεφαλὴν, φησὶ, μὴ ἀμφίβαλλε περὶ τοῦ σώματος παντός. Πλὴν καὶ τὴν περὶ πολιτείας ἀρίστην ἐντεῦθεν γυμνάζει παραίνεσιν, ὑποδείγματα ὑψηλοῦ καὶ φιλοσόφου βίου, καὶ οὐ τοιούτου τιθεὶς, καὶ τούτων ἀμφοτέρων παράγων τὰς ἀρχὰς, τοῦ μὲν τὸν Χριστὸν, τοῦ δὲ τὸν Ἀδάμ. Διὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, Ἐκ γῆς, ἀλλὰ, Χοϊκὸς, τουτέστι, παχὺς, τοῖς παροῦσι προσηλωμένος· καὶ πάλιν ἐπὶ τοῦ Χριστοῦ τοὐναντίον, Ὁ Κύριος ἐξ οὐρανοῦ. Εἰ δὲ λέγοιέν τινες διὰ τοῦτο μὴ ἔχειν τὸν Κύριον σῶμα, διὰ τὸ, Ἐξ οὐρανοῦ, εἰρῆσθαι, ἱκανὰ μὲν καὶ τὰ εἰρημένα πάλαι ἐμφράξαι αὐτῶν τὰ στόματα, οὐδὲν δὲ κωλύει καὶ ἐντεῦθεν αὐτοὺς ἐπιστομίσαι. Τί γάρ ἐστιν, Ὁ Κύριος ἐξ οὐρανοῦ; τὴν φύσιν λέγει, ἢ τὴν ἀρίστην πολιτείαν; Παντί που δῆλον, ὅτι τὴν πολιτείαν· διὸ καὶ ἐπάγει· Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ (τουτέστι, Καθὼς φαῦλα ἐπράξαμεν), φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου· τουτέστιν, Ἄριστα πράξωμεν. Χωρὶς δὲ τούτων, κἀκεῖνό σε ἡδέως ἂν ἐροίμην· Περὶ φύσεως εἴρηται· Ὁ ἐκ γῆς χοϊκὸς, καὶ, Ὁ Κύριος ἐξ οὐρανοῦ; Ναὶ, φησί. Τί οὖν; χοϊκὸς μόνον ἦν ὁ Ἀδὰμ, ἢ καὶ ἄλλην τινὰ εἶχεν οὐσίαν συγγενῆ τοῖς ἄνω καὶ ἀσωμάτοις, ἣν ψυχὴν καλεῖ ἡ Γραφὴ καὶ πνεῦμα; Παντί που δῆλον, ὅτι καὶ ταύτην. Οὐκοῦν οὐδὲ ὁ Κύριος ἦν ἄνωθεν μόνον, εἰ καὶ ἐξ οὐρανοῦ λέγοιτο, ἀλλὰ καὶ σάρκα ἀνειλήφει. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, τὰς πονηρὰς πράξεις, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου, τὴν πολιτείαν τὴν ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ περὶ φύσεως ἦν ὁ λόγος, οὐ παρακλήσεως ἐδεῖτο τὸ πρᾶγμα οὐδὲ συμβουλῆς· ὥστε κἀντεῦθεν δῆλον, ὅτι περὶ πολιτείας τὸ λεγόμενον. Διὸ καὶ συμβουλευτικῶς εἰσάγει τὸν λόγον, καὶ εἰκόνα καλεῖ, καὶ ταύτῃ πάλιν δηλῶν ὅτι περὶ πράξεως, οὐ περὶ φύσεως λέγει. Καὶ γὰρ διὰ τοῦτο ἐγενόμεθα χοϊκοὶ, ἐπειδὴ πονηρὰ ἐπράξαμεν· οὐκ ἐπειδὴ ἐξ ἀρχῆς χοϊκοὶ διεπλάσθημεν, ἀλλ' ἐπειδὴ ἡμάρτομεν. Καὶ γὰρ ἡ ἁμαρτία πρῶτον, καὶ τότε ὁ θάνατος, καὶ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· τότε καὶ ὁ τῶν παθῶν εἰσῆλθεν ἐσμός. Οὐδὲ γὰρ τὸ, ἐκ γῆς γεγενῆσθαι, ποιεῖ χοϊκὸν ἁπλῶς, ἐπεὶ καὶ ὁ Κύριος ἀπὸ τῆς μάζης καὶ τοῦ φυράματος τούτου ἦν, ἀλλὰ τὸ γήϊνα πράττειν· ὥσπερ οὖν καὶ ἐπουράνιον τὸ ἄξια τῶν οὐρανῶν ἐπιδείξασθαι. Ἀλλὰ γὰρ τί χρὴ περιττὰ πονεῖν τοῦτο κατασκευάζοντα; προϊὼν γὰρ ἡμῖν αὐτὸς ἐκκαλύπτει τὸ νόημα, οὕτω λέγων· Τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Εἶδες πῶς ἑαυτὸν ἑρμηνεύει πάλιν, ἀπαλλάττων ἡμᾶς πραγμάτων; ὃ πολλαχοῦ ποιεῖ. Σάρκα γὰρ ἐνταῦθα τὰς πονηρὰς πράξεις καλεῖ, ὃ καὶ ἀλλαχοῦ πεποίηκεν, οἷον ὡς ὅταν λέγῃ· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί· καὶ πάλιν, Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Ὥστε ὅταν λέγῃ, Τοῦτο δέ φημι, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι Διὰ τοῦτο ταῦτα εἶπον, ἵνα μάθῃς ὅτι πονηραὶ πράξεις εἰς βασιλείαν οὐκ εἰσάγουσιν. Ἀπὸ γὰρ τῆς ἀναστάσεως εὐθέως καὶ τὸν τῆς βασιλείας εἰσήγαγε λόγον· διὸ καὶ ἐπήγαγεν· Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ· τουτέστιν, ἡ κακία τὴν δόξαν ἐκείνην καὶ τὴν τῶν ἀφθάρτων πραγμάτων ἀπόλαυσιν. Καὶ γὰρ πολλαχοῦ πάλιν τῇ προσηγορίᾳ ταύτῃ τὴν κακίαν ἐκάλεσεν εἰπών· Ὁ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. Εἰ δὲ περὶ σώματος ἔλεγεν, ἀλλ' οὐ περὶ πονηρᾶς πράξεως, οὐκ ἂν εἶπε φθοράν· οὐδαμοῦ γὰρ τὸ σῶμα φθορὰν καλεῖ· οὐδὲ γάρ ἐστι φθορὰ, ἀλλὰ φθαρτόν. Διὸ προϊὼν καὶ περὶ αὐτοῦ διαλεγόμενος, οὐκ εἶπεν αὐτὸ φθορὰν, ἀλλὰ φθαρτὸν, λέγων· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν. Εἶτα τὴν περὶ πολιτείας πληρώσας παραίνεσιν, ὅπερ ἀεὶ ποιεῖ, ὑπόθεσιν ὑποθέσει συνεχῶς ἀναμιγνὺς, εἰς τὸν περὶ ἀναστάσεως πάλιν τῶν σωμάτων ἐκβαίνει λόγον, οὕτω λέγων· Ἰδοὺ μυστήριον ὑμῖν λέγω.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
