# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-43

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-43

Ἀπαρτίσας τὸν περὶ τῶν δογμάτων λόγον, καὶ μέλλων εἰς τὸν ἠθικώτερον ἐμβαίνειν, πάντα τὰ ἄλλα ἀφεὶς, ἐπὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν χωρεῖ, περὶ ἐλεημοσύνης ποιούμενος λόγον. Ἀλλὰ περὶ τούτου μόνου διαλεχθεὶς, ἀπαλλάττεται· καίτοι γε οὐδαμοῦ τοῦτο ἐποίησεν, ἀλλὰ περὶ ἐλεημοσύνης, καὶ περὶ σωφροσύνης, καὶ περὶ πραότητος, καὶ περὶ μακροθυμίας, καὶ περὶ τῶν ἄλλων ἁπάντων διαλέγεται ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς τελευτῶν. Τίνος οὖν ἕνεκεν ἐνταῦθα τοῦ ἠθικοῦ τοῦτο μόνον γυμνάζει τὸ μέρος; Ὅτι καὶ τῶν ἔμπροσθεν εἰρημένων τὰ πλείονα ἠθικώτερα ἦν, δι' ὧν τὸν πόρνον ἐκόλασε, δι' ὧν τοὺς ἔξω δικαζομένους ἐσωφρόνιζε, δι' ὧν τοὺς μεθύοντας καὶ γαστριζομένους ἐφόβησε, δι' ὧν τοὺς στασιάζοντας καὶ φιλονεικοῦντας καὶ φιλαρχοῦντας κατεδίκασε, δι' ὧν τοὺς ἀναξίως τοῖς μυστηρίοις προσιόντας τῇ ἀφορήτῳ δίκῃ ἐκείνῃ παρέδωκε, δι' ὧν περὶ ἀγάπης διελέχθη. Διὰ δὴ τοῦτο, οὗ μάλιστα αὐτῷ ἔδει τῆς εἰς τοὺς ἁγίους ἐπικουρίας, τούτου μέμνηται μόνου. Καὶ θέα τὴν σύνεσιν· ὅτε αὐτοὺς περὶ ἀναστάσεως ἔπεισε, καὶ προθυμοτέρους ἐποίησε, τότε λοιπὸν καὶ περὶ τούτου διαλέγεται. Καίτοι γε καὶ ὑπὲρ τούτων διελέχθη πρὸς αὐτοὺς ἔμπροσθεν, ὅτε ἔλεγεν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; καὶ, Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἀλλ' ἐπειδὴ ᾔδει τοῦ κατορθώματος τὸ μέγεθος, οὐ παραιτεῖται καὶ τῷ τέλει τῆς Ἐπιστολῆς αὐτὸ προσθεῖναι. Λογίαν δὲ τὴν συλλογὴν καλεῖ, ἐκ προοιμίων εὐθέως κοῦφον τὸ πρᾶγμα ποιῶν· ὅταν γὰρ ἐξ ἁπάντων συνεισφέρηται, ἑκάστῳ κοῦφον γίνεται τὸ ἐπίταγμα. Εἰπὼν δὲ περὶ τῆς συλλογῆς, οὐκ εὐθέως εἶπεν, ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρίζων· καίτοι γε τὸ ἀκόλουθον τοῦτο ἦν· ἀλλὰ πρῶτον εἰπὼν, Καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, τότε τοῦτο ἐπήγαγεν, εἰς ζῆλον αὐτοὺς τῇ διηγήσει τῶν ἑτέροις κατορθουμένων ἄγων, καὶ ἐν τάξει διηγήματος αὐτὸ θείς· ὃ καὶ Ῥωμαίοις ἐπιστέλλων ἐποίησε. Καὶ γὰρ ἐκείνοις δοκῶν διηγεῖσθαι τὴν πρόφασιν τῆς ἐπὶ τὰ Ἱεροσόλυμα ἀποδημίας, οὕτω τὸν περὶ ἐλεημοσύνης ἐμβάλλει λόγον, λέγων· Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῶν τοῖς ἁγίοις. Εὐδόκησε γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων. Ἀλλ' ἐκείνους μὲν διὰ Μακεδόνων καὶ Κορινθίων, τούτους δὲ διὰ Γαλατῶν προτρέπει. Καθὼς διέταξα γὰρ, φησὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. Καὶ γὰρ ᾐσχύνοντο λοιπὸν ἐλάττους Γαλατῶν φανῆναι. Καὶ οὐκ εἶπε, Παρῄνεσα καὶ συνεβούλευσα, ἀλλὰ, Διέταξα, ὅπερ αὐθεντικώτερον. Καὶ οὐ παράγει μίαν πόλιν καὶ δύο καὶ τρεῖς, ἀλλ' ὁλόκληρον ἔθνος· ὅπερ καὶ ἐπὶ τῶν δογμάτων ποιεῖ, λέγων· Καθὼς καὶ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων. Εἰ γὰρ πρὸς δογμάτων πίστιν τοῦτο ἰσχυρὸν, πολλῷ μᾶλλον πρὸς ἔργων μίμησιν. Τί οὖν διέταξας, εἰπέ μοι; Κατὰ μίαν σαββάτου, τουτέστι, Κυριακὴν, ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἂν εὐοδῶται. Ὅρα πῶς καὶ ἀπὸ τοῦ καιροῦ προτρέπει· καὶ γὰρ ἡ ἡμέρα ἱκανὴ ἦν ἀγαγεῖν εἰς ἐλεημοσύνην. Ἀναμνήσθητε γὰρ, φησὶ, τίνων ἐτύχετε ἐν τῇ ἡμέρᾳ ταύτῃ. Τὰ γὰρ ἀπόῤῥητα ἀγαθὰ, καὶ ἡ ῥίζα καὶ ἡ ἀρχὴ τῆς ζωῆς τῆς ἡμετέρας ἐν ταύτῃ γέγονεν. Οὐ ταύτῃ δὲ μόνον ἐπιτήδειος ὁ καιρὸς εἰς προθυμίαν φιλανθρωπίας, ἀλλ' ὅτι καὶ ἄνεσιν ἔχει καὶ πόνων ἀτέλειαν. Ψυχὴ γὰρ ἀφιεμένη μόχθων, εὐκολωτέρα καὶ ἐπιτηδειοτέρα πρὸς τὸ ἐλεεῖν γίνεται. Μετὰ δὲ τούτων καὶ τὸ μυστηρίων ἐν αὐτῇ κοινωνεῖν οὕτω φρικτῶν καὶ ἀθανάτων πολλὴν ἐντίθησι προθυμίαν. Ἐν αὐτῇ τοίνυν ἕκαστος ὑμῶν, οὐχ ἁπλῶς ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' εἷς ἕκαστος, κἂν πένης ᾖ, κἂν πλούσιος, κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν δοῦλος, κἂν ἐλεύθερος, παρ' ἑαυτῷ τιθέτω θησαυρίζων. Οὐκ εἶπεν, Εἰς τὴν ἐκκλησίαν φερέτω, ἵνα μὴ διὰ τὸ μικρὸν αἰσχύνωνται, ἀλλὰ ταῖς κατ' ὀλίγον συναγωγαῖς αὐξήσας τὴν εἰσφορὰν, τότε δεικνύτω ἐμοῦ παραγενομένου. Τέως δὲ παρὰ σαυτῷ τίθει, φησὶ, καὶ ποίησόν σου τὴν οἰκίαν ἐκκλησίαν, τὸ κιβώτιον γαζοφυλάκιον· γενοῦ φύλαξ χρημάτων ἱερῶν, αὐτοχειροτόνητος οἰκονόμος πενήτων. Ἡ φιλανθρωπία ταύτην σοι δίδωσι τὴν ἱερωσύνην. Τούτου σύμβολόν ἐστι καὶ τὸ γαζοφυλάκιον νῦν. Ἀλλὰ τὸ μὲν σύμβολον μένει, τὸ δὲ ἔργον οὐδαμοῦ. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν συνεδρευόντων πάλιν ἡμῖν ἐγκαλέσουσιν, ὅταν ὑπὲρ τούτων διαλεγώμεθα λέγοντες· Μὴ, παρακαλῶ, μὴ γίνου φορτικὸς καὶ ἐπαχθὴς τοῖς ἀκούουσιν· ἐπίτρεψον τῇ προαιρέσει, δὸς τῇ γνώμῃ τῶν ἀκουόντων· ὡς νῦν γε καταισχύνεις ἡμᾶς, ἐρυθριᾷν ποιεῖς· ἀλλ' οὐκ ἀνέχομαι τούτων τῶν λόγων. Οὐδὲ γὰρ Παῦλος ᾐσχύνετο ὑπὲρ τοιούτων συνεχῶς ἐνοχλῶν, καὶ προσαιτούντων φθεγγόμενος ῥήματα. Εἰ μὲν γὰρ τοῦτο ἔλεγον, ὅτι Ἐμοὶ δὸς καὶ εἰς τὴν ἐμὴν κατάθες οἰκίαν, ἴσως ἂν αἰσχύνης ἦν τὸ λεγόμενον· μᾶλλον δὲ οὐδὲ τότε· Οἱ γὰρ τῷ θυσιαστηρίῳ, φησὶ, προσεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
