# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-44

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ἐὰν δὲ ἔλθῃ Τιμόθεος πρὸς ὑμᾶς, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-44

Τάχα τις ἡγεῖται ἀνάξιον εἶναι τῆς ἀνδρείας τῆς Τιμοθέου τὴν παράκλησιν ταύτην· ἀλλ' οὐ Τιμοθέου ἕνεκεν τοῦτο εἴρηται, ἀλλὰ τῶν ἀκουόντων, ἵνα μὴ διὰ τῆς εἰς αὐτὸν ἐπιβουλῆς ἑαυτοὺς καταβλάψωσιν· ἐκεῖνος μὲν γὰρ ἀεὶ πρὸς κινδύνους ἦν παρεμβεβλημένος. Ὡς γὰρ πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν ἐν τῷ Εὐαγγελίῳ, φησίν. Ἀλλ' ἵνα μὴ ἀπὸ τῆς εἰς τὸν μαθητὴν θρασύτητος, καὶ εἰς τὸν διδάσκαλον προέλθωσι καὶ χείρους γένωνται, πόῤῥωθεν αὐτοὺς καταστέλλει, λέγων· Ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τουτέστιν, ἵνα μή τις αὐτοῦ κατεξανιστᾶται τῶν ἀπεγνωσμένων ἐκείνων. Καὶ γὰρ ἔμελλεν αὐτοῖς ἴσως ἐπιτιμᾷν, ὑπὲρ ὧν καὶ Παῦλος ἐπέστειλε· καὶ γὰρ ἐπηγγείλατο δι' αὐτὸ τοῦτο πέμπειν αὐτόν. Ἔπεμψα γὰρ Τιμόθεον ὑμῖν, φησὶν, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Ἵν' οὖν μὴ εὐγενείᾳ καὶ πλούτῳ καὶ τῇ τοῦ δήμου συστάσει καὶ τῇ ἔξωθεν σοφίᾳ θαῤῥοῦντες ἐπίθωνται καὶ διαπτύωσι καὶ ἐπιβουλεύσωσιν, ἀλγοῦντες τοῖς ἐλέγχοις τοῖς παρ' αὐτοῦ, ἢ ὑπὲρ ὧν ὁ διδάσκαλος ἐπετίμησε, δίκην αὐτὸν ἀπαιτήσωσιν ἐκεῖνον ἀμυνόμενοι, διὰ τοῦτό φησιν· Ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς. Μὴ γάρ μοι τοὺς ἔξωθεν εἴπῃς τοὺς Ἕλληνας καὶ ἀπίστους· τὰ παρ' ὑμῶν ἀπαιτῶ, ὑπὲρ ὧν καὶ ἡ Ἐπιστολὴ ἅπασα συνετέθη, οὓς καὶ ἐν ἀρχῇ καὶ προοιμίοις ἐφόβησε. Διὰ τοῦτο εἶπε· Πρὸς ὑμᾶς. Εἶτα ἀπὸ τῆς διακονίας ἀξιόπιστον αὐτὸν ποιεῖ λέγων· Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, φησὶν, εἰ μὴ πλούσιος, εἰ μὴ εὐπαίδευτος, μηδὲ πρεσβύτης, ἀλλὰ τί ἐπιτέτακται καὶ ἀνύει· Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται. Τοῦτο δὲ ἀντὶ πάσης αὐτῷ καὶ εὐγενείας καὶ πλούτου καὶ ἡλικίας καὶ σοφίας ἀπόχρη. Καὶ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ προσέθηκε· Καθὼς καὶ ἐγώ· καὶ ἀνωτέρω, Ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ· αὐτὸς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ. Ἐπεὶ οὖν καὶ νέος ἦν, καὶ μόνος ἐνεχειρίσθη τοσούτου δήμου διόρθωσιν, ἀμφότερα δὲ εἰς καταφρόνησιν ἦγεν, εἰκότως ἐπάγει· Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. Καὶ οὐ τοῦτο ἀπαιτεῖ μόνον, ἀλλὰ καὶ τιμὴν πλείονα· διὸ καί φησι· Προπέμψατε δὲ αὐτὸν μετ' εἰρήνης· τουτέστιν, ἀφόβως, μὴ μάχας καὶ φιλονεικίας ἐμποιοῦντες, μὴ ἔχθρας καὶ ἀπεχθείας, ἀλλ' ὑποταγὴν καὶ τιμὴν, ὡς διδασκάλῳ προσέχοντες. Ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Καὶ τοῦτο φοβοῦντος αὐτοὺς ἦν. Ἵνα γὰρ εἰδότες, ὅτι πάντα εἰρήσεται πρὸς αὐτὸν ἅπερ ἂν πάθῃ, ἐπιεικέστεροι γένωνται, διὰ τοῦτο προσέθηκεν· Ἐκδέχομαι γὰρ αὐτόν. Ἄλλως δὲ καὶ ἐντεῦθεν ἀξιόπιστον ποιεῖ, εἴ γε μέλλων ἐξιέναι, αὐτὸν περιμένει, καὶ τὴν εἰς ἐκείνους δείκνυσιν ἀγάπην, ὅταν τὸν οὕτω χρήσιμον δι' αὐτοὺς φαίνηται πέμψας. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν. Οὗτος καὶ εὐπαίδευτος δοκεῖ εἶναι, καὶ πρεσβύτερος τοῦ Τιμοθέου. Ἵν' οὖν μὴ λέγωσι· Τί δήποτε τὸν μὲν ἄνδρα οὐκ ἀπέστειλε, τὸν δὲ νέον ἀντ' ἐκείνου; ὅρα καὶ τοῦτο πῶς παραμυθεῖται, ἀδελφόν τε αὐτὸν καλῶν, καὶ πολλὰ παρακεκληκέναι, λέγων. Ἵνα γὰρ μὴ δόξῃ προτετιμηκέναι αὐτοῦ τὸν Τιμόθεον, καὶ διὰ τοῦτο μὴ ἀπεσταλκέναι, καὶ πλείονα ἐκκαύσῃ τὸν φθόνον, ἐπήγαγε· Πολλὰ αὐτὸν παρεκάλεσα, ἵνα ἔλθῃ. Τί οὖν; οὐκ εἶξεν ἐκεῖνος οὐδὲ ἐπένευσεν, ἀλλ' ἀντέστη καὶ ἐφιλονείκησεν; Οὐ λέγει τοῦτο, ἀλλ' ἵνα μήτε ἐκεῖνον διαβάλῃ, καὶ ὑπὲρ ἑαυτοῦ ἀπολογήσηται, φησί· Καὶ πάντως οὐκ ἦν θέλημα, ἵνα νῦν ἔλθῃ. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι σκῆψις ταῦτα καὶ πρόφασις, ἐπήγαγεν· Ἐλεύσεται δὲ πρὸς ὑμᾶς, ὅταν εὐκαιρήσῃ. Τοῦτο καὶ ὑπὲρ ἐκείνου ἀπελογήσατο, καὶ αὐτοὺς ἐπιποθοῦντας αὐτὸν τῇ ἐλπίδι τῆς παρουσίας ἀνέπαυσεν. Εἶτα δεικνὺς ὅτι οὐκ ἐν τοῖς διδασκάλοις, ἀλλὰ καὶ ἐν ἑαυτοῖς ὀφείλουσι τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας, φησί· Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει. Οὐκ ἐν τῇ σοφίᾳ τῇ ἔξω· οὐ γὰρ ἔστιν ἐκεῖ ἑστάναι, ἀλλὰ φέρεσθαι· ὥσπερ οὖν ἐν τῇ πίστει ἑστάναι. Ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Ταῦτα δὲ λέγων, δοκεῖ μὲν παραινεῖν, καθάπτεται δὲ αὐτῶν ὡς ῥᾳθυμούντων. Διὸ λέγει· Γρηγορεῖτε, ὡς καθευδόντων· Στήκετε, ὡς σαλευομένων· Ἀνδρίζεσθε, κραταιοῦσθε, ὡς μαλακιζομένων· Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω, ὡς στασιαζόντων. Καὶ τὸ μὲν πρὸς τοὺς ἀπατῶντας, τὸ Γρηγορεῖτε, στήκετε· τὸ δὲ πρὸς τοὺς ἐπιβουλεύοντας, τὸ Ἀνδρίζεσθε· τὸ δὲ πρὸς τοὺς στασιάζοντας καὶ διασπᾷν ἐπιχειροῦντας, τὸ Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω, ὅπερ σύνδεσμός ἐστι τελειότητος, καὶ ῥίζα καὶ πηγὴ τῶν ἀγαθῶν. Τί δέ ἐστι τὸ, Πάντα ἐν ἀγάπῃ; Εἴτε ἐπιτιμᾷ τις, φησὶν, εἴτε ἄρχει, εἴτε ἄρχεται, εἴτε μανθάνει, εἴτε διδάσκει, πάντα μετὰ ἀγάπης· ἐπειδὴ καὶ τὰ εἰρημένα ἅπαντα ἐκ τοῦ ταύτην ἠμελῆσθαι ἐγίνετο. Εἰ γὰρ αὕτη μὴ ἠμελήθη, οὐκ ἂν ἐφυσήθησαν οὐκ ἂν εἶπον· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ· εἰ αὐτὴν ἦν, οὐκ ἂν ἔξω ἐδικάσαντο, μᾶλλον δὲ οὐδ' ἂν ἐδικάσαντο· εἰ αὐτὴ ἦν, οὐκ ἂν ἐκεῖνος τοῦ πατρὸς τὴν γυναῖκα ἔλαβεν, οὐκ ἂν τῶν ἀσθενούντων ἀδελφῶν κατεφρόνησαν, οὐκ ἂν αἱρέσεις εἶχον, οὐκ ἂν ἐκενοδόξησαν ἐπὶ τοῖς χαρίσμασι. Διὰ τοῦτό φησι, Πάντα μετὰ ἀγάπης γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἔστιν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
