# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-5

Εἰπὼν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶν, ἔδειξεν ὅτι ἐκβέβληται ἡ σοφία ἡ ἀνθρωπίνη ἀπό τε τῆς μαρτυρίας τῶν Γραφῶν, ἀπό τε τῆς τῶν πραγμάτων ἐκβάσεως· ἀπὸ μὲν τῆς μαρτυρίας, εἰπὼν, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν· ἀπὸ δὲ τῆς ἐκβάσεως, κατὰ ἐρώτησιν προαγαγὼν τὸν λόγον καὶ εἰπὼν, Ποῦ σοφός; ποῦ γραμματεύς; Πάλιν συναπέδειξεν, ὅτι καὶ οὐ νεώτερον τὸ πρᾶγμα, ἀλλὰ καὶ παλαιὸν, ὡς ἄνωθεν αὐτὸ προδιατυποῦσθαι καὶ προλέγεσθαι· Γέγραπται γὰρ, φησίν· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν. Μετὰ τούτων ἀπέδειξεν, ὅτι καὶ χρησίμως καὶ εὐλόγως ταῦτα οὕτω γέγονεν· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, φησὶν, οὐκ ἔγνω ὁ κόσμος τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· καὶ ὅτι ὁ σταυρὸς ἀφάτου δυνάμεως καὶ σοφίας ἀπόδειξις, καὶ ὅτι πολλῷ μεῖζον τὸ μωρὸν τοῦ Θεοῦ τῆς ἀνθρωπίνης σοφίας, καὶ τοῦτο πάλιν οὐχὶ διὰ τῶν διδασκάλων, ἀλλὰ καὶ δι' αὐτῶν ἀποδείκνυσι τῶν μαθητῶν· Βλέπετε γὰρ, φησὶ, τὴν κλῆσιν ὑμῶν. Οὐ γὰρ μόνον διδασκάλους ἰδιώτας, ἀλλὰ καὶ μαθητὰς ἐπελέξατο τοιούτους· Οὐ γὰρ πολλοὶ σοφοὶ, φησὶ, κατὰ σάρκα. Οὕτω δείκνυται τοῦτο καὶ ἰσχυρότερον καὶ σοφώτερον, ὅταν καὶ πολλοὺς πείσῃ καὶ ἀσόφους πείσῃ. Καὶ γὰρ δυσκολώτατον ἰδιώτην πεῖσαι, μάλιστα ὅταν περὶ πραγμάτων ἀναγκαίων καὶ μεγάλων ὁ λόγος ᾖ. Ἀλλ' ὅμως ἔπεισαν· καὶ τούτου μάρτυρας αὐτοὺς καλεῖ· Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, φησὶν, ἐπισκέψασθε, διερευνήσασθε. Τὸ γὰρ δόγματα οὕτω σοφὰ καὶ πάντων σοφώτερα καταδέξασθαι τοὺς ἰδιώτας, μεγίστην τῷ διδασκάλῳ μαρτυρεῖ σοφίαν. Τί δέ ἐστι, κατὰ σάρκα; Κατὰ τὸ φαινόμενον, κατὰ τὸν παρόντα βίον, κατὰ τὴν ἔξωθεν παίδευσιν. Εἶτα, ἵνα μὴ δόξῃ ἑαυτῷ περιπίπτειν (καὶ γὰρ τὸν ἀνθύπατον ἔπεισε καὶ τὸν Ἀρεοπαγίτην καὶ τὸν Ἀπολλὼ, καὶ ἑτέρους δὲ εἴδομεν σοφοὺς τῷ κηρύγματι προσελθόντας), οὐκ εἶπεν, ὅτι Οὐδεὶς σοφὸς, ἀλλ', Οὐ πολλοὶ σοφοί. Οὐ γὰρ ἀποκεκληρωμένως τοὺς ἰδιώτας ἐκάλει καὶ τοὺς σοφοὺς ἠφίει, ἀλλὰ καὶ τούτους ἐδέχετο, πολλῷ δὲ πλείους ἐκείνους. Τί δήποτε; Ὅτι ὁ κατὰ σάρκα σοφὸς πολλῆς γέμει τῆς ἀνοίας, καὶ οὗτος μάλιστά ἐστιν ὁ μωρὸς, ὅταν τὴν διεφθαρμένην διδασκαλίαν ἐκβαλεῖν μὴ βούληται. Καθάπερ οὖν τις ἰατρὸς, εἰ βουληθείη διδάξαι τινὰς τὰ ἀπὸ τῆς τέχνης, οἱ μὲν ὀλίγα εἰδότες, κακῶς καὶ ἐναντίως χρώμενοι τῇ τέχνῃ καὶ κατέχειν φιλονεικοῦντες, οὐκ ἂν ἀνάσχοιντο μαθεῖν ῥᾳδίως, οἱ δὲ μηδὲν ἐπιστάμενοι μάλιστα ἂν καταδέξαιντο τὰ λεγόμενα· οὕτω δὴ καὶ ἐνταῦθα γέγονεν· οἱ ἰδιῶται μᾶλλον ἐπείσθησαν· τὴν γὰρ ἐσχάτην ἀπόνοιαν οὐκ εἶχον, τὸ νομίζειν ἑαυτοὺς εἶναι σοφούς. Καὶ γὰρ οἱ σφόδρα μωροὶ, οὗτοι μάλιστά εἰσιν οἱ λογισμοῖς ἐπιτρέποντες ἅπερ οὐκ ἔστιν εὑρεῖν, ἀλλ' ἢ διὰ πίστεως. Καὶ γὰρ εἴ τις, τοῦ χαλκευτικοῦ διὰ τῆς πυράγρας τὸν πεπυρακτωμένον ἐξέλκοντος σίδηρον, οὗτος διὰ τῆς χειρὸς φιλονεικοίη τοῦτο ποιεῖν, τὴν ἐσχάτην αὐτοῦ καταψηφιούμεθα ἄνοιαν· οὕτω καὶ οἱ φιλόσοφοι δι' ἑαυτῶν ταῦτα εὑρεῖν φιλονεικήσαντες, τὴν πίστιν ἠτίμασαν. Διά τοι τοῦτο οὐχ εὗρον τῶν ζητουμένων οὐδέν. Οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς. Καὶ γὰρ καὶ οὗτοι τύφου πεπληρωμένοι εἰσίν. Οὐδὲν δὲ οὕτω πρὸς ἀκριβῆ θεογνωσίαν ἄχρηστον, ὡς ἀπόνοια καὶ τὸ προσηλῶσθαι πλούτῳ. Καὶ γὰρ παρασκευάζει τὰ παρόντα θαυμάζειν καὶ μηδένα τῶν μελλόντων ποιεῖσθαι λόγον, καὶ ἐμφράττει τὰ ὦτα τῷ πλήθει τῶν φροντίδων. Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός. Ὅπερ ἐστὶ μέγιστον τῆς νίκης δεῖγμα, ὅταν διὰ τῶν ἰδιωτῶν νικᾷ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
