# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑμᾶς, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-6

Οὐδὲν τῆς Παύλου ψυχῆς ἀγωνιστικώτερον, μᾶλλον δὲ οὐ τῆς ἐκείνου ψυχῆς· οὐ γὰρ αὐτὸς ταῦτα εὕρισκεν· ἀλλ' οὐδὲν τῆς ἐνεργούσης ἐν αὐτῷ χάριτος ἴσον πάντα νικώσης. Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἔμπροσθεν εἰρημένα καταβαλεῖν τὸν τῦφον τῶν ἐπὶ σοφίᾳ κομπαζόντων, μᾶλλον δὲ καὶ μέρος τῶν εἰρημένων. Ὥστε δὲ λαμπρὰ γενέσθαι τὰ νικητήρια, καὶ ἐπαγωνίζεται τοῖς λεχθεῖσι, κειμένοις τοῖς ἐναντίοις ἐπεμβαίνων. Σκόπει δέ· Παρήγαγε τὴν προφητείαν τὴν λέγουσαν, ὅτι Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν· ἔδειξε τοῦ Θεοῦ τὴν σοφίαν, ὅτι διὰ τῆς δοκούσης εἶναι μωρίας κατήργησε τὴν ἔξωθεν φιλοσοφίαν, ἔδειξεν ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, ἔδειξεν ὅτι οὐ μόνον διὰ ἰδιωτῶν ἐδίδαξεν, ἀλλὰ καὶ ἰδιώτας ἐκάλεσε· νῦν δείκνυσι ὅτι καὶ αὐτὸ τὸ κηρυττόμενον, καὶ ὁ τρόπος τῆς κηρύξεως ἱκανὰ θορυβῆσαι ἦν, καὶ οὐκ ἐθορύβησεν. Οὐ γὰρ δὴ μόνον οἱ μαθηταὶ, φησὶν, ἰδιῶται, ἀλλὰ καὶ ἐγὼ ὁ κηρύττων. Διὰ τοῦτό φησι· Καὶ ἐγὼ, ἀδελφοὶ (πάλιν τὸ τῶν ἀδελφῶν τίθησιν ὄνομα, καταλεαίνων τοῦ λόγου τὴν τραχύτητα), ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Τί γὰρ, εἰπέ μοι, εἰ καὶ ἐβούλου καθ' ὑπεροχὴν ἐλθεῖν; ἐδύνασο; Ἐγὼ μὲν εἰ ἐβουλόμην, οὐκ ἂν ἐδυνήθην· ὁ δὲ Χριστὸς εἰ ἐβουλήθη, ἐδύνατο. Ἀλλ' οὐκ ἐβουλήθη, ἵνα λαμπρότερον ποιήσῃ τὸ τρόπαιον. Διὸ καὶ ἀνωτέρω δεικνὺς, ὅτι αὐτοῦ γέγονεν ἔργον καὶ αὐτοῦ βούλημα ἦν τὸ οὕτως ἰδιωτικῶς κηρυχθῆναι τὸν λόγον, ἔλεγεν· Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λό γου. Πολὺ δὲ μεῖζον καὶ ἀπείρως μεῖζον τοῦ Παῦλον θελῆσαι τοῦτο τὸ τὸν Χριστὸν θελῆσαι. Οὐ τοίνυν εὐγλωττίαν ἐπιδεικνύμενος, φησὶν, οὐδὲ τοῖς ἔξωθεν λόγοις ὡπλισμένος καταγγέλλω τὸ μαρτύριον τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Τὸ κήρυγμα, ἀλλὰ, Τὸ μαρτύριον τοῦ Θεοῦ, ὃ καὶ αὐτὸ ἱκανὸν ἦν ἀποτρέψαι. Θάνατον γὰρ περιῄει κηρύττων· διὰ τοῦτο καὶ ἐπήγαγεν· Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον. Τοῦτο δὲ ἔλεγεν, ὅτι καθόλου τῆς ἔξωθεν σοφίας ἐστὶν ἄμοιρος, ὥσπερ οὖν καὶ ἀνωτέρω ἔλεγεν· Ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου. Ὅτι γὰρ ἦν δυνατὸν καὶ τοῦτο αὐτὸν ἔχειν, δῆλον. Οὗ γὰρ τὰ ἱμάτια νεκροὺς ἀνίστη, καὶ αἱ σκιαὶ νοσήματα ἤλαυνον, πολλῷ μᾶλλον εὐγλωττίαν ἠδύνατο δέξασθαι ἡ ψυχή. Τὸ μὲν γάρ ἐστι μαθητῶν, τὸ δὲ πᾶσαν ὑπερβαίνει τέχνην. Ὁ τοίνυν τὰ μείζονα τῆς τέχνης εἰδὼς, πολλῷ πλέον τὰ ἐλάσσονα ἴσχυσεν ἄν. Ἀλλ' οὐκ ἀφῆκεν ὁ Χριστός· οὐ γὰρ συνέφερεν. Εἰκότως οὖν λέγει· Οὐ γὰρ ἔκρινά τι εἰδέναι· καὶ γὰρ καὶ ἐγὼ τοῦτο βούλομαι ὅπερ καὶ ὁ Χριστός. Ἐμοὶ δὲ δοκεῖ καὶ ταπεινότερον αὐτοῖς διειλέχθαι μᾶλλον ἢ τοῖς ἄλλοις, τὸν τῦφον αὐτῶν καταστέλλων. Τὸ τοίνυν, Οὐδὲν ἔκρινα εἰδέναι, πρὸς ἀντιδιαστολὴν τῆς ἔξωθεν εἴρηται σοφίας. Οὐ γὰρ ἦλθον συλλογισμοὺς πλέκων οὐδὲ σοφίσματα, οὐδ' ἄλλο τι λέγων ὑμῖν, ἢ ὅτι ὁ Χριστὸς ἐσταυρώθη. Ἐκεῖνοι μὲν γὰρ μυρία φασὶ, καὶ περὶ μυρίων λέγουσι μακροὺς ἑλίττοντες διαύλους λόγων, κατασκευάζοντες λογισμοὺς καὶ συλλογισμοὺς, μυρία συντιθέντες σοφίσματα· ἐγὼ δὲ ἦλθον πρὸς ὑμᾶς μηδὲν ἄλλο λέγων, ἢ ὅτι ὁ Χριστὸς ἐσταυρώθη, καὶ πάντας ἐκείνους παρήλασα, ὃ τῆς τοῦ κηρυττομένου δυνάμεως σημεῖόν ἐστιν ἄφατον. Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Τοῦτο πάλιν ἄλλο κεφάλαιον. Οὐ γὰρ μόνον οἱ πιστεύοντες ἰδιῶται, οὐδὲ μόνον ὁ λέγων ἰδιώτης, οὐδὲ μόνον ὁ τρόπος τῆς διδασκαλίας ἰδιωτείας γέμων, οὐδὲ μόνον αὐτὸ τὸ κήρυγμα ἱκανὸν θορυβῆσαι· σταυρὸς γὰρ καὶ θάνατος ἦν τὸ καταγγελλόμενον· ἀλλὰ μετ' αὐτῶν καὶ ἕτερα κωλύματα ἦν, οἱ κίνδυνοι καὶ αἱ ἐπιβουλαὶ καὶ ὁ καθημερινὸς φόβος καὶ τὸ ἐλαύνεσθαι. Καὶ γὰρ ἀσθένειαν τοὺς διωγμοὺς πολλαχοῦ φησι, καθάπερ καὶ ἀλλαχοῦ· Τὴν ἀσθένειαν τὴν ἐν τῇ σαρκί μου οὐκ ἐξουδενώσατε· καὶ πάλιν, Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ποίας; Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιάσαι με θέλων. Καὶ πάλιν, Διὸ εὐδοκῶ ἐν ἀσθενείαις. Εἶτα λέγων ποίαις, ἐπήγαγεν· Ἐν ὕβρεσιν, ἐν ἀνάγκαις καὶ ἐν στενοχωρίαις. Καὶ νῦν τὸ αὐτὸ λέγει· εἰπὼν γὰρ, Καὶ ἐγὼ ἐν ἀσθενείᾳ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δηλῶν ὅτι ἀσθένειαν τοὺς κινδύνους καλεῖ, πάλιν ἐπήγαγε· Καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Τί λέγεις; Καὶ Παῦλος ἐφοβεῖτο κινδύνους; Ἐφοβεῖτο, καὶ σφόδρα ἐδεδοίκει· εἰ γὰρ καὶ Παῦλος ἦν, ἀλλ' ἄνθρωπος ἦν. Τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ' ἀσθένεια μὲν τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πληγὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν· ὡς οἵ γε λέγοντες, ὅτι οὐκ ἐφοβεῖτο πληγὰς, οὐ μόνον αὐτὸν οὐ σεμνύνουσιν, ἀλλὰ καὶ ὑποτέμνονται πολὺ τῶν ἐπαίνων. Εἰ γὰρ οὐκ ἐφοβεῖτο, ποία καρτερία ἢ ποία φιλοσοφία τὸ τοὺς κινδύνους φέρειν; Ἐγὼ γὰρ διὰ τοῦτο αὐτὸν θαυμάζω, ὅτι φοβούμενος, καὶ οὐχ ἁπλῶς φοβούμενος, ἀλλὰ καὶ τρέμων τοὺς κινδύνους, διαπαντὸς ἔδραμε στεφανούμενος, καὶ ἐν οὐδενὶ τῶν κινδύνων ἐνέδωκεν, ἐκκαθαίρων τὴν οἰκουμένην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ κήρυγμα σπείρων. Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις. Τουτέστιν, οὐκ ἔχων τὴν ἔξωθεν σοφίαν. Εἰ τοίνυν καὶ τὸ κήρυγμα οὐδὲν εἶχε σεσοφισμένον, καὶ οἱ καλούμενοι ἰδιῶται, καὶ ὁ κηρύττων τοιοῦτος, καὶ διωγμὸς προσῆν καὶ τρόμος καὶ φόβος, πῶς ἐκράτησαν, εἰπέ μοι; Διὰ θείας δυνάμεως. Διόπερ εἰπὼν, Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἐπήγαγεν· Ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
