Ancient Greek
Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-7
Not analysed yet
Τὸ σκότος τοῦ φωτὸς ἐπιτηδειότερον εἶναι δοκεῖ τοῖς τὰς ὄψεις νοσοῦσι· διὸ καὶ μᾶλλον εἰς συνεσκιασμένον δωμάτιον καταφεύγουσι. Τοῦτο καὶ ἐπὶ τῆς σοφίας γέγονε τῆς πνευματικῆς· ἡ μὲν τοῦ Θεοῦ σοφία μωρία ἐδόκει εἶναι τοῖς ἔξωθεν, ἡ δὲ αὐτῶν, ἀληθῶς οὖσα μωρία, σοφία αὐτοῖς νενόμισται. Καὶ ταυτὸν συνέβαινεν, οἷον ἂν εἴ τις σοφίᾳ κυβερνητικῇ κεχρημένος, ἐπηγγέλλετο πλοίου χωρὶς καὶ ἱστίων πέλαγος ἄπειρον διαπερᾷν, εἶτα ἐπειρᾶτο λογισμοῖς κατασκευάζειν ὅτι τοῦτο δυνατόν· ἄλλος δέ τις πάντων ἄπειρος, πλοίῳ καὶ κυβερνήτῃ καὶ ναύταις ἐγχειρίσας ἑαυτὸν, οὕτω μετὰ ἀσφαλείας ἔπλει. Καὶ γὰρ ἡ δοκοῦσα εἶναι ἀμαθία τούτου, τῆς ἐκείνου σοφίας σοφωτέρα. Καλὴ μὲν γὰρ ἡ κυβερνητικὴ, ἀλλ' ὅταν μείζονα ἐπαγγέλληται, μωρία τίς ἐστι· καὶ πᾶσα τέχνη ἡ μὴ ἀρκουμένη τοῖς ὅροις τοῖς ἑαυτῆς τοῦτο ἂν εἴη. Οὕτω καὶ ἡ ἔξωθεν σοφία ἦν ἂν σοφία, εἰ Πνεύματι ἐκέχρητο· ἐπειδὴ δὲ ἑαυτῇ τὸ πᾶν ἐπέτρεψε, καὶ οὐδὲν ἐνόμισε δεῖσθαι τῆς βοηθείας ἐκείνης, μωρία γέγονεν, εἰ καὶ ἐδόκει σοφία εἶναι. Διὸ πρότερον ἐλέγξας τὰ αὐτῆς διὰ τῶν πραγμάτων, τότε αὐτὴν ἐκάλεσε μωρίαν· καὶ πρότερον καλέσας μωρίαν τὴν τοῦ Θεοῦ σοφίαν κατὰ τὴν ἐκείνων ψῆφον, τότε δείκνυσιν αὐτὴν σοφίαν οὖσαν (μετὰ γὰρ τὰς ἀποδείξεις δυνατὸν μάλιστα τοὺς ἀντιλέγοντας ἐντρέπειν)· καί φησι· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. Ὅταν γὰρ ἐγὼ, νομιζόμενος μωρὸς καὶ μωρὰ κηρύττειν, τοῦ σοφοῦ περιγένωμαι, οὐ διὰ μωρᾶς· σοφίας περιεγενόμην, ἀλλὰ διὰ σοφίας τελειοτέρας, καὶ τοσαύτης καὶ οὕτω μείζονος, ὡς ἐκείνην μωρίαν φαίνεσθαι. Διὰ τοῦτο πρότερον αὐτὴν οὕτω καλέσας, ὡς ἐκεῖνοι ὠνόμαζον τότε, καὶ ἀπὸ τῶν πραγμάτων τὴν νίκην δείξας, καὶ ἐκείνους ἀποφήνας σφόδρα μωροὺς, τὸ προσῆκον αὐτῇ λοιπὸν ἀπέδωκεν ὄνομα λέγων· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. Σοφίαν δὲ λέγει τὸ κήρυγμα καὶ τὸν τρόπον τῆς σωτηρίας, τὸ διὰ σταυροῦ σωθῆναι· τελείους δὲ τοὺς πεπιστευκότας. Καὶ γὰρ ἐκεῖνοι τέλειοι οἱ τὰ ἀνθρώπινα εἰδότες ὅτι σφόδρα ἀσθενῆ, καὶ ὑπεριδόντες αὐτῶν, ὅτι μηδὲν αὐτοῖς συμβάλλεται πεπεισμένοι, οἷοι γεγόνασιν οἱ πιστοί. Σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου. Ποῦ γὰρ χρήσιμος ἡ ἔξωθεν σοφία, ἐνταῦθα καταστρέφουσα καὶ περαιτέρω μὴ προϊοῦσα, καὶ οὐδὲ ἐνταῦθα δυναμένη τι τοὺς ἔχοντας ὠφελεῖν; Ἄρχοντας δὲ αἰῶνος ἐνταῦθα οὐ δαίμονάς τινας λέγει, καθώς τινες ὑποπτεύουσιν· ἀλλὰ τοὺς ἐν ἀξιώμασι, τοὺς ἐν δυναστείαις, τοὺς τὸ πρᾶγμα περιμάχητον εἶναι νομίζοντας, φιλοσόφους καὶ ῥήτορας καὶ λογογράφους· καὶ γὰρ αὐτοὶ ἐκράτουν, καὶ δημαγωγοὶ πολλάκις ἐγίνοντο. Τοῦ δὲ αἰῶνος τούτου ἐκάλεσεν ἄρχοντας, ἐπειδὴ περαιτέρω τοῦ παρόντος αἰῶνος οὐ πρόεισιν αὐτῶν ἡ ἀρχή· διὸ καὶ ἐπήγαγε· Τῶν καταργουμένων· οἴκοθέν τε αὐτὴν διαβάλλων καὶ ἀπὸ τῶν χρωμένων. Δείξας γὰρ ὅτι ψευδής ἐστιν, ὅτι μωρὰ, ὅτι οὐδὲν δύναται εὑρεῖν, ὅτι ἀσθενὴς, δείκνυσιν ὅτι καὶ ὀλιγοχρόνιος. Ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ. Ποίῳ μυστηρίῳ; Καὶ μὴν φησὶν ὁ Χριστός· Ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωμάτων. Πῶς οὖν μυστήριον αὐτὴν καλεῖ; Ἐπειδὴ οὔτε ἄγγελος οὔτε ἀρχάγγελος οὔτε ἄλλη τις αὐτὸ κτιστὴ δύναμις ᾔδει, πρὶν γενέσθαι. Διό φησιν, Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Τοῦτο δὲ ἐποίησεν, ἡμᾶς τιμῶν ὁ Θεὸς, ὥστε μεθ' ἡμῶν ἀκοῦσαι τῶν μυστηρίων. Καὶ γὰρ καὶ ἡμεῖς, οὓς ἂν ποιησώμεθα φίλους, τοῦτο τεκμήριον πρὸς αὐτοὺς εἶναί φαμεν τῆς φιλίας, τὸ μηδενὶ πρὸ αὐτῶν εἰπεῖν τὰ ἀπόῤῥητα. Ἀκουέτωσαν οἱ τὸ κήρυγμα ἐκπομπεύοντες. καὶ πᾶσιν ἁπλῶς ἐκφαίνοντες τοὺς μαργαρίτας καὶ τὸ δόγμα, καὶ τὰ ἅγια κυσὶ καὶ χοίροις ῥιπτοῦντες καὶ λογισμοῖς περιττοῖς. Τὸ γὰρ μυστήριον κατασκευῆς οὐ δεῖται, ἀλλ' ὅπερ ἐστὶ, τοῦτο μόνον ὂν καταγγέλλεται· ἐπεὶ οὐκ ἔσται μυστήριον θεῖον καὶ ὁλόκληρον, ὅταν καὶ παρὰ σαυτοῦ τι προσθῇς. Καὶ ἄλλως δὲ μυστήριον καλεῖται, ὅτι οὐχ ἅπερ ὁρῶμεν πιστεύομεν, ἀλλ' ἕτερα ὁρῶμεν, καὶ ἕτερα πιστεύομεν. Τοιαύτη γὰρ ἡ τῶν μυστηρίων ἡμῶν φύσις. Ἑτέρως γοῦν ἐγὼ, καὶ ἑτέρως ὁ ἄπιστος περὶ τούτων διακείμεθα. Ἀκούω ἐγὼ, ὅτι ἐσταυρώθη ὁ Χριστὸς, καὶ τὴν φιλανθρωπίαν εὐθέως θαυμάζω· ἀκούει ἐκεῖνος, καὶ ἀσθένειαν νομίζει. Ἀκούω ὅτι δοῦλος γέγονε, καὶ τὴν κηδεμονίαν θαυμάζω· ἀκούει ἐκεῖνος, καὶ ἀτιμίαν λογίζεται. Ἀκούω ὅτι ἀπέθανε, καὶ τὴν δύναμιν ἐκπλήττομαι, ὅτι ἐν θανάτῳ γενόμενος οὐκ ἐκρατήθη, ἀλλὰ καὶ ἐξέλυσε θάνατον· ἀκούει ἐκεῖνος, καὶ ἀδυναμίαν ὑποπτεύει. Ἀκούων ἀνάστασιν ἐκεῖνος, μῦθον τὸ πρᾶγμά φησιν· ἐγὼ δὲ τὰς διὰ τῶν πραγμάτων δεξάμενος ἀποδείξεις, προσκυνῶ τοῦ Θεοῦ τὴν οἰκονομίαν. Ἀκούων λουτρὸν ἐκεῖνος, ἁπλῶς ὕδωρ νομίζει· ἐγὼ δὲ οὐ τὸ ὁρώμενον ἁπλῶς βλέπω, ἀλλὰ τὸν τῆς ψυχῆς καθαρμὸν τὸν διὰ τοῦ Πνεύματος. Ἐκεῖνος λελοῦσθαί μοι τὸ σῶμα νομίζει μόνον· ἐγὼ δὲ πεπίστευκα, ὅτι καὶ ἡ ψυχὴ γέγονε καθαρά τε καὶ ἁγία, καὶ λογίζομαι τὸν τάφον, τὴν ἀνάστασιν, τὸν ἁγιασμὸν, τὴν δικαιοσύνην, τὴν ἀπολύτρωσιν, τὴν υἱοθεσίαν, τὴν κληρονομίαν, τὴν βασιλείαν τῶν οὐρανῶν, τοῦ Πνεύματος τὴν χορηγίαν. Οὐ γὰρ τῇ ὄψει κρίνω τὰ φαινόμενα, ἀλλὰ τοῖς ὀφθαλμοῖς τῆς διανοίας. Ἀκούω σῶμα Χριστοῦ· ἑτέρως ἐγὼ νοῶ τὸ εἰρημένον, ἑτέρως ὁ ἄπιστος.