Ancient Greek
Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην· ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-9
Not analysed yet
Οὐ μικρὸν ἡμῖν τοῦτο τὸ προκείμενον ζήτημα, ἀλλὰ καὶ περὶ τῶν σφόδρα ἀναγκαίων, καὶ ὧν ἅπαντες ζητοῦσιν ἄνθρωποι, εἰ τέλος ἔχει τὸ τῆς γεέννης πῦρ. Ὅτι μὲν γὰρ οὐκ ἔχει, ὁ Χριστὸς ἀπεφήνατο λέγων· Τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει. Καὶ οἶδα μὲν, ὅτι ναρκᾶτε ταῦτα ἀκούοντες· ἀλλὰ τί πάθω; καὶ γὰρ ὁ Θεὸς κελεύει ταῦτα συνεχῶς ἐνηχεῖν, λέγων· Διάστειλαι τῷ λαῷ τούτῳ· καὶ ἡμεῖς εἰς διακονίαν λόγου τετάγμεθα, καὶ ἀνάγκη φορτικὸν εἶναι τοῖς ἀκροαταῖς, οὐχ ἑκόντα, ἀλλ' ἀναγκαζόμενον. Μᾶλλον δὲ, εἰ βούλεσθε, οὐκ ἐσόμεθα φορτικοί· Ἂν γὰρ, φησὶ, ποιῇς τὸ ἀγαθὸν, μὴ φοβοῦ. Ὥστε ἔξεστιν ὑμῖν μὴ μόνον μὴ μετὰ ἀπεχθείας, ἀλλὰ καὶ μετὰ ἡδονῆς ἡμῶν ἀκούειν. Ὅτι μὲν οὖν οὐκ ἔχει τέλος, καὶ ὁ Χριστὸς ἀπεφήνατο· καὶ ὁ Παῦλος δέ φησι, δεικνὺς ἀθάνατον τὴν κόλασιν, ὅτι οἱ ἁμαρτάνοντες δίκην τίσουσι ὄλεθρον αἰώνιον· καὶ πάλιν, Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κληρονομήσουσι· καὶ Ἑβραίοις δὲ ἔλεγεν· Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ὁ Χριστὸς δὲ τοῖς εἰρηκόσιν, Ἐν τῷ ὀνόματί σου δυνάμεις πολλὰς ἐποιήσαμεν, φησί· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· οὐκ οἶδα ὑμᾶς. Καὶ αἱ παρθένοι δὲ ἀποκλεισθεῖσαι, οὐκ ἔτι εἰσῆλθον· καὶ περὶ τῶν μὴ θρεψάντων δὲ αὐτὸν φησὶν, ὅτι Ἀπελεύσονται εἰς κόλασιν αἰώνιον. Καὶ μή μοι λέγε· Ποῦ ὁ τοῦ δικαίου διαφυλάττεται λόγος, εἰ μὴ ἔχει τέλος ἡ κόλασις; Ὅταν γὰρ ὁ Θεὸς ἐργάζηταί τι, πείθου ταῖς ἀποφάσεσι, καὶ μὴ ὑπόβαλλε λογισμοῖς ἀνθρωπίνοις τὰ λεγόμενα. Ἄλλως δὲ πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ βελτίω γενόμενον, κολάζεσθαι; Εἰ γὰρ τὸ δίκαιον ἐξετάζεις, ἐξ ἀρχῆς ἡμᾶς εὐθέως ἐχρῆν ἀπολέσθαι, κατὰ τὸν τοῦ δικαίου λόγον· μᾶλλον δὲ οὐδὲ τότε κατὰ τὸν τοῦ δικαίου λόγον μόνον. Καὶ γὰρ καὶ φιλανθρωπίαν εἶχεν, εἰ καὶ τοῦτο ἐπάθομεν τὸ γινόμενον. Ὅταν μὲν γάρ τις τὸν μηδὲν ἠδικηκότα ὑβρίζῃ, κατὰ τὸν τοῦ δικαίου λόγον δίδωσι δίκην· ὅταν δέ τις τὸν εὐεργέτην, τὸν οὐδὲν προπαθόντα μὲν, εὖ ποιήσαντα δὲ μυρία, καὶ μόνον τοῦ εἶναι γενόμενον αἴτιον, καὶ Θεὸν ὄντα, καὶ ψυχὴν ἐμπνεύσαντα, καὶ μυρία χαρισάμενον, καὶ εἰς οὐρανὸν βουληθέντα ἀναγαγεῖν, εἰ τοῦτον μετὰ τοσαύτας εὐεργεσίας μὴ μόνον ὑβρίζει, ἀλλὰ καὶ καθ' ἡμέραν ὑβρίζει δι' ὧν ποιεῖ, ποίας ἄξιος ἔσται συγγνώμης; Οὐχ ὁρᾷς πῶς τὸν Ἀδὰμ ἐκόλασε διὰ μίαν ἁμαρτίαν; Ναὶ, φησὶ, παράδεισον παρέδωκεν ἐκείνῳ, καὶ πολλῆς εὐνοίας ἀπολαῦσαι ἐποίησε. Καίτοι γε οὐκ ἔστιν ἴσον, ἀδείας ἀπολαύοντα ἁμαρτάνειν, καὶ ἐν θλίψει καθεστῶτα πολλῇ. Καὶ γὰρ τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι οὐδὲ ἐν παραδείσῳ ὢν ἁμαρτάνεις, ἀλλ' ἐν τοῖς μυρίοις τοῦ παρόντος βίου κακοῖς, καὶ οὐδὲ τῇ ταλαιπωρίᾳ σωφρονέστερος γίνῃ· ὥσπερ ἂν εἴ τις δεδεμένος χρῷτο τῇ πονηρίᾳ. Σοὶ δὲ καὶ παραδείσου μείζονα ἐπηγγείλατο· καὶ οὔτε ἔδωκεν ἤδη, ἵνα μή σε διαχέῃ ἐν τῷ καιρῷ τῶν ἀγώνων, οὔτε ἐσίγησεν, ἵνα μή σε καταβάλ[λ]ῃ τοῖς πόνοις. Κἀκεῖνος μὲν μίαν ἁμαρτίαν ἁμαρτὼν, θάνατον ὁλόκληρον ἐπεσπάσατο, ἡμεῖς δὲ μυρία καθ' ἑκάστην ἡμέραν πλημμελοῦμεν. Εἰ δὲ μίαν ἐργασάμενος ἐκεῖνος τοσοῦτον ἐπεσπάσατο κακὸν, καὶ θάνατον εἰσήνεγκεν· οἱ διηνεκῶς ἐν ἁμαρτήμασι ζῶντες, τί οὐ πεισόμεθα, οἱ ἀντὶ παραδείσου τὸν οὐρανὸν προσδοκῶντες; Φορτικὸς ὁ λόγος, καὶ λυπεῖ τὸν ἀκροατήν· καὶ ἐξ ὧν αὐτὸς πάσχω, τοῦτο οἶδα· καὶ γὰρ ἡ καρδία μου ταράττεται καὶ πάλλει· καὶ ὅσῳ ἂν ἴδω κατασκευαζόμενον τὸν τῆς γεέννης λόγον, τοσούτῳ μᾶλλον τρέμω καὶ ἀναδύομαι τῷ δέει. Ἀλλ' ἀνάγκη ταῦτα λέγειν, ἵνα μὴ περιπέσωμεν τῇ γεέννῃ. Οὐκ ἔλαβες σὺ παράδεισον οὐδὲ ξύλα καὶ φυτὰ, ἀλλ' οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά. Εἰ δὲ ὁ ἐλάττω λαβὼν κατεδικάσθη, καὶ οὐδεὶς αὐτὸν ἐξείλετο λόγος, πολλῷ μᾶλλον ἡμεῖς οἱ πλείονα ἁμαρτάνοντες καὶ ἐπὶ μείζοσι κεκλημένοι, τὰ ἀνήκεστα ὑπομενοῦμεν. Ἐννόησον γοῦν πόσον χρόνον ἐν τῷ θανάτῳ μένει διὰ μίαν ἁμαρτίαν τὸ γένος τὸ ἡμέτερον. Πεντακισχίλια ἔτη καὶ πλείω παρῆλθε, καὶ ὁ θάνατος οὐδέπω λέλυται διὰ μίαν ἁμαρτίαν. Καὶ οὐδὲ ἔχομεν εἰπεῖν, ὅτι προφητῶν ἤκουσεν ὁ Ἀδὰμ, οὐδὲ ὅτι ἐπὶ ἁμαρτήμασιν ἑτέρους κολαζομένους εἶδε, καὶ φοβηθῆναι ἐντεῦθεν αὐτὸν εἰκὸς ἦν, καὶ αὐτῷ τῷ παραδείγματι σωφρονισθῆναι· πρῶτος γὰρ ἦν τότε καὶ μόνος, ἀλλ' ὅμως ἐτιμωρεῖτο. Σὺ δὲ οὐδὲν ἂν ἔχοις τούτων προβαλέσθαι, ὁ μετὰ τοσαῦτα παραδείγματα γενόμενος χείρων, ὁ τοσούτου καταξιωθεὶς Πνεύματος, καὶ οὐ μίαν οὐδὲ δύο καὶ τρεῖς, ἀλλὰ μυρίας ἐφελκόμενος ἁμαρτίας. Μὴ γὰρ, ὅτι ἐν ῥοπῇ βραχείᾳ τὰ ἁμαρτήματα γίνεται, τοῦτο σκόπει, καὶ διὰ τοῦτο καὶ τὴν κόλασιν ῥοπῆς εἶναι νόμιζε. Οὐχ ὁρᾷς τοὺς ἀνθρώπους, οἳ πολλάκις ὑπὲρ μιᾶς κλοπῆς καὶ μιᾶς μοιχείας ἐν μικρᾷ ῥοπῇ γινομένης ἐν δεσμωτηρίοις καὶ μετάλλοις ὁλόκληρον αὐτῶν τὸν βίον ἀνάλωσαν, λιμῷ διηνεκεῖ καὶ μυρίοις παλαίοντες θανάτοις; καὶ οὐδεὶς αὐτοὺς ἐξείλετο οὐδὲ εἶπεν, ὅτι ἐπειδὴ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ ἁμάρτημα γέγονε, δεῖ καὶ τὴν κόλασιν ἀντίῤῥοπον τῇ ἁμαρτίᾳ καὶ τὸν χρόνον ἔχειν.