Ancient Greek
Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-12
Not analysed yet
Οὐ γὰρ σὰ κατορθώματα ταῦτα, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος. Κἂν τὴν πίστιν εἴπῃς, ἀπὸ τῆς κλήσεως γέγονε· κἂν τὴν ἄφεσιν εἴπῃς τῶν ἁμαρτημάτων, κἂν τὰ χαρίσματα κἂν τὸν διδασκαλικὸν λόγον, κἂν τὰς δυνάμεις, πάντα ἐκεῖθεν ἔλαβες. Τί τοίνυν ἔχεις, εἰπὲ, ὅπερ οὐχὶ λαβὼν ἔχεις, ἀλλ' αὐτὸς ἀπὸ σαυτοῦ κατώρθωσας; οὐκ ἂν ἔχοις εἰπεῖν. Ἀλλ' ἔλαβες, καὶ διὰ τοῦτο μέγα φρονεῖς; Διὰ τοῦτο μὲν οὖν ἔδει συνεστάλθαι· οὐ γὰρ σόν ἐστι τὸ δοθὲν, ἀλλὰ τοῦ δεδωκότος. Εἰ γὰρ ἔλαβες, ἀλλὰ παρ' ἐκείνου ἔλαβες· εἰ δὲ παρ' ἐκείνου ἔλαβες, οὐ σὸν ἔλαβες· εἰ δὲ οὐ σὸν ἔλαβες, τί μέγα φρονεῖς, ὡς σὸν ἔχων; Διὸ καὶ ἐπήγαγεν· Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Κατασκευάσας τοίνυν κατὰ συνδρομὴν τὸν λόγον, δείκνυσιν ὅτι καὶ πολλῶν αὐτοῖς δεῖ, καί φησιν, ὅτι Μάλιστα μὲν, εἰ καὶ πάντα ἐλάβετε, οὐκ ἔδει καυχᾶσθαι· οὐδὲν γὰρ ὑμέτερον· νυνὶ δὲ καὶ πολλῶν ἐστε ἔρημοι. Καὶ ἐν ἀρχῇ μὲν τοῦτο ᾐνίξατο εἰπών· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς· καὶ, Οὐδὲν ἔκρινα εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον· ἐνταῦθα δὲ ἐντρεπτικῶς ποιεῖ λέγων· Ἤδη κεκορεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε· τουτέστιν, Οὐδενὸς δεῖσθε λοιπὸν, τέλειοι γεγένησθε, τὴν κορυφὴν αὐτὴν κατέχετε, οὐδενὸς ἐν χρείᾳ καθεστηκέναι νομίζετε, οὔτε ἀποστόλων, οὔτε διδασκάλων. Ἤδη κεκορεσμένοι ἐστέ. Καὶ καλῶς τῷ Ἤδη ἐχρήσατο, ἀπὸ τοῦ χρόνου δεικνὺς τὸ ἀπίθανον αὐτῶν καὶ τὴν ἄλογον οἴησιν. Διὸ καὶ κωμῳδῶν αὐτοὺς, ἔλεγεν· Οὕτω ταχέως πρὸς τὸ τέλος ἐφθάσατε, ὅπερ ἀδύνατον ἦν γενέσθαι διὰ τὸν καιρόν. Τὰ γὰρ τελειότερα ἐν τῷ μέλλοντι μένει· τὸ δὲ ἀπὸ ὀλίγων κορεσθῆναι, ψυχῆς ἐστιν ἀσθενοῦς· τὸ ἀπὸ ὀλίγων νομίζειν πλουτεῖν, ναυτιώσης καὶ ταλαιπώρου· ἀκόρεστον γὰρ ἡ εὐλάβεια· καὶ παιδικῆς διανοίας ἐστὶν ἀπὸ τῶν πρώτων νομίζειν τὸ πᾶν εἰληφέναι, καὶ οὐδέπω οὐδὲ ἐν προοιμίοις ὄντας ὡς τοῦ τέλους ἐπειλημμένους μέγα φρονεῖν. Εἶτα καὶ διὰ τῶν ἑξῆς ἐντρέπει μᾶλλον. Εἰπὼ γὰρ, Ἤδη κεκορεσμένοι ἐστὲ, ἐπήγαγεν· Ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Πολλῆς γέμει τῆς βαρύτητος ὁ λόγος. Διὸ καὶ ἔσχατον αὐτὸν ἐπήγαγε μετὰ πολλὴν τὴν ἐπίπληξιν. Οὕτω γὰρ σεμνὴ γίνεται ἡ παραίνεσις καὶ εὐπαράδεκτος, ὅταν μετὰ τὰς κατηγορίας ἐπιφέρηται τὰ ἐντρεπτικὰ ῥήματα. Καὶ γὰρ τὴν ἀναίσχυντον ἱκανὸν τοῦτο ψυχὴν κατασχεῖν, καὶ πλῆξαι μειζόνως τῆς φανερᾶς κατηγορίας, καὶ διορθῶσαι τὴν ἀπὸ τῆς κατηγορίας μέλλουσαν γίνεσθαι ἀλγηδόνα τε καὶ ἀναισχυντίαν. Τὸ γὰρ δὴ θαυμαστὸν τῶν ἐντρεπτικῶν λόγων τοῦτο μάλιστά ἐστιν, ὅτι δύο κέκτηνται τἀναντία· καὶ τομὴν βαθυτέραν δίδωσι τῆς προφανοῦς διαβολῆς, καὶ τὸν ἐλεγχόμενον παρασκευάζει χαλεπώτερον τεμνόμενον καρτερῆσαι μειζόνως. Χωρὶς ἡμῶν ἐβασιλεύσατε. Πολλὴ ἔμφασις ἐνταῦθα καὶ πρὸς τοὺς διδασκάλους καὶ πρὸς τοὺς μαθητάς. Καὶ τὸ ἀσυνείδητον δὲ αὐτῶν δείκνυται καὶ τὸ σφόδρα ἀνόητον. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἐν μὲν τοῖς πόνοις φησὶν εἶναι πάντα κοινὰ καὶ ἡμῖν καὶ ὑμῖν, ἐν δὲ τοῖς ἐπάθλοις καὶ τοῖς στεφάνοις ὑμεῖς πρῶτοι. Ἀλλ' οὐκ ἀλγῶ ταῦτα λέγων· διὸ καὶ ἐπήγαγε· Καὶ ὄφελόν γε ἐβασιλεύσατε. Εἶτα, ἵνα μὴ δόξῃ εἰρωνεία τις εἶναι, ἐπήγαγεν· Ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Καὶ γὰρ ἂν, φησὶ, καὶ ἡμεῖς τούτων ἐπετύχομεν τῶν ἀγαθῶν. Εἶδες πῶς ὁμοῦ καὶ τὴν βαρύτητα καὶ τὴν κηδεμονίαν ἐνδείκνυται καὶ τὴν φιλόσοφον γνώμην; Ὅρα πῶς καθαιρεῖ καὶ τὸν τῦφον δι' ὧν ἐπάγει λέγων· Δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους. Πολλὴν τὴν ἔμφασιν καὶ τὴν βαρύτητα ἐνδείκνυται πάλιν τῷ εἰπεῖν, Ἡμᾶς. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τὸ ἀξίωμα ἐπήγαγε, σφόδρα αὐτῶν καθικνούμενος· Ἡμᾶς, φησὶ, τοὺς ἀποστόλους· τοὺς τὰ μυρία ὑπομένοντας κακὰ, τοὺς σπείροντας τὸ κήρυγμα τῆς εὐσεβείας, τοὺς ἐπὶ τὴν φιλοσοφίαν ταύτην ὑμᾶς ἄγοντας· τούτους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, τουτέστιν, ὡς καταδίκους. Ἐπειδὴ γὰρ εἶπεν, Ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν, καὶ ἐχάλασε τῷ λόγῳ τὸ σφοδρόν· ἵνα μὴ αὐτοὺς ἐκλύσῃ, ἀναλαμβάνει πάλιν αὐτὸ μετὰ πλείονος βαρυθυμίας, καί φησι· Δοκῶ γὰρ, ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους. Ὡς γὰρ ὁρῶ, φησὶ, καὶ ἐξ ὧν ὑμεῖς φατε, οἱ πάντων ἀτιμότεροι καὶ οἱ κατάδικοι ἡμεῖς ἐσμεν, οἳ εἰς τὸ πάσχειν ἀεὶ κακῶς προβεβλήμεθα· ὑμεῖς δὲ ἤδη βασιλείαν καὶ τιμὰς καὶ τὰ ἔπαθλα φαντάζεσθε. Βουλόμενος δὲ εἰς πλείονα ἀτοπίαν ἀπαγαγεῖν τὸν λόγον, καὶ δεῖξαι αὐτὸν ἀπίθανον μεθ' ὑπερβολῆς, οὐκ εἶπεν, ὅτι Ἁπλῶς ἡμεῖς ἐσμεν ἔσχατοι, ἀλλ', Ὁ Θεὸς ἡμᾶς ἐσχάτους ἐποίησε. Καὶ οὐκ ἠρκέσθη τῷ εἰπεῖν Ἐσχάτους, ἀλλὰ προσέθηκε καὶ Ἐπιθανατίους· ἵνα καὶ ὁ σφόδρα ἀνόητος συνειδῇ τῶν εἰρημένων τὸ ἀπίθανον, καὶ ὅτι ἀλγοῦντος ἦν τὰ λεγόμενα καὶ σφόδρα αὐτοὺς ἐντρέποντος.