# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-13

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ἡμεῖς μωροὶ διὰ Χριστὸν (ἀναγκαῖον γὰρ ἐντεῦθεν πάλιν τὸν λόγον ἀναλαβεῖν), ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-13

Ἡμεῖς δὲ οὐ μόνον οὐ δυσχεραίνομεν, ἀλλὰ καὶ ἀγαλλόμεθα. Καὶ τούτου τεκμήριον τὸ τοὺς ποιοῦντας κακῶς τοῖς ἐναντίοις ἀμείβεσθαι. Ὅτι δὲ τοῦτο ἐποίουν, ἄκουσον τῶν ἑξῆς· Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, τουτέστι, μωροὶ διὰ Χριστόν. Ὁ γὰρ κακῶς παθὼν, καὶ μήτε ἀμυνόμενος μήτε ἀλγῶν, μωρὸς εἶναι δοκεῖ παρὰ τοῖς ἔξωθεν καὶ ἄτιμος καὶ ἀσθενής. Καὶ ἵνα μὴ φορτικώτερον τὸν λόγον ἐργάσηται, εἰς τὴν ἐκείνων πόλιν τὰ πάθη περιστήσας, τί φησι; Περικαθάρματα, οὐ τῆς πόλεως ὑμῶν, ἀλλὰ τοῦ κόσμου ἐγενήθημεν· καὶ πάλιν, Πάντων περίψημα· οὐχ ὑμῶν μόνον, ἀλλὰ πάντων. Ὥσπερ οὖν ὅταν περὶ τῆς τοῦ Χριστοῦ διαλέγηται κηδεμονίας, τὴν γῆν, τὸν οὐρανὸν, τὴν πᾶσαν κτίσιν ἀφεὶς, τὸν σταυρὸν ἐν μέσῳ τίθησιν· οὕτω καὶ ὅταν πρὸς ἑαυτὸν ἐπισπάσασθαι βουληθῇ, τὰ σημεῖα παραδραμὼν, τὰ πάθη λέγει τὰ δι' αὐτούς. Οὕτω καὶ ἡμῖν ἔθος, ὅταν ἀδικώμεθα παρά τινων καὶ καταφρονώμεθα, ἅπερ ὑπὲρ αὐτῶν ἐπάθομεν, ταῦτα φέρειν εἰς μέσον. Πάντων περίψημα ἕως ἄρτι. Εὔτονον τὴν πληγὴν ἔδωκε πρὸς τῷ τέλει. Πάντων δὲ, οὐ τῶν διωκόντων, φησὶν, ἀλλὰ τῶν δι' οὓς ταῦτα πάσχομεν· τουτέστι, Χάριν ἔχω πολλὴν αὐτοῖς. Βαρυθυμοῦντος τὸ ῥῆμα, οὐκ ἀλγοῦντος αὐτοῦ, ἀλλ' ἐκείνους πλῆξαι βουλομένου. Ὁ γὰρ μυρία ἔχων ἐγκαλεῖν, καὶ ἀσπάζεται. Διὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει πράως ἡμᾶς φέρειν τὰς ὕβρεις, ἵνα καὶ αὐτοὶ φιλοσοφῶμεν, κἀκείνους μᾶλλον ἐντρέπωμεν. Οὐ γὰρ οὕτως ὑβρίζων, ὡς σιγῶν τις, τοῦτο ἐργάζεται. Εἶτ' ἐπειδὴ εἶδεν ἀφόρητον τὴν πληγὴν, ταχέως αὐτὴν ἐθεράπευσεν, εἰπών· Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Οὐχ ὡς καταισχύνων γὰρ ὑμᾶς, ταῦτα λέγω, φησίν. Ὅπερ ἐποίησε διὰ τῶν ῥημάτων, τοῦτό φησιν οὐ πεποιηκέναι· μᾶλλον δὲ πεποιηκέναι μέν φησιν, οὐ μὴν διανοίᾳ πονηρᾷ καὶ μισούσῃ· ἐπεὶ καὶ ἀρίστη αὕτη ἡ θεραπεία, εἰπόντα τὸν λόγον προσθεῖναι τὴν ἀπὸ τῆς διανοίας ἀπολογίαν. Μὴ εἰπεῖν μὲν γὰρ οὐκ ἐνῆν, ἐπεὶ ἔμειναν ἂν ἀδιόρθωτοι· εἰπόντα δὲ ἀφεῖναι πάλιν τὴν πληγὴν ἀνίατον, χαλεπόν· διόπερ μετὰ βαρύτητος ἀπολογεῖται. Τοῦτο γὰρ οὐ μόνον οὐκ ἐξαίρει τὴν τομὴν, ἀλλὰ καὶ ἐνδοτέρω ποιεῖ καταδῦναι, τῆς πληγῆς τὴν ἀλγηδόνα παραμυθούμενον ἅπασαν. Ὁ γὰρ ἀκούσας, ὅτι οὐκ ὀνειδίζων, ἀλλ' ἀγαπῶν ταῦτα λέγει, μᾶλλον καταδέχεται τὴν διόρθωσιν. Πολλὴ δὲ καὶ ἐνταῦθα ἡ βαρύτης καὶ ἡ ἐντροπή. Οὐ γὰρ εἶπεν, ὡς διδάσκαλος, οὐδὲ ὡς ἀπόστολος, οὐδὲ ὡς μαθητὰς ἔχων, ὅπερ τῆς ἀξίας ἦν, ἀλλ', Ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ· καὶ οὐχ ἁπλῶς τέκνα, ἀλλὰ ποθούμενα. Σύγγνωτέ μοι, φησί· καὶ εἴ τι φορτικὸν εἴρηται, ἐξ ἀγάπης ταῦτα γίνεται. Καὶ οὐκ εἶπεν, Ἐπιτιμῶ, ἀλλὰ, Νουθετῶ. Τίς δὲ οὐκ ἂν ἀνάσχοιτο πατρὸς ἀλγοῦντος, καὶ τὰ δέοντα συμβουλεύοντος; Διὰ τοῦτο οὐ πρότερον εἶπε τοῦτο, ἀλλ' ὅτε τὴν πληγὴν ἔδωκε. Τί οὖν, ἀφειδοῦσιν ἡμῶν οἱ ἄλλοι διδάσκαλοι, φησίν; Οὐ τοῦτο λέγω, ἀλλ' οὐχ οὕτω φείδονται. Ἀλλὰ τοῦτο μὲν συντόμως οὐκ εἶπε, διὰ δὲ τῶν ἐπιτηδευμάτων καὶ τῶν ὀνομάτων αὐτὸ ἐνέφηνε, τὸν παιδαγωγὸν καὶ τὸν πατέρα θείς. Ἐὰν γὰρ, φησὶ, πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας. Οὐ τὸ ἀξίωμα ἐμφαίνει ἐνταῦθα, ἀλλὰ τῆς ἀγάπης τὴν ὑπερβολήν. Καὶ οὐδὲ ἐκείνους ἔπληξε, τὸ, Ἐν Χριστῷ, προσθεὶς, ἀλλὰ καὶ παρεμυθήσατο αὐτοὺς, οὐχὶ κόλακας, ἀλλὰ παιδαγωγοὺς εἰπὼν τοὺς σπουδάζοντας καὶ ἀνεχομένους τῶν πόνων· καὶ τὴν ἑαυτοῦ κηδεμονίαν ἀπεδείξατο. Διὸ οὐκ εἶπεν, Ἀλλ' οὐ πολλοὺς διδασκάλους, ἀλλ', Οὐ πατέρας. Οὕτως οὐκ ἀξίωμα θεῖναι ἐβούλετο, οὐδὲ, ὅτι πλείονα παρ' αὐτοῦ ὠφέληντο, διδάξαι· ἀλλὰ συγχωρήσας ἐκείνοις τὰ πολλὰ περὶ αὐτοὺς πεπονηκέναι (τοιοῦτον γὰρ ὁ παιδαγωγὸς), τὴν τῆς ἀγάπης ὑπερβολὴν ἑαυτῷ ταμιεύεται. Τοιοῦτον γὰρ ὁ πατήρ. Καὶ οὐ λέγει μόνον, ὅτι Οὐδεὶς ὑμᾶς οὕτω φιλεῖ, ὅπερ ἀνεύθυνον ἦν, ἀλλὰ καὶ πρᾶγμα γεγονὸς εἰς μέσον ἄγει. Ποῖον δὴ τοῦτο; Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ἐν Χριστῷ Ἰησοῦ· οὐκ ἐμαυτῷ τοῦτο λογίζομαι, φησί. Πάλιν τοὺς ἑαυτοῖς ἐπιφημίζοντας τὴν διδασκαλίαν πλήττει. Ὑμεῖς γάρ ἐστε, φησὶν, ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς· καὶ πάλιν, Ἐγὼ ἐφύτευσα· καὶ ἐνταῦθα, Ἐγὼ ἐγέννησα. Οὐκ εἶπε, Κατήγγειλα τὸν λόγον, ἀλλ', Ἐγὼ ἐγέννησα, τοῖς τῆς φύσεως ὀνόμασι κεχρημένος. Ἓν γὰρ ἐσπούδαζε, τὴν ἀγάπην ἐπιδείξασθαι, ἣν περὶ αὐτοὺς εἶχεν. Ἐκεῖνοι μὲν γὰρ παρ' ἐμοῦ δεξάμενοι ἐνήγαγον ὑμᾶς· τὸ δὲ εἶναι πιστοὺς, δι' ἐμοῦ γέγονεν. Ἐπειδὴ γὰρ εἶπεν, Ὡς τέκνα, ἵνα μὴ κολακείας εἶναι νομίσῃς τὸ ῥῆμα, παρίστησι καὶ τὸ πρᾶγμα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Βαβαί. πόση τοῦ διδασκάλου ἡ παῤῥησία. πῶς ἀπηκριβωμένη ἡ εἰκὼν, ὅταν καὶ ἑτέρους ἐπὶ τοῦτο παρακαλῇ. Οὐκ ἐπαίρων δὲ ἑαυτὸν τοῦτο ποιεῖ, ἀλλὰ δεικνὺς εὔκολον οὖσαν τὴν ἀρετήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
