# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-14

Καθάπερ γὰρ λέοντος παρουσία ἅπαντα ποιεῖ κατεπτηχέναι τὰ ζῶα· οὕτω καὶ ἡ Παύλου τοὺς διαφθείραντας τὴν Ἐκκλησίαν. Διὸ καὶ ἐπάγει· Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ. Ἀλλὰ τὸ μὲν τοῦτο εἰπεῖν μόνον, ἐδόκει ἀπειλῆς εἶναι· τὸ δὲ καὶ τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν καὶ αὐτὸν ἐπαγγείλασθαι, κἀκείνους ἀπαιτεῖν, τοῦτο ἦν μεγαλόφρονος διανοίας. Διόπερ καὶ προσέθηκε τοῦτο, εἰπών· Καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Οὐδὲ γὰρ ἀπὸ κατορθωμάτων οἰκείων, ἀλλ' ἀπὸ τῆς τοῦ διδασκάλου ἀπουσίας ἡ ἀπόνοια ἦν· ὅπερ καὶ αὐτὸ γνώμης ἦν καταφρονητικῆς. Διὰ τοῦτο εἰπὼν, Ἔπεμψα Τιμόθεον, οὐκ εὐθέως εἶπεν, Ἐλεύσομαι, ἀλλὰ πρότερον αὐτῶν κατηγορήσας, ὅτι ἐφυσιώθησαν, τότε φησίν· Ἐλεύσομαι. Εἰ μὲν γὰρ πρὸ τῆς κατηγορίας αὐτὸ τέθεικεν, ἀπολογία μᾶλλον ἐγένετο αὐτοῦ ὡς οὐκ ἀπολειφθέντος, καὶ οὐκ ἀπειλὴ, καὶ οὐδὲ οὗτος πιστὸς ὁ λόγος ἦν· νυνὶ δὲ μετὰ τὴν κατηγορίαν θεὶς, καὶ ἀξιόπιστον αὐτὸν καὶ φοβερὸν ἐποίησε. Καὶ ὅρα αὐτοῦ τὸ βέβαιον καὶ ἀσφαλές. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἐλεύσομαι, ἀλλ', Ἐὰν ὁ Κύριος θελήσῃ· καὶ οὐ τίθησι χρόνον ὡρισμένον. Ἐπειδὴ γὰρ συνέβαινεν αὐτὸν βραδέως παραγενέσθαι, τῇ ἀδηλίᾳ βούλεται αὐτοὺς ἐναγωνίους ποιῆσαι. Καὶ ἵνα μὴ διὰ τοῦτο πάλιν ἀναπέσωσι, προσέθηκε· Ταχέως. Καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Οὐκ εἶπεν, ὅτι Γνώσομαι τὴν σοφίαν, οὐδὲ τὰ σημεῖα, ἀλλὰ τί; Οὐ τὸν λόγον· κἀκεῖνο τῷ ὀνόματι καταφέρων, καὶ τοῦτο ἐπαίρων. Καὶ τέως πρὸς τοὺς ἄλλους ἀποτείνεται τοὺς συγκροτοῦντας τὸν πεπορνευκότα. Εἰ γὰρ πρὸς ἐκεῖνον ἔλεγεν, οὐκ ἂν εἶπε τὴν δύναμιν, ἀλλὰ τὰ ἔργα, ἅπερ ἦν αὐτῷ διεφθαρμένα. Καὶ διὰ τί οὐ ζητεῖς τὸν λόγον; Οὐκ ἐπειδὴ ἀπορῶ λόγου, ἀλλ' ἐπειδὴ ἐν δυνάμει τὰ ἡμέτερα. Καθάπερ οὖν ἐν πολέμῳ οὐ τῶν πολλὰ φθεγγομένων τὸ κατορθοῦν, ἀλλὰ τῶν πολλὰ ἐργαζομένων· οὕτω δὴ καὶ ἐνταῦθα, οὐ τῶν λαλούντων, ἀλλὰ τῶν ποιούντων ἡ νίκη. Μέγα φρονεῖς ἐπὶ εὐγλωττίᾳ, φησίν· ἀλλ' εἰ μὲν ῥητόρων ὁ ἀγὼν καὶ ὁ καιρὸς, καλῶς ἐντεῦθεν ἐφρόνεις· εἰ δὲ ἀποστόλων ἀλήθειαν καταγγελλόντων, καὶ σημείοις ταύτην βεβαιούντων, τί πεφύσησαι ἐπὶ πράγματι περιττῷ καὶ οὐδὲν ὄντι, οὐδὲ εἰς τὰ παρόντα τι συντελέσαι δυναμένῳ; Τί γὰρ λόγων ἐπίδειξις δύναιτ' ἂν πρὸς τὸ νεκρὸν ἀναστῆσαι, ἢ δαίμονας ἐλάσαι, ἢ ἄλλην τινὰ τοιαύτην ἐργάσασθαι θαυματουργίαν; Τούτων δὲ χρεία νῦν, καὶ διὰ τούτων τὰ ἡμέτερα συνίσταται. Διὸ καὶ ἐπήγαγεν· Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει. Διὰ σημείων, φησὶν, οὐ δι' εὐγλωττίας ἐκρατήσαμεν, καὶ τοῦ θείαν εἶναι τὴν διδασκαλίαν ἡμῶν, καὶ βασιλείαν καταγγέλλειν οὐρανῶν, μεγίστην ἀπόδειξιν παρεχόμενοι τὰ σημεῖα, ἅπερ ποιοῦμεν τῇ δυνάμει τοῦ Πνεύματος. Εἰ τοίνυν μεγάλοι τινὲς εἶναι βούλονται οἱ πεφυσιωμένοι νῦν, ἐπειδὰν παραγένωμαι, δειξάτωσαν, εἴ τινα δύναμιν τοιαύτην ἔχουσι· καὶ μή μοι ῥημάτων προβαλλέσθωσαν κόμπους· οὐδὲν γὰρ ἐκείνη πρὸς ἡμᾶς ἡ τέχνη. Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; Πολὺ καὶ τὸ φοβερὸν ἔχει καὶ τὸ προσηνὲς ὁ λόγος οὗτος. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Γνώσομαι, ἔτι ὑπεσταλμένου ἦν· τὸ δὲ εἰπεῖν, Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; ἐπὶ τὸν διδασκαλικὸν λοιπὸν ἀναβαίνοντος θρόνον κἀκεῖθεν αὐτοῖς διαλεγομένου, καὶ τὴν ἐξουσίαν ἀναλαβόντος πᾶσαν. Τί ἐστιν, Ἐν ῥάβδῳ; Ἐν κολάσει, ἐν τιμωρίᾳ, τουτέστιν, Ἀνελῶ, πηρώσω· ὅπερ ἐπὶ τῆς Σαπφείρας ὁ Πέτρος ἐποίησεν ὅπερ αὐτὸς ἐπὶ Ἐλύμα τοῦ μάγου. Οὐκέτι γὰρ λοιπὸν ὡς παρεξετάζων ἐκείνοις ἑαυτὸν λέγει, ἀλλ' αὐθεντικῶς. Καὶ ἐν τῇ δευτέρᾳ δὲ Ἐπιστολῇ τὸ αὐτὸ τοῦτο φαίνεται λέγων, ὅταν λέγῃ· Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ἐν ῥάβδῳ ἔλθω, ἢ ἐν ἀγάπῃ; τί γὰρ, ἐν ῥάβδῳ ἐλθεῖν, οὐκ ἦν ἀγάπης; Ἀγάπης μὲν ἦν· ἀλλ' ἐπειδὴ σφόδρα ἀγαπῶν ἀναδύεται πρὸς τιμωρίαν, διὰ τοῦτο οὕτω φησίν. Ὅτε μὲν οὖν περὶ τιμωρίας ἔλεγεν, οὐκ εἶπε, Πνεύματί τε πραότητος, ἀλλὰ Ῥάβδῳ. Καίτοι κἀκεῖνο Πνεύματι ἐγίνετο· ἔστι γὰρ πνεῦμα πραότητος, καὶ πνεῦμα αὐστηρότητος· ἀλλ' οὐ βούλεται οὕτως αὐτὸ καλεῖν, ἀλλ' ἀπὸ τῶν χρηστοτέρων. Διὰ τοῦτο καὶ ὁ Θεὸς καίτοι γε τιμωρούμενος, ὅτι μὲν ἐλεήμων ἐστὶ καὶ μακρόθυμος καὶ πλούσιος ἐν ἐλέει καὶ οἰκτιρμοῖς, πολλαχοῦ λέγεται· ὅτι δὲ κολαστικὸς, ἅπαξ που καὶ δεύτερον καὶ σπανιάκις, καὶ ταῦτα τῆς αἰτίας κατεπειγούσης. Καὶ σκόπει σοφίαν Παύλου. Τὴν ἐξουσίαν αὐτὸς ἔχων, καὶ τούτου κἀκείνου ἑτέρους ποιεῖ κυρίους λέγων, Τί θέλετε; ἐν ὑμῖν τὸ πρᾶγμα κεῖται. Καὶ γὰρ ἡμεῖς ἐσμεν καὶ τούτου κἀκείνου κύριοι, καὶ τοῦ εἰς γέενναν ἐμπεσεῖν, καὶ τοῦ βασιλείας ἐπιτυχεῖν· ἐπειδὴ ὁ Θεὸς οὕτως ἠθέλησεν. Ἰδοὺ γὰρ, φησὶ, πῦρ καὶ ὕδωρ· οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου· καὶ, Ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
