# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-16

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυσος ἢ λοίδορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-16

Ἐμνημόνευσε ῥήσεως ἐν τῇ Παλαιᾷ κειμένης, ὁμοῦ μὲν δεικνὺς, ὅτι καὶ αὐτοὶ τὰ μέγιστα κερδανοῦσιν, ὥσπερ λοιμοῦ τινος ἀπαλλαγέντες χαλεποῦ, ὁμοῦ δὲ δηλῶν, ὅτι οὐ καινοτομία τὸ τοιοῦτον, ἀλλὰ καὶ ἄνωθεν ἐδόκει τοῦτο τῷ νομοθέτῃ τοὺς τοιούτους ἐκτέμνεσθαι· ἀλλ' ἐκεῖ μὲν σφοδρότερον, ἐνταῦθα δὲ ἡμερώτερον. Διόπερ καὶ εἰκότως ἄν τις διαπορήσειε, τί δήποτε ἐκεῖ μὲν συνεχώρει κολάζεσθαι τὸν ἡμαρτηκότα καὶ καταλεύεσθαι, ἐνταῦθα δὲ οὐκέτι, ἀλλ' ἐπὶ μετάνοιαν αὐτὸν ἄγει. Τί δήποτ' οὖν ἑτέρως μὲν ἐκεῖνα, ἑτέρως δὲ ταῦτα διετυποῦτο; Διὰ δύο ταύτας αἰτίας· μίαν μὲν, ὅτι ἐπὶ μείζονα ἀγῶνα οὗτοι ἤγοντο, καὶ πλείονος ἐδέοντο τῆς μακροθυμίας· ἑτέραν δὲ τὴν ἀληθεστέραν, ὅτι οὗτοι μὲν ἀπὸ τῆς ἀτιμωρησίας εὐκολώτερον διωρθοῦντο ἐπὶ μετάνοιαν ἐρχόμενοι, ἐκεῖνοι δὲ ἐπὶ κακίαν μείζονα ἔμελλον ἕρπειν. Εἰ γὰρ τοὺς πρώτους κολαζομένους ὁρῶντες τοῖς αὐτοῖς ἐνέμενον, εἰ μηδὲ ἐκολάζοντό τινες, πολλῷ μᾶλλον τοῦτο ἂν ἔπαθον. Διὰ τοῦτο ἐκεῖ μὲν τῷ μοιχῷ καὶ τῷ ἀνδροφόνῳ θάνατος εὐθέως ἐπάγεται· ἐνταῦθα δὲ, ἐὰν διὰ μετανοίας ἀπολούσωνται, διέφυγον τὴν κόλασιν. Πλὴν καὶ ἐνταῦθα σφοδροτέρας, καὶ ἐν τῇ Παλαιᾷ ἡμερωτέρας ἴδοι τις ἂν τιμωρίας, ἵνα δειχθῇ διὰ πάντων, ὅτι συγγενεῖς αἱ διαθῆκαι καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ νομοθέτου· καὶ παρὰ πόδας καὶ ἐκεῖ καὶ ἐνταῦθα τὰς τιμωρίας, καὶ μετὰ πολὺν χρόνον πολλάκις ἐν ἑκατέρᾳ, καὶ οὐδὲ μετὰ πολὺν χρόνον πολλάκις, ἀλλὰ μετανοίᾳ μόνῃ ἀρκούμενον τὸν Θεόν. Καὶ γὰρ ἐν τῇ Παλαιᾷ μοιχεύσας καὶ φονεύσας ὁ Δαυῒδ, διὰ μετανοίας ἐσώθη, καὶ ἐν τῇ Καινῇ μικρὰ ἀπὸ χωρίου τιμῆς ὑφελόμενος ὁ Ἀνανίας μετὰ τῆς γυναικὸς ἀπώλετο. Εἰ δὲ πλεονάζει ταῦτα ἐν τῇ Παλαιᾷ, τὰ δὲ ἐναντία ἐν τῇ Καινῇ, ἡ διαφορὰ τῶν προσώπων τὴν διαφορὰν τῆς τοιαύτης οἰκονομίας ἐργάζεται. Τολμᾷ τις ὑμῶν, πρὸς τὸν ἀδελφὸν αὐτοῦ πρᾶγμα ἔχων, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ ἐνταῦθα πάλιν ὡς ἐπὶ ὡμολογημένων ποιεῖται τὴν κατηγορίαν. Καὶ γὰρ ἐκεῖ φησιν, Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία· καὶ ἐνταῦθα, Τολμᾷ τις ὑμῶν; ἐκ προοιμίων εὐθέως τὸν θυμὸν ἐνδεικνύμενος, καὶ δεικνὺς ὅτι τόλμης ἐστὶ τὸ πρᾶγμα καὶ παρανομίας. Καὶ τί δήποτε τὸν περὶ πλεονεξίας καὶ τοῦ μὴ δεῖν ἔξω κρίνεσθαι παρενέβαλε λόγον; Οἰκεῖον νόμον πληρῶν. Καὶ γὰρ ἔθος αὐτῷ τὰ παρεμπίπτοντα διορθοῦν, ὥσπερ ἡνίκα περὶ τῶν κοινῶν τραπεζῶν διαλεγόμενος, εἰς τὸν περὶ τῶν μυστηρίων ἐξέβη λόγον. Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ πλεονεκτῶν ἀδελφῶν ἐμνημόνευσε, ζέων τῇ φροντίδι τῆς διορθώσεως τῶν ἁμαρτανόντων οὐκ ἀνέχεται διατηρῆσαι τάξιν· ἀλλὰ τὸ ἐκ τῆς ἀκολουθίας ἀχθὲν εἰς μέσον ἁμάρτημα διορθοῦται πάλιν, καὶ οὕτως ἐπὶ τὸν πρότερον ἐπάνεισιν. Ἀκούσωμεν οὖν τί φησι καὶ περὶ τούτου· Τολμᾷ τις ὑμῶν πρὸς τὸν ἀδελφὸν αὐτοῦ πρᾶγμα ἔχων, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Τέως ἐκ τῶν ὀνομάτων γυμνοῖ καὶ ἀποτρέπει, καὶ ἐγκαλεῖ. Καὶ ἐκ προοιμίων μὲν οὐκ ἀνατρέπει τὴν κρίσιν τὴν ἐπὶ τῶν πιστῶν· ὅτε δὲ αὐτοὺς κατέπληξε διὰ πολλῶν, τότε καὶ τὸ ὅλως κρίνεσθαι ἀνεῖλε. Μάλιστα μὲν γὰρ εἰ δεῖ κρίνεσθαι, φησὶν, ἐπὶ τῶν ἀδίκων οὐκ ἔδει· ὅλως δὲ οὐδὲ κρίνεσθαι δεῖ. Ἀλλὰ τοῦτο μὲν ὕστερον τίθησι· τέως δὲ τὸ πρῶτον διακαθαίρει τὸ μὴ ἔξω δικάζεσθαι. Πῶς γὰρ οὐκ ἄτοπον πρὸς τὸν φίλον μικροψυχοῦντα, τὸν ἐχθρὸν καταλλάκτην λαμβάνειν, φησί; πῶς δὲ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς, ὅταν Ἕλλην τῷ Χριστιανῷ καθέζηται δικάζων; Εἰ δὲ ὑπὲρ ἰδιωτικῶν οὐ χρὴ παρ' Ἕλλησι δικάζεσθαι, πῶς αὐτοῖς ἐπιτρέψομεν ὑπὲρ ἑτέρων μειζόνων; Καὶ ὅρα πῶς εἶπεν· οὐκ εἶπεν, Ἐπὶ τῶν ἀπίστων, ἀλλ', Ἐπὶ τῶν ἀδίκων, λέξιν θεὶς, ἧς μάλιστα χρείαν εἶχεν εἰς τὴν προκειμένην ὑπόθεσιν, ὥστε ἀποτρέψαι καὶ ἀπαγαγεῖν. Ἐπειδὴ γὰρ περὶ δίκης αὐτῷ ὁ λόγος ἦν, οἱ δικαζόμενοι δὲ οὐδὲν οὕτως ἐπιζητοῦσιν, ὡς τὸ πολλὴν εἶναι πρόνοιαν τοῦ δικαίου παρὰ τοῖς δικάζουσιν, ἐντεῦθεν αὐτοὺς ἀποτρέπει, μονονουχὶ λέγων· Ποῖ φέρῃ καὶ τί ποιεῖς, ἄνθρωπε, τοὐναντίον πάσχων, ὧν ἐπιθυμεῖς, καὶ ὑπὲρ τοῦ τῶν δικαίων τυχεῖν ἀδίκοις ἐπιτρέπων ἀνθρώποις; Καὶ ἐπειδὴ εὐθέως φορτικὸν ἦν ἀκοῦσαι τὸ μὴ δικάζεσθαι, οὐκ εὐθέως τοῦτο ἐπήγαγεν, ἀλλὰ τοὺς δικάζοντας ἤμειψε μόνον, ἔξωθεν εἰς τὴν Ἐκκλησίαν εἰσάγων τοὺς δικαζομένους. Εἶτα, ἐπειδὴ εὐκαταφρόνητον εἶναι ἐδόκει τὸ παρὰ τοῖς ἔνδον δικάζεσθαι, καὶ μάλιστα τότε (οὐ γὰρ ἦσαν ἴσως ἱκανοὶ πρᾶγμα συνιδεῖν, οὔτε τοιοῦτοι οἷοι οἱ ἔξωθεν δικασταὶ νόμων ἔμπειροι καὶ ῥητορείας, ἅτε ἐξ ἰδιωτῶν οἱ πλείους ὄντες)· ὅρα πῶς αὐτοὺς ἀξιοπίστους ποιεῖ, πρῶτον ἁγίους καλέσας. Ἀλλ' ἐπειδὴ τοῦτο βίου καθαρότητα, οὐκέτι δὲ ἀκρίβειαν τὴν περὶ τὴν ἀκρόασιν αὐτοῖς ἐμαρτύρει, ὅρα πῶς καὶ τοῦτο μεθοδεύει τὸ μέρος, λέγων οὕτως· Ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
