Ancient Greek
Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-17
Not analysed yet
Εἶδες πάλιν σοφίαν ἀποστολικήν; τὸ γὰρ ἀξιόπιστον ἀεὶ τῆς ἀναστάσεως ἀπὸ τοῦ Χριστοῦ κατασκευάζει, καὶ μάλιστα νῦν. Εἰ γὰρ τὸ σῶμα ἡμῶν μέλος τοῦ Χριστοῦ, ἀνέστη δὲ ὁ Χριστὸς, καὶ τὸ σῶμα πάντως ἕψεται τῇ κεφαλῇ. Διὰ τῆς δυνάμεως αὐτοῦ. Ἐπειδὴ γὰρ εἶπε πρᾶγμα ἀπιστούμενον καὶ λογισμοῖς οὐ δυνάμενον ὑπονοηθῆναι, τῷ ἀκαταλήπτῳ τῆς δυνάμεως αὐτοῦ παρεχώρησε τὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, οὐ μικρὰν κατ' αὐτῶν ἀπόδειξιν καὶ ταύτην παρεχόμενος. Καὶ ἐπὶ μὲν τῆς ἀναστάσεως τοῦ Χριστοῦ οὐ τέθεικεν αὐτό· οὐδὲ γὰρ εἶπεν, Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἐξεγερεῖ· ἐξέβη γὰρ τὸ πρᾶγμα· ἀλλὰ πῶς; Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε· καὶ οὐκ ἐδεῖτο κατασκευῆς. Ἐπὶ δὲ τῆς ἡμετέρας ἀναστάσεως, ἐπειδὴ οὐδέπω γέγονεν, οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ· τῇ ἀξιοπιστίᾳ τῆς τοῦ ποιοῦντος ἰσχύος τοὺς ἀντιλέγοντας ἐπιστομίζων. Εἰ δὲ τῷ Πατρὶ τὴν ἀνάστασιν λογίζεται τοῦ Χριστοῦ, μηδέν σε θορυβείτω τοῦτο. Οὐ γὰρ ὡς ἀτονοῦντος τοῦ Χριστοῦ, τοῦτο τέθεικεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ πάλιν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ ὁ Λουκᾶς δὲ ἐν ταῖς Πράξεσί φησιν· Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Τίνος οὖν ἕνεκεν ὁ Παῦλος οὕτω φησίν; Ὅτι καὶ τὰ τοῦ Υἱοῦ τῷ Πατρὶ λογίζεται, καὶ τὰ τοῦ Πατρὸς τῷ Υἱῷ· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, φησὶ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Σφόδρα δὲ εὐκαίρως ἐνταῦθα τῆς ἀναστάσεως ἀνέμνησε, ταῖς ἐλπίσιν ἐκείναις καταστέλλων τῆς ἀδηφαγίας τὴν τυραννίδα, καὶ μονονουχὶ λέγων· Ἔφαγες· ἔπιες ἀσώτως, καὶ τί τὸ πέρας; οὐδὲν, ἀλλ' ἢ φθορὰ μόνον. Συνεζεύχθης τῷ Χριστῷ, καὶ τί τὸ πέρας; Μέγα καὶ θαυμαστὸν ἡ μέλλουσα ἀνάστασις, ἡ ἔνδοξος ἐκείνη καὶ πάντα ὑπερβαίνουσα λόγον. Μηδεὶς τοίνυν διαπιστείτω τῇ ἀναστάσει· εἰ δέ τις ἀπιστεῖ, ἐννοείτω πόσα ἐξ οὐκ ὄντων ἐποίησε, καὶ δεχέσθω καὶ περὶ ἐκείνης ἀπόδειξιν. Τὰ γὰρ ἤδη γενόμενα παραδοξότερα πολλῷ, καὶ θαῦμα ἀμήχανον ἔχοντα. Σκόπει δέ· Γῆν λαβὼν ἔφυρε, καὶ ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρὸ τούτου. Πῶς οὖν ἡ γῆ γέγονεν ἄνθρωπος; πῶς δὲ αὕτη οὐκ οὖσα παρήγετο; πῶς δὲ τὰ ἐξ αὐτῆς ἅπαντα, τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν, οὐκ ὠδίνων ἐπ' ἐκείνων ἡγησαμένων, οὐχ ὑετῶν κατενεχθέντων ἐπὶ τούτων, οὐχὶ γεωργίας φανείσης, οὐ βοῶν, οὐκ ἀρότρου, οὐκ ἄλλου οὐδενὸς συντελοῦντος εἰς τὴν γένεσιν τούτων; Διὰ τοῦτο γὰρ ἐκ γῆς ἀψύχου καὶ ἀναισθήτου τοσαῦτα ἐν ἀρχῇ γένη καὶ φυτῶν καὶ ἀλόγων ζώων ἀνῆκεν, ἵνα ἄνωθέν σε παιδεύσῃ τὸν τῆς ἀναστάσεως λόγον. Τοῦτο γὰρ τῆς ἀναστάσεως ἀπορώτερον. Οὐ γάρ ἐστιν ἴσον σβεσθέντα ἀνάψαι λύχνον, καὶ μηδαμῶς φαινόμενον δεῖξαι πῦρ· οὐκ ἔστιν ἴσον κατενεχθεῖσαν οἰκίαν ἀναστῆσαι, καὶ μηδὲ ὅλως ὑφεστῶσαν παραγαγεῖν. Ἐνταῦθα μὲν γὰρ, εἰ καὶ μηδὲν ἄλλο, ἀλλ' ἡ ὕλη ὑπέκειτο· ἐκεῖ δὲ οὐδὲ ἡ οὐσία ἐφαίνετο. Διὰ τοῦτο τὸ δυσκολώτερον εἶναι δοκοῦν ἐποίησε πρότερον, ἵνα ἐκ τούτου τὸ εὐκολώτερον παραδέξῃ. Δυσκολώτερον δὲ εἶπον, οὐχὶ τῷ Θεῷ, ἀλλὰ κατὰ τὴν τῶν ἡμετέρων λογισμῶν ἀκολουθίαν· Θεῷ γὰρ δύσκολον οὐδέν· ἀλλ' ὥσπερ ζωγράφος ὁ μίαν ποιῶν εἰκόνα, μυρίας εὐκόλως ποιήσει, οὕτω καὶ Θεῷ ῥᾴδιον μυρίους ποιῆσαι κόσμους καὶ ἀπείρους· μᾶλλον δὲ, ὥσπερ εὔκολον ἐννοῆσαί σε πόλιν καὶ κόσμους ἀπείρους, οὕτω ποιῆσαι Θεῷ εὔκολον, μᾶλλον δὲ καὶ τούτου πολλῷ πάλιν εὐκολώτερον. Σὺ μὲν γὰρ κἂν βραχὺν χρόνον ἀναλίσκεις ἐν τῇ ἐννοίᾳ· ὁ δὲ Θεὸς οὐδὲ τοῦτο, ἀλλ' ὅσῳ τῶν κουφοτάτων τινὸς, μᾶλλον δὲ καὶ τοῦ νοῦ τοῦ ἡμετέρου οἱ λίθοι βαρύτεροι, τοσούτῳ ὁ νοῦς ἡμῶν τῆς ταχύτητος τῆς ἐν τῷ ποιεῖν ἀπολιμπάνεται τοῦ Θεοῦ. Ἐθαύμασας αὐτοῦ τὴν δύναμιν ἐπὶ τῆς γῆς; Ἐννόησον πάλιν πῶς ὁ οὐρανὸς γέγονεν οὐκ ὢν, πῶς τὰ ἄπειρα ἄστρα, πῶς ὁ ἥλιος, πῶς ἡ σελήνη· καὶ ταῦτα πάντα οὐκ ὄντα. Πάλιν, εἰπέ μοι, πῶς μετὰ τὸ γενέσθαι ἕστηκε, καὶ ἐπὶ τίνος; ποίαν ὑποβάθραν ἔχει, ἡ γῆ δὲ ποίαν; καὶ τί μετὰ τὴν γῆν; καὶ μετ' ἐκεῖνο πάλιν τὸ μετὰ τὴν γῆν, τί; Ὁρᾷς εἰς πόσον ἴλιγγον ἐκπίπτει σου τὸ τῆς διανοίας ὄμμα, ἂν μὴ ταχέως ἐπὶ τὴν πίστιν καταδράμῃς καὶ τὴν ἀκατάληπτον δύναμιν τοῦ ποιήσαντος; Εἰ δὲ βούλει καὶ ἀπὸ τῶν ἀνθρωπίνων στοχάζεσθαι, δυνήσῃ κατὰ μικρὸν πτερῶσαί σου τὴν διάνοιαν. Ποίων ἀνθρωπίνων; φησίν. Οὐχ ὁρᾷς τοὺς κεραμέας, πῶς τὸ διακλασθὲν καὶ γενόμενον ἄμορφον διαπλάττουσι σκεῦος; τοὺς τὴν μεταλλικὴν χωνεύοντας γῆν, πῶς τὴν γῆν χρυσίον ἀποφαίνουσι, καὶ σίδηρον καὶ χαλκόν; πάλιν ἑτέρους τοὺς τὴν ὕελον ἐργαζομένους, πῶς τὴν ἄμμον εἰς ἓν σῶμα συνεχὲς καὶ διαυγὲς μετασκευάζουσι; Εἴπω τοὺς σκυτοδέψας, τοὺς τὰ ἁλουργὰ ἐσθήματα βάπτοντας, πῶς ἕτερον ἀνθ' ἑτέρου τὸ δεξάμενον τὴν βαφὴν ἀποφαίνουσιν; εἴπω τὴν γέννησιν τὴν ἡμετέραν; οὐ σπέρμα βραχὺ πρῶτον ἄμορφον καὶ ἀτύπωτον ἐνίεται εἰς τὴν ὑποδεχομένην μήτραν αὐτό; πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις; Τί δὲ ὁ σῖτος; οὐ κόκκος γυμνὸς εἰς τὴν γῆν καταβάλλεται; οὐ μετὰ τὸ καταβληθῆναι σήπεται; πόθεν ἄσταχυς καὶ ἀνθέρικες καὶ καλάμη καὶ τὰ ἄλλα πάντα; οὐ κεγχρὶς σύκου μικρὰ πολλάκις ἐμπεσοῦσα εἰς γῆν, καὶ ῥίζαν καὶ κλάδους καὶ καρπὸν ἤνεγκεν; Εἶτα τούτων μὲν ἕκαστον δέχῃ καὶ οὐ περιεργάζῃ, τὸν δὲ Θεὸν μόνον ἀπαιτεῖς εὐθύνας μετασκευάζοντα ἡμῶν τὸ σῶμα; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης;