# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χριστοῦ εἰσιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-18

Οὐχ ἁπλῶς εἶπε, Τοῦ Πνεύματος, ἀλλὰ, Τοῦ ἐν ὑμῖν, ὅπερ ἦν καὶ παραμυθουμένου· καὶ πάλιν ἐπεξηγούμενος ἐπήγαγεν· Οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ. Καὶ τὸν δεδωκότα τέθεικεν, ὑψηλόν τε ὁμοῦ ποιῶν τὸν ἀκροατὴν, καὶ φοβῶν καὶ τῷ μεγέθει τῆς παρακαταθήκης καὶ τῇ φιλοτιμίᾳ τοῦ παρακαταθεμένου. Καὶ οὐκ ἐστὲ ἑαυτῶν. Τοῦτο οὐκ ἐντρέποντος μόνον ἐστὶν, ἀλλὰ καὶ βιαζομένου πρὸς ἀρετήν. Τί γάρ; πράττεις ἃ θέλεις, φησίν· οὐκ εἶ ἑαυτοῦ κύριος. Ταῦτα δὲ ἔλεγεν, οὐχὶ τὸ αὐτεξούσιον ἀναιρῶν· καὶ γὰρ εἰπὼν, Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει, οὐχὶ τὴν ἐλευθερίαν ἡμῶν ἀνεῖλε· καὶ ἐνταῦθα πάλιν γράφων, ὅτι Οὐκ ἐστὲ ἑαυτῶν, οὐ τῇ προαιρέσει λυμαίνεται, ἀλλὰ τῆς κακίας ἀπάγει, καὶ τοῦ Δεσπότου τὴν κηδεμονίαν ἐνδείκνυται. Διὸ καὶ ἐπήγαγεν· Ἠγοράσθητε γὰρ τιμῆς. Εἰ δὲ οὐκ εἰμὶ ἐμαυτοῦ, πῶς με ἀπαιτεῖς τὰ πρακτέα; πῶς δὲ προϊὼν λέγεις πάλιν, Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ; Τί οὖν ἐστι τὸ, Οὐκ ἐστὲ ἑαυτῶν; καὶ τί δι' αὐτοῦ κατασκευάσαι βούλεται; Ἐν ἀσφαλείᾳ καταστῆσαι τοῦ μὴ ἁμαρτάνειν μηδὲ ταῖς ἐπιθυμίαις τῆς ψυχῆς ἀκολουθεῖν ταῖς ἀτόποις. Καὶ γὰρ πολλὰ βουλόμεθα ἄτοπα, ἀλλὰ κατέχειν δεῖ· δυνάμεθα γάρ· εἰ δὲ μὴ δυνάμεθα, περιττὴ ἡ παραίνεσις. Ὅρα γοῦν πῶς ἠσφαλίσατο. Εἰπὼν γὰρ, Οὐκ ἐστὲ ἑαυτῶν, οὐκ ἐπήγαγεν, Ἀλλ' ὑπ' ἀνάγκην ἐστὲ, ἀλλ', Ἠγοράσθητε τιμῆς. Διὰ τί τοῦτο λέγεις; καὶ μὴν ἑτέρωθεν, εἴποι τις ἂν ἴσως, ἔδει προτρέψαι, δεικνύντα ὅτι Δεσπότην ἔχομεν. Ἀλλὰ τοῦτο μὲν καὶ πρὸς Ἕλληνας ἡμῖν κοινὸν, τὸ δὲ, Ἠγοράσθητε τιμῆς, ἡμῶν ἐξαίρετον. Ἀναμιμνήσκει γὰρ τοῦ μεγέθους τῆς εὐεργεσίας καὶ τοῦ τρόπου τῆς σωτηρίας, δεικνὺς ὅτι ἀλλοτριωθέντες ἠγοράσθημεν· καὶ οὐχ ἁπλῶς, ἀλλὰ τιμῆς. Δοξάσατε δὴ, ἄρατε τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι. Ταῦτα δὲ λέγει, ὥστε μὴ τῷ σώματι μόνον φεύγειν τὴν πορνείαν, ἀλλὰ καὶ ἐν τῷ πνεύματι τῆς ψυχῆς μηδὲν πονηρὸν λογίζεσθαι καὶ ἐλαύνειν τὴν χάριν. Ἅτινά ἐστι τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ εἶπεν, Ὑμῶν, διὰ τοῦτο ἐπήγαγεν, Ἅτινά ἐστι τοῦ Θεοῦ, συνεχῶς ἀναμιμνήσκων ἡμᾶς, ὅτι πάντα Δεσποτικὰ, καὶ σῶμα καὶ ψυχὴ καὶ πνεῦμα. Καὶ γάρ τινές φασι, Τῷ πνεύματι, τῷ χαρίσματι λέγειν. Ἂν γὰρ ἐκεῖνο ᾖ παρ' ἡμῖν, δοξάζεται ὁ Θεός· ἔσται δὲ, ἂν καθαρὰν καρδίαν ἔχωμεν. Τοῦ Θεοῦ δὲ αὐτὰ ἔφησεν, οὐκ ἐπειδὴ παρήγαγεν αὐτὰ μόνον, ἀλλ' ἐπειδὴ καὶ ἀλλοτριωθέντα, ἐκ δευτέρου πάλιν ἐκτήσατο, τιμὴν τὸ αἷμα τοῦ Παιδὸς καταθείς. Ὅρα πῶς εἰς τὸν Χριστὸν τὸ πᾶν ἀπήρτισε· πῶς ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγε. Μέλη τοῦ Χριστοῦ ἐστε, φησὶ, ναός ἐστε τοῦ Πνεύματος· μὴ τοίνυν γίνεσθε πόρνης μέλη· οὐ γὰρ τὸ σῶμα τὸ ὑμῶν ὑβρίζεται· οὐ γὰρ τὸ σῶμα ὑμῶν ἐστιν, ἀλλὰ τοῦ Χριστοῦ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ τὴν φιλανθρωπίαν ἐνδεικνύμενος, ὅτι αὐτοῦ τὸ σῶμα τὸ ἡμέτερον, καὶ τῆς ἐξουσίας τῆς πονηρᾶς ἡμᾶς ἀφαιρούμενος. Εἰ γὰρ ἀλλότριόν ἐστι τὸ σῶμα, οὐκ ἔχετε ἐξουσίαν ἀλλότριον σῶμα ὑβρίζειν, φησὶ, καὶ μάλιστα ὅταν ᾖ Δεσποτικὸν, οὐδὲ ναὸν μολύνειν τοῦ Πνεύματος. Εἰ γὰρ ἰδιωτικῇ τις ἐπελθὼν οἰκίᾳ, καὶ κωμάσας εἰς ἐκείνην, τὴν ἐσχάτην δώσει δίκην· ὁ βασιλέως ναὸν λῃστοῦ ποιῶν καταγώγιον, ἐννόησον πόσα πείσεται κακά. Ταῦτα οὖν ἐννοήσας, αἰδέσθητι τὸν ἐνοικοῦντα· ὁ γὰρ Παράκλητός ἐστιν οὗτος· φρῖξον τὸν συμπεπλεγμένον σοι καὶ κεκολλημένον· ὁ γὰρ Χριστός ἐστι. Μὴ γὰρ σὺ μέλη Χριστοῦ ἑαυτὸν ἐποίησας; Ἐννόησον οὕτω, καὶ μένε σωφρονῶν, τίνος ἦν μέλη, καὶ τίνος γέγονε. Πόρνης ἦν μέλη πρὸ τούτου, καὶ ὁ Χριστὸς ἐποίησεν αὐτὰ μέλη τοῦ ἰδίου σώματος. Οὐκ ἄρα αὐτῶν ἐξουσίαν ἔχεις λοιπόν· ἐκείνῳ δούλευε τῷ ἐλευθερώσαντι. Οὐδὲ γὰρ, εἰ θυγατέρα ἔχων, ἐκ πολλῆς τῆς ἀνοίας ἐξεμίσθωσας αὐτὴν πορνοβοσκῷ, πορνεύεσθαι ἐποίησας, εἶτα βασιλέως υἱὸς παριὼν ἠλευθέρωσέ τε αὐτὴν τῆς δουλείας ἐκείνης καὶ συνῆψεν ἑαυτῷ, κύριος εἶ λοιπὸν ἄγειν αὐτὴν ἐπὶ τὸ πορνεῖον· ἅπαξ γὰρ ἔδωκας καὶ ἐπώλησας. Τοιοῦτόν ἐστι καὶ τὸ ἡμέτερον· ἐξεμισθώσαμεν τὴν σάρκα τὴν ἑαυτῶν τῷ διαβόλῳ, τῷ χαλεπῷ πορνοβοσκῷ· ἰδὼν ὁ Χριστὸς, ἐῤῥύσατο αὐτὴν καὶ ἀπήλλαξε τῆς πονηρᾶς τυραννίδος ἐκείνης· οὐ τοίνυν ἐστὶν ἡμετέρα λοιπὸν, ἀλλὰ τοῦ ῥυσαμένου. Ἐὰν ἐθέλῃς ὡς νύμφῃ βασιλέως κεχρῆσθαι, οὐδεὶς ὁ κωλύων· ἐὰν δὲ ἐπὶ τὰ πρότερα ἀγάγῃς, πείσῃ τὰ αὐτὰ, ἃ τοὺς τοιαῦτα ὑβρίζοντας εἰκός. Διὸ μᾶλλον αὐτὴν κατακοσμεῖν χρὴ, οὐχὶ καταισχύνειν. Οὐ γὰρ ἔχεις ἐξουσίαν τῆς σαρκὸς ἐν ταῖς πονηραῖς ἐπιθυμίαις, ἀλλ' ἐν οἷς ἂν ὁ Θεὸς ἐπιτάξῃ μόνοις. Ἐννόησον γοῦν ἡλίκης αὐτὴν ὕβρεως ἀπήλλαξεν ὁ Θεός· καὶ γὰρ πάσης πόρνης αἰσχρότερον προειστήκει ἡ φύσις ἡ ἡμετέρα πρὸ τούτου. Καὶ γὰρ λῃστεῖαι καὶ ἀνδροφονίαι, καὶ ἕκαστος παράνομος λογισμὸς πρὸς αὐτὴν εἰσιὼν, συγκατεκλίνετο τῇ ψυχῇ, καὶ μισθώματος ὀλίγου καὶ τοῦ τυχόντος, τῆς παρούσης ἡδονῆς. Ἡ γὰρ ψυχὴ φυρομένη μετὰ τῶν πονηρῶν ἐννοιῶν καὶ πράξεων, τοῦτον ἐκαρποῦτο μόνον τὸν μισθόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
