# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-23

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-23

Μὴ γὰρ δὴ νομίσητε ἀπραγμόνως με ταῦτα κατορθοῦν. Καὶ γὰρ δρόμος ἐστὶ καὶ παγκράτιον καὶ φύσεως τυραννὶς, κατεξανισταμένη συνεχῶς καὶ ἐλευθεριάζειν βουλομένη· ἀλλ' οὐκ ἀνέχομαι, ἀλλὰ καταστέλλω καὶ ὑποτάττω μετὰ πολλῶν τῶν ἱδρώτων αὐτήν. Ταῦτα δὲ λέγει, ἵνα μηδεὶς ἀπογινώσκῃ τῶν ὑπὲρ ἀρετῆς ἀγώνων, ἐπειδὴ τὸ πρᾶγμα ἐπίπονον· διό φησιν, Ὑπωπιάζω καὶ δουλαγωγῶ. Οὐκ εἶπεν, Ἀναιρῶ, οὐδὲ, Κολάζω· οὐδὲ γὰρ ἐχθρὰ ἡ σάρξ· ἀλλ', Ὑπωπιάζω καὶ δουλαγωγῶ, ὃ δεσπότου ἐστὶν, οὐ πολεμίου· διδασκάλου, οὐκ ἐχθροῦ· παιδοτρίβου, οὐκ ἐναντίου. Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Εἰ δὲ Παῦλος τοῦτο δέδοικεν ὁ τοσούτους διδάξας, καὶ δέδοικε μετὰ τὸ κηρῦξαι καὶ γενέσθαι ἄγγελος, καὶ τῆς οἰκουμένης τὴν προστασίαν δέξασθαι, τί ἂν εἴποιμεν ἡμεῖς; Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ἐπειδὴ ἐπιστεύσατε, ὅτι ἀρκεῖ τοῦτο εἰς σωτηρίαν ὑμῖν. Εἰ γὰρ ἐμοὶ τὸ κηρῦξαι, τὸ διδάξαι, τὸ μυρίους προσαγαγεῖν, οὐκ ἀρκεῖ εἰς σωτηρίαν, εἰ μὴ καὶ τὰ κατ' ἐμαυτὸν παρασχοίμην ἄληπτα, πολλῷ μᾶλλον ὑμῖν. Εἶτα ἐφ' ἕτερα ὑποδείγματα ἔρχεται πάλιν· καὶ ὥσπερ ἀνωτέρω τὰ τῶν ἀποστόλων, καὶ τὰ τῆς κοινῆς συνηθείας, καὶ τὰ τῶν ἱερέων καὶ τὰ ἑαυτοῦ τέθεικεν· οὕτω καὶ ἐνταῦθα τὰ τῶν Ὀλυμπιακῶν ἀγώνων. Καὶ τὰ παρ' ἑαυτοῦ θεὶς, πάλιν ἐπὶ τὰς τῆς Παλαιᾶς πρόεισιν ἱστορίας. Καὶ ἐπειδὴ μέλλει φορτικώτερον ποιεῖν τὸν λόγον, κοινὴν ποιεῖται τὴν παραίνεσιν, καὶ οὐ περὶ τῶν προκειμένων μόνον, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς τῶν παρὰ Κορινθίοις νοσημάτων διαλέγεται. Καὶ ἐπὶ μὲν τῶν ἔξωθεν ἀγώνων· Οὐκ οἴδατε, φησίν· ἐνταῦθα δὲ, Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Τοῦτο δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ σφόδρα ἦσαν ταῦτα πεπαιδευμένοι. Καὶ τί τοῦτό ἐστιν, ὅπερ οὐ θέλεις ἡμᾶς ἀγνοεῖν; Ὅτι οἱ πατέρες ἡμῶν πάντες, φησὶν, ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ· καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον (ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέ τρα ἦν ὁ Χριστός)· ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεός. Καὶ τίνος ἕνεκεν, φησὶ, ταῦτα λέγει; Ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκείνους οὐκ ὤνησε τὸ τοσαύτης ἀπολαῦσαι δωρεᾶς, οὕτως οὐδὲ τούτους τὸ βαπτίσματος τυχεῖν καὶ μυστηρίων πνευματικῶν ἀπολαῦσαι, εἰ μὴ μέλλοιεν ἄξιον τῆς χάριτος ἐπιδείκνυσθαι βίον. Διὸ καὶ τοὺς τοῦ βαπτίσματος, καὶ τοὺς τῶν μυστηρίων παράγει τύπους. Τί δέ ἐστιν, Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο; Καθάπερ ἡμεῖς τῷ Χριστῷ πιστεύσαντες καὶ τῇ ἀναστάσει αὐτοῦ, βαπτιζόμεθα, ὡς καὶ αὐτοὶ τῶν αὐτῶν μυστηρίων κοινωνήσοντες· Βαπτιζόμεθα γὰρ, φησὶν, ὑπὲρ τῶν νεκρῶν, τουτέστι, τῶν σωμάτων τῶν ἡμετέρων· οὕτω κἀκεῖνοι θαῤῥήσαντες τῷ Μωϋσεῖ, τουτέστιν, ἰδόντες αὐτὸν διαβάντα πρῶτον, κατετόλμησαν καὶ αὐτοὶ τῶν ὑδάτων. Ἀλλ' ἐπειδὴ βούλεται τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἀγαγεῖν, οὐ λέγει οὕτως, ἀλλὰ τοῖς τῆς ἀληθείας ὀνόμασι κέχρηται καὶ ἐπὶ τοῦ τύπου. Καὶ τοῦτο μὲν τοῦ λουτροῦ σύμβολον· τὰ δὲ μετὰ ταῦτα, τῆς ἱερᾶς τραπέζης. Καθάπερ γὰρ σὺ τὸ σῶμα ἐσθίεις τὸ δεσποτικὸν, οὕτως ἐκεῖνοι τὸ μάννα· καὶ ὥσπερ σὺ τὸ αἷμα πίνεις, οὕτω καὶ ἐκεῖνοι ὕδωρ ἐκ πέτρας. Εἰ γὰρ καὶ αἰσθητὰ ἦν τὰ γινόμενα, ἀλλὰ πνευματικῶς παρείχετο, οὐ κατὰ φύσεως ἀκολουθίαν, ἀλλὰ κατὰ δωρεᾶς χάριν, καὶ μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν ἔτρεφεν εἰς πίστιν ἐνάγοντα. Διά τοι τοῦτο περὶ μὲν τῆς τροφῆς οὐδὲν εἶπεν· ἐξηλλαγμένη γὰρ ἦν, οὐ τῷ τρόπῳ μόνον, ἀλλὰ καὶ τῇ φύσει· μάννα γὰρ ἦν· ἐπὶ δὲ τοῦ ποτοῦ, ἐπειδὴ ὁ τρόπος τῆς χορηγίας μόνος ἦν ὁ παράδοξος, καὶ κατασκευῆς ἐδεήθη· διόπερ εἰπὼν, ὅτι Τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· καὶ προσέθηκεν, Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Οὐ γὰρ ἡ τῆς πέτρας φύσις τὸ ὕδωρ ἠφίει, φησίν· ἦ γὰρ ἂν καὶ πρὸ τούτου ἀνέβλυζεν· ἀλλ' ἑτέρα τις πέτρα πνευματικὴ τὸ πᾶν εἰργάζετο, τουτέστιν, ὁ Χριστὸς ὁ παρὼν αὐτοῖς πανταχοῦ, καὶ πάντα θαυματουργῶν. Διὰ γὰρ τοῦτο εἶπεν, Ἀκολουθούσης. Εἶδες Παύλου σοφίαν, πῶς ἑκατέρων αὐτὸν ὄντα χορηγὸν δείκνυσι, καὶ ταύτῃ τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἄγων; Ὁ γὰρ ἐκεῖνα παρασχὼν ἐκείνοις, φησὶν, οὗτος καὶ ταύτην κατεσκεύασε τὴν τράπεζαν· καὶ ὁ αὐτὸς κἀκείνους διὰ τῆς θαλάττης, καὶ σὲ διὰ τοῦ βαπτίσματος ἤγαγε· κἀκείνοις μάννα καὶ ὕδωρ, καὶ σοὶ σῶμα καὶ αἷμα παρέσχε. Καὶ τὰ μὲν τῆς δωρεᾶς αὐτοῦ τοιαῦτα· ἴδωμεν δὲ καὶ τὰ ἑξῆς, καὶ σκοπήσωμεν, εἰ τῆς δωρεᾶς ἀναξίων φανέντων τούτων ἐφείσατο. Ἀλλ' οὐκ ἂν ἔχοις τοῦτο εἰπεῖν· διὸ καὶ ἐπήγαγεν, Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεὸς, καίτοι γε τιμήσας αὐτοὺς τοσαύτῃ τιμῇ. Ἀλλ' οὐδὲν αὐτοὺς τοῦτο ὤνησεν, ἀλλ' οἱ πλείους ἀπώλοντο. Καὶ μὴν πάντες ἀπώλοντο· ἀλλ' ἵνα μὴ δόξῃ καὶ τούτοις πανωλεθρίαν προφητεύειν, διὰ τοῦτο εἶπεν, Οἱ πλείους. Καίτοι γε ἄπειροι ἦσαν, ἀλλ' οὐδὲν τὸ πλῆθος ὠφέλησε· καὶ πάντα ἐκεῖνα ἀγάπης τεκμήρια ἦν, ἀλλ' οὐδὲ τοῦτο αὐτοὺς ὤνησεν, ἐπεὶ μηδὲ αὐτοὶ τὰ τῆς ἀγάπης ἐπεδείκνυντο. Ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οἱ πολλοὶ διαπιστοῦσιν, ἅτε μὴ παροῦσι μηδὲ φαινομένοις, ἀπὸ τῶν ἤδη γεγενημένων δείκνυσιν, ὅτι κολάζει τοὺς ἁμαρτάνοντας ὁ Θεὸς, κἂν μυριάκις εὐεργετηκὼς ᾖ· Εἰ γὰρ καὶ τοῖς μέλλουσιν ἀπιστεῖτε, φησὶν, ἀλλ' οὐ δήπου καὶ τοῖς γεγενημένοις ἀπιστήσετε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
