# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-27

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-27

Τί οὖν οἱ ὑγιαίνοντες, φησὶ, διηνεκῶς, καὶ εἰς γῆρας ἐρχόμενοι λιπαρὸν, οὐχ ἁμαρτάνουσι; Καὶ τίς ἂν τοῦτο εἴποι; Πῶς οὖν, φησὶν, οὐ διδόασι δίκην; Ὅτι ἐκεῖ δώσουσι χαλεπωτέραν. Ἡμεῖς δὲ, εἰ ἐβουλόμεθα, οὐδ' ἂν ἐνταῦθα, οὐδ' ἂν ἐκεῖσε ἐδώκαμεν. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, φησὶν, οὐκ ἂν ἐκρινόμεθα. Καὶ οὐκ εἶπεν, Εἰ ἐκολάζομεν ἑαυτοὺς, Εἰ ἐτιμωρούμεθα, ἀλλὰ μόνον, Εἰ ἐπιγνῶναι τὰ ἁμαρτήματα ἐβουλήθημεν, εἰ καταδικάσαι ἑαυτοὺς, εἰ καταγνῶναι τῶν πεπλημμελημένων, ἀπελλάγημεν ἂν καὶ τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖσε τιμωρίας. Ὁ γὰρ καταγνοὺς ἑαυτοῦ, διπλῇ τὸν Θεὸν ἐξιλεοῦται, καὶ τῷ ἐπιγνῶναι τὰ ἁμαρτήματα, καὶ τῷ πρὸς τὸ μέλλον ὀκνηρότερος γίνεσθαι. Ἐπειδὴ δὲ οὐδὲ τοῦτο τὸ κοῦφον βουλόμεθα ποιεῖν, ὡς χρὴ ποιεῖν, οὐδὲ οὕτως ἡμᾶς μετὰ τῆς οἰκουμένης κολάζειν ἀνέχεται, ἀλλὰ καὶ οὕτω φείδεται, ἐνταῦθα δίκην ἀπαιτῶν, οὗ πρόσκαιρος ἡ τιμωρία καὶ πολλὴ ἡ παραμυθία· καὶ γὰρ ἁμαρτημάτων ἀπαλλαγὴ τὸ γινόμενον, καὶ χρηστὴ τῶν μελλόντων ἐλπὶς κουφίζουσα τὰ παρόντα. Ταῦτα δὲ λέγει, ὁμοῦ μὲν παραμυθούμενος τοὺς ἀῤῥώστους, ὁμοῦ δὲ τοὺς ἄλλους σπουδαιοτέρους ποιῶν. Διό φησι· Νυνὶ δὲ κρινόμενοι, ὑπὸ Κυρίου παιδευόμεθα. Οὐκ εἶπε, Κολαζόμεθα, οὐκ εἶπε, Τιμωρούμεθα, ἀλλὰ, Παιδευόμεθα· νουθεσίας γὰρ μᾶλλόν ἐστιν ἢ καταδίκης τὸ γινόμενον, ἰατρείας ἢ τιμωρίας, διορθώσεως ἢ κολάσεως. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῇ ἀπειλῇ τοῦ μείζονος κοῦφον τὸ παρὸν ποιεῖ, λέγων· Ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εἶδες πῶς καὶ τὴν γέενναν ἐπέστησε, καὶ τὸ φρικτὸν ἐκεῖνο δικαστήριον, καὶ ἀναγκαῖον ἔδειξε καὶ πάντως ἐσομένην τὴν ἐξέτασιν ἐκείνην καὶ τὴν τιμωρίαν; Εἰ γὰρ οἱ πιστοὶ καὶ τῷ Θεῷ περισπούδαστοι οὐκ ἀτιμωρητὶ διαφεύγουσιν ἐν οἷς ἂν πλημμελήσωσι, καὶ δῆλον ἐκ τῶν παρόντων, πολλῷ μᾶλλον οἱ ἄπιστοι καὶ οἱ τὰ ἀνήκεστα καὶ ἀνίατα ἁμαρτόντες. Ὥστε συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Ἔτι γὰρ ἀκμάζοντος αὐτοῖς τοῦ φόβου, καὶ τοῦ τρόμου μένοντος τοῦ τῆς γεέννης, βούλεται πάλιν τὴν ὑπὲρ τῶν πενήτων εἰσαγαγεῖν παραίνεσιν, δι' ἣν ἅπαντα ταῦτα εἴρηκε, δεικνὺς ὅτι τοῦτο μὴ ποιοῦντας ἀναξίως ἐστὶ μεταλαμβάνειν. Εἰ δὲ τὸ μὴ μεταδοῦναι τῶν ὄντων εἴργει τῆς τραπέζης ἐκείνης, πολλῷ μᾶλλον τὸ ἁρπάζειν. Καὶ οὐκ εἶπεν, Ὥστε συνερχόμενοι μετάδοτε τοῖς δεομένοις, ἀλλ' ὃ σεμνότερον ἦν, Ἀλλήλους ἐκδέχεσθε. Τοῦτο γὰρ καὶ ἐκεῖνο κατεσκεύαζε καὶ ᾐνίττετο, καὶ μετὰ τοῦ πρέποντος σχήματος τὴν παραίνεσιν εἰσήγαγεν. Εἶτα λοιπὸν ἐντρεπτικῶς· Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω. Ἐπιτρέψας ἐκώλυσε, καὶ σφοδρότερον ἢ εἰ ἀπηγόρευσε. Τῆς γὰρ ἐκκλησίας αὐτὸν ἐξήγαγε, καὶ εἰς τὴν οἰκίαν παρέπεμψε, ταύτῃ καθαπτόμενος σφοδρῶς, καὶ κωμῳδῶν αὐτοὺς ὡς δούλους γαστρὸς καὶ ἀκαρτερήτους. Οὐδὲ γὰρ εἶπεν, Εἴ τις ὑπερορᾷ τῶν πενήτων, ἀλλ', Εἴ τις πεινᾷ, ὡς πρὸς παιδία δυσανασχετοῦντα διαλεγόμενος, ὡς πρὸς ἄλογα γαστρὶ δουλεύοντα. Καὶ γὰρ πολὺς ὁ γέλως, εἰ διὰ τὸ πεινῇν ἔμελλον οἴκοι ἐσθίειν. Ἀλλ' οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ἐπήγαγεν ἕτερον φοβερώτερον, λέγων· Ἵνα μὴ εἰς κρῖμα συνέρχησθε· ἵνα μὴ εἰς κόλασιν, ἵνα μὴ εἰς τιμωρίαν, τὴν Ἐκκλησίαν ὑβρίζοντες, τὸν ἀδελφὸν καταισχύνοντες. Καὶ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα στέργητε ἀλλήλους, ἵνα ὠφελῆσθε, ἵνα ὠφελῆτε· εἰ δὲ τοὐναντίον γίνεται, βέλτιον ὑμᾶς οἴκοι σιτεῖσθαι. Τοῦτο δὲ ἔλεγεν, ἵνα ἐφελκύσηται πλέον. Διὰ γὰρ τοῦτο καὶ τὸ βλάβος ἔδειξε τὸ ἐντεῦθεν, καὶ κρῖμα ἔφησεν εἶναι οὐ μικρὸν, καὶ πανταχόθεν ἐφόβησεν, ἀπὸ τῶν μυστηρίων, ἀπὸ τῶν ἀῤῥώστων, ἀπὸ τῶν τετελευτηκότων, ἀπὸ τῶν ἄλλων τῶν ἔμπροσθεν εἰρημένων. Εἶτα καὶ ἑτέρως πάλιν φοβεῖ, λέγων· Τὰ δὲ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξομαι· ἢ εἰς ἕτερά τινα, ἢ εἰς αὐτὸ τοῦτο. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν καὶ αἰτίας τινὰς, καὶ οὐκ ἐνῆν πάντα διὰ γραμμάτων κατορθοῦν, ἃ μὲν παρῄνεσα, φυλαττέσθω τέως, φησίν· εἰ δέ τι ἕτερον ἔχοιτε λέγειν, ἐκεῖνο τῇ παρουσίᾳ τηρείσθω τῇ ἐμῇ· ἢ περὶ τούτου τοῦ πράγματος λέγων, ὡς ἔφην, ἢ περὶ ἑτέρων τινῶν οὐ σφόδρα κατεπειγόντων. Ποιεῖ δὲ τοῦτο, ἵνα κἀντεῦθεν σπουδαιοτέρους ἐργάσηται· μεριμνῶντες γὰρ αὐτοῦ τὴν παρουσίαν, ἔμελλον διορθοῦν τὸ ἡμαρτημένον. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ἡ Παύλου ἐπιδημία· καὶ τοῦτο δεικνὺς ἔλεγεν, Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες· καὶ ἀλλαχοῦ πάλιν, Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Διὰ τοῦτο οὐδὲ ἁπλῶς ἐπηγγείλατο ἥξειν, ἵνα μὴ ἀπιστήσωσι καὶ ῥᾳθυμότεροι γένωνται, ἀλλὰ καὶ αἰτίαν τίθησι τῇ ἐπιδημίᾳ ἀναγκαίαν, λέγων, ὅτι Τὰ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξομαι· δεικνὺς ὅτι ἡ τῶν λιπόντων διόρθωσις, εἰ καὶ μὴ ἐσπουδάκει πάντως, αὐτὸν εἷλκεν ἐκεῖσε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
