# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-28

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-28

Ταῦτα οὖν καὶ τὰ τοιαῦτα ὁ Παῦλος ἅπαντα ἀνακινῶν ἔλεγεν· Οἴδατε, ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. Καὶ ἐπειδὴ πρὸς εἰδότας διελέγετο, οὐ τίθησι πάντα μετὰ ἀκριβείας, μὴ βουλόμενος αὐτοῖς ἐνοχλεῖν, ἀλλ' ἀναμνήσας μόνον καὶ εἰς ἔννοιαν ἁπάντων αὐτοὺς ἀγαγὼν, ἀπαλλάττεται ταχέως, πρὸς τὸ προκείμενον ἐπειγόμενος. Τί δέ ἐστι, Πρὸς τὰ εἴδωλα τὰ ἄφωνα; Οὗτοι οἱ μάντεις πρὸς ἐκεῖνα ἤγοντο ἑλκόμενοι. Εἰ δὲ αὐτὰ ἄφωνα, πῶς ἐκείνοις ἐκέχρηντο; τίνος δὲ ἕνεκεν τοῖς ξοάνοις αὐτοὺς προσῆγεν ὁ δαίμων ὡς αἰχμαλώτους καὶ δεσμίους; Ὁμοῦ δὲ καὶ τὴν πλάνην πιθανὴν ἐργαζόμενος. Ἵνα γὰρ μὴ δόξῃ ὁ λίθος ἄφωνος εἶναι, ἐσπούδαζεν τοῖς εἰδώλοις προσηλοῦν τοὺς ἀνθρώπους, ἵνα τὰ αὐτῶν ἐκείνοις ἐπιγράφηται. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα. Ἀλλ' οὐκ ἔθηκε τὰ ἡμέτερα, τὰ τῶν προφητῶν λέγω· καὶ γὰρ δῆλα ἦν αὐτοῖς ἅπαντα, καὶ ἐν αὐτοῖς προεφήτευον, ὡς αὐτοῖς πρέπον ἦν, μετὰ συνέσεως καὶ ἐλευθερίας ἁπάσης. Διά τοι τοῦτο καὶ τοῦ εἰπεῖν καὶ τοῦ μὴ εἰπεῖν ἦσαν κύριοι· οὐ γὰρ ἀνάγκῃ κατείχοντο, ἀλλ' ἐξουσίᾳ ἦσαν τετιμημένοι. Διὰ τοῦτο καὶ Ἰωνᾶς ἔφυγε, διὰ τοῦτο καὶ Ἰεζεκιὴλ ἀνεβάλλετο, διὰ τοῦτο καὶ Ἱερεμίας παρῃτεῖτο. Ὁ δὲ Θεὸς οὐ μετὰ ἀνάγκης αὐτοὺς ὤθει, ἀλλὰ συμβουλεύων, παραινῶν, ἀπειλῶν, οὐ σκοτῶν τὴν διάνοιαν. Δαίμονος μὲν γὰρ ἴδιον, τὸ θόρυβον καὶ μανίαν ποιεῖν καὶ πολὺν τὸν ζόφον, Θεοῦ δὲ, τὸ φωτίζειν καὶ μετὰ συνέσεως διδάσκειν τὰ δέοντα. Πρώτη μὲν οὖν διαφορὰ αὕτη μάντεως καὶ προφήτου· δευτέρα δὲ ἑτέρα, ἣν ἐφεξῆς τίθησι, λέγων· Διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν. Εἶτα καὶ ἑτέρα· Καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Ὅταν ἴδῃς, φησὶν, τινὰ μὴ φθεγγόμενον τὸ ὄνομα αὐτοῦ, ἢ καὶ ἀναθεματίζοντα, μάντις ἐστί. Πάλιν, ὅταν ἴδῃς ἕτερον μετὰ τοῦ ὀνόματος αὐτοῦ πάντα φθεγγόμενον, νόησον ὅτι πνευματικός ἐστι. Τί οὖν, φησὶ, περὶ τῶν κατηχουμένων ἂν εἴποιμεν; εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, τί ἂν εἴποιμεν περὶ τούτων, ὀνομαζόντων μὲν αὐτοῦ τὸ ὄνομα, Πνεύματος δὲ ἀπεστερημένων; Ἀλλ' οὐ περὶ τούτων ὁ λόγος αὐτῷ νῦν· οὐ γὰρ ἦσαν κατηχούμενοι τότε· ἀλλὰ περὶ πιστῶν καὶ ἀπίστων. Τί οὖν οὐδεὶς δαίμων ὀνομάζει τὸν Θεόν; οὐχὶ οἱ δαιμονῶντες ἔλεγον, Οἴδαμέν σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ; οὐχὶ Παύλῳ ἔλεγον, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν; Ἀλλὰ μαστιζόμενοι, ἀλλ' ἀναγκαζόμενοι· ἑκόντες δὲ καὶ μὴ μαστιγούμενοι, οὐδαμοῦ. Ἄξιον δὲ ἐνταῦθα ζητῆσαι, διὰ τί καὶ ὁ δαίμων ταῦτα ἐφθέγγετο, καὶ Παῦλος ἐπετίμησε. Τὸν διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος· καὶ γὰρ καὶ ὁ Χριστὸς ἐπετίμησεν· οὐδὲ γὰρ ἐβούλετο παρ' ἐκείνων τὴν μαρτυρίαν ἔχειν. Τίνος δὲ ἕνεκεν καὶ ὁ δαίμων ἐποίει τοῦτο; Βουλόμενος συγχεῖν τῶν πραγμάτων τὴν τάξιν, καὶ ἁρπάσαι τῶν ἀποστόλων τὸ ἀξίωμα, καὶ πεῖσαι πολλοὺς προσέχειν αὐτῷ· ὅπερ εἰ ἐγεγόνει, ῥᾳδίως ἂν ἐντεῦθεν ἀξιόπιστοι φανέντες, καὶ τὰ παρ' ἑαυτῶν ἐπεισήγαγον ἄν. Ἵν' οὖν μὴ τοῦτο γένηται μηδὲ ἀρχὴν ἡ ἀπάτη λάβῃ, καὶ τὰ ἀληθῆ λέγοντας ἐπιστομίζει, ὥστε ἐν τοῖς ψεύδεσι μηδ' ὅλως τινὰ αὐτοῖς προσέχειν, ἀλλὰ καθόλου πρὸς τὰ λεγόμενα παρ' αὐτῶν ἀποφράττειν τὰς ἀκοάς. Δήλους τοίνυν ποιήσας τοὺς μάντεις καὶ τοὺς προφήτας ἀπό τε τοῦ προτέρου καὶ τοῦ δευτέρου σημείου, λοιπὸν περὶ τῶν θαυμάτων διαλέγεται, οὐχ ἁπλῶς εἰς τοῦτον παρελθὼν τὸν λόγον, ἀλλ' ὥστε τὴν ἐντεῦθεν γενομένην διάστασιν ἀνελεῖν, καὶ πεῖσαι καὶ τοὺς τὸ ἔλαττον ἔχοντας μὴ ἀλγεῖν, καὶ τοὺς τὰ μείζονα κεκτημένους μὴ ἐπαίρεσθαι. Διὸ καὶ οὕτως ἤρξατο· Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ θεραπεύει πρῶτον τὸν τὸ ἔλαττον ἔχοντα χάρισμα, καὶ διὰ τοῦτο ἀλγοῦντα. Τίνος γὰρ ἕνεκεν, φησὶν, ἀθυμεῖς; ὅτι οὐκ ἔλαβες ὅσον ἕτερος; ἀλλ' ἐννόησον ὅτι χάρισμά ἐστι, καὶ οὐκ ὀφειλὴ, καὶ παραμυθήσῃ τὴν ὀδύνην. Διὰ τοῦτο εὐθέως εἶπεν οὕτω· Διαιρέσεις δὲ χαρισμάτων εἰσί. Καὶ οὐκ εἶπε, σημείων, οὐδὲ, θαυμάτων, ἀλλὰ, χαρισμάτων, τῷ ὀνόματι τῆς δωρεᾶς πείθων μὴ μόνον μὴ ἀλγεῖν, ἀλλὰ καὶ χάριν εἰδέναι. Καὶ μετὰ τούτου κἀκεῖνο λογίζου, φησὶν, ὅτι εἰ καὶ τῷ μέτρῳ ἠλάττωσαι τοῦ δοθέντος, τῷ καταξιωθῆναι λαβεῖν ἐκεῖθεν, ὅθεν καὶ ὁ τὸ πλέον λαβὼν, τὴν ἴσην ἔχεις τιμήν. Οὐ γὰρ δή που ἔχοις ἂν εἰπεῖν, ὅτι ἐκείνῳ μὲν ἐχαρίσατο τὸ Πνεῦμα, σοὶ δὲ ἄγγελος· καὶ γὰρ σοὶ κἀκείνῳ τὸ Πνεῦμα. Διὸ ἐπήγαγε, Τὸ δὲ αὐτὸ Πνεῦμα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
