Ancient Greek
Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-29
Not analysed yet
Ὥστε καὶ ὁ κατασκευάσας, εἷς, καὶ εἰς ὃ κατεσκεύασεν, ἕν. Καὶ οὐκ εἶπε, Τοῦ αὐτοῦ σώματος ἵνα γενώμεθα, ἀλλ', Ἵνα ἓν σῶμα πάντες· ἀεὶ γὰρ φιλονεικεῖ τὰς ἐμφαντικωτέρας λέξεις τιθέναι. Καὶ καλῶς εἶπε, Πάντες ἡμεῖς, καὶ ἑαυτὸν προστιθείς. Οὐδὲ γὰρ ἐγὼ ὁ ἀπόστολος σοῦ τι πλέον ἔχω κατὰ τοῦτο, φησί· καὶ γὰρ σὺ σῶμα εἶ καθάπερ ἐγὼ, καὶ ἐγὼ καθάπερ σὺ, καὶ τὴν αὐτὴν ἅπαντες ἔχομεν κεφαλὴν, καὶ τὰς αὐτὰς ἐλύσαμεν ὠδῖνας· διὸ καὶ τὸ αὐτὸ σῶμά ἐσμεν. Καὶ τί λέγω, φησὶν, Ἰουδαίους; τοὺς γὰρ τοσοῦτον ἀφεστηκότας ἡμῶν Ἕλληνας εἰς ἑνὸς σώματος ἀκρίβειαν ἤγαγε. Διὸ εἰπὼν, Ἡμεῖς πάντες, οὐκ ἔστη μέχρι τούτου, ἀλλ' ἐπήγαγεν· Εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι. Εἰ δὲ πρὸ τούτου τοσοῦτον ἀφεστηκότες ἡνώθημεν καὶ ἐγενόμεθα ἓν, πολλῷ μᾶλλον μετὰ τὸ γενέσθαι ἓν, οὐκ ἂν εἴημεν δίκαιοι λυπεῖσθαι καὶ ἀθυμεῖν· οὐδὲ γὰρ ἔχει χώραν ἡ διαφορά. Εἰ γὰρ Ἕλληνας καὶ Ἰουδαίους τῶν αὐτῶν ἠξίωσε, καὶ δούλους καὶ ἐλευθέρους, πῶς μετὰ τὸ ἀξιῶσαι διίστησιν, ὅτε πλείονα ἐκ τῆς τῶν χαρισμάτων χορηγίας τῆς ἑνώσεως τὴν ἀκρίβειαν ἐχαρίσατο; Καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν. Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά. Τουτέστι, πρὸς τὴν αὐτὴν ἤλθομεν μυσταγωγίαν, τῆς αὐτῆς ἀπολαύομεν τραπέζης. Καὶ διὰ τί μὴ εἶπε, Τὸ αὐτὸ σῶμα τρεφόμεθα, καὶ τὸ αὐτὸ αἷμα πίνομεν; Ὅτι Πνεῦμα εἰπὼν, ἀμφότερα ἐδήλωσε καὶ τὸ αἷμα καὶ τὴν σάρκα· δι' ἀμφοτέρων γὰρ ἓν πνεῦμα ποτιζόμεθα. Ἐμοὶ δὲ δοκεῖ νῦν ἐκείνην λέγειν τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν ἀπὸ τοῦ βαπτίσματος καὶ πρὸ τῶν μυστηρίων ἐγγινομένην ἡμῖν. Ἐποτίσθημεν δὲ εἶπεν, ἐπειδὴ ἡ μεταφορὰ τῆς λέξεως σφόδρα ἁρμόδιος αὐτῷ πρὸς τὴν προκειμένην ὑπόθεσιν· ὡς ἂν εἰ ἐπὶ φυτῶν καὶ παραδείσου ἔλεγεν, ὅτι Ἀπὸ τῆς αὐτῆς πηγῆς πάντα τὰ δένδρα ἄρδεται, ὅτι ἀπὸ τοῦ αὐτοῦ ὕδατος· οὕτω δὴ καὶ ἐνταῦθα, Τὸ αὐτὸ Πνεῦμα ἐπίομεν ἅπαντες, τῆς αὐτῆς ἀπελαύσαμεν χάριτος, φησίν. Εἰ τοίνυν καὶ ἓν Πνεῦμα ἡμᾶς κατεσκεύασε, καὶ εἰς ἓν σῶμα ἅπαντας ἡμᾶς συνήγαγε· τοῦτο γάρ ἐστιν, Εἰς ἓν σῶμα ἐβαπτίσθημεν· καὶ μίαν τράπεζαν ἐχαρίσατο, καὶ τὴν αὐτὴν ἀρδείαν ἅπασιν ἔδωκε· τοῦτο γάρ ἐστιν, Εἰς ἓν Πνεῦμα ἐποτίσθημεν· καὶ τοσοῦτον διεστῶτας ἥνωσε, καὶ τὰ πολλὰ τότε γίνεται σῶμα, ὅταν γένηται ἕν· τί μοι τὴν διαφορὰν ἄνω καὶ κάτω στρέφεις; Εἰ δὲ λέγεις, ὅτι Πολλά ἐστι τὰ μέλη καὶ διάφορα, μάθε ὅτι αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ θαυμαστὸν, καὶ τοῦ σώματος τὸ ἐξαίρετον, ὅταν τὰ πολλὰ καὶ διάφορα ἓν ποιῇ· εἰ δὲ μὴ ἦν πολλὰ, οὐχ οὕτω θαυμαστὸν ἦν καὶ παράδοξον τὸ, ἓν εἶναι σῶμα· μᾶλλον δὲ οὐδ' ἂν ἦν σῶμα. Ἀλλὰ τοῦτο μὲν ὕστερον τίθησι· τέως δὲ ἐπ' αὐτὰ τὰ μέλη χωρεῖ, λέγων οὕτως· Ἐὰν εἴπῃ ὁ ποῦς, ὅτι Οὐκ εἰμὶ χεὶρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Εἰ γὰρ τὸ μὲν ἠλαττῶσθαι, τὸν δὲ ὑπερέχειν, οὐκ ἀφίησιν εἶναι ἐκ τοῦ σώματος, τὸ πᾶν ἀνῄρηται. Μὴ τοίνυν εἴπῃς, ὅτι Οὐκ εἰμὶ σῶμα, ἐπειδὴ ἐλάττων εἰμί· καὶ γὰρ ὁ ποῦς τὴν ἐλάττονα τάξιν ἔχει, ἀλλὰ τοῦ σώματός ἐστι. Τὸ γὰρ ἐκ τοῦ σώματος εἶναι καὶ μὴ εἶναι, οὐκ ἀπὸ τοῦ τὸν μὲν ἐν τῷδε τῷ τόπῳ, τὸν δὲ ἐν τῷδε κεῖσθαι· τοῦτο γὰρ τόπου ποιεῖ διαφοράν· ἀλλ' ἀπὸ τοῦ συνῆφθαι ἢ ἀπέχεσθαι· τὸ γὰρ εἶναι ἢ μὴ εἶναι σῶμα, ἐκ τοῦ ἡνῶσθαι ἢ μὴ ἡνῶσθαι γίνεται. Σὺ δέ μοι σκόπει τὴν σύνεσιν, πῶς αὐτῶν τὰ ῥήματα τοῖς μέλεσι περιτίθησι τοῖς ἡμετέροις. Ὥσπερ γὰρ ἀνωτέρω ἔλεγε, Ταῦτα μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶ, οὕτω δὴ καὶ ἐνταῦθα, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὸν λόγον καὶ εὐπαράδεκτον, τὰ μέλη εἰσάγει φθεγγόμενα· ἵν', ὅταν ἀκούσωσι τῆς φύσεως αὐτοῖς ἀποκρινομένης, ἀπὸ τῆς πείρας αὐτῆς ἐλεγχόμενοι καὶ τῆς κοινῆς ψήφου, μηδὲν λοιπὸν ἀντιλέγειν ἔχωσι. Κἂν γὰρ λέγητε, φησὶ, τοῦτο αὐτὸ, κἂν γογγύζητε, οὐ δύνασθε ἐκτὸς εἶναι τοῦ σώματος. Ὥσπερ γὰρ ὁ τῆς φύσεως νόμος, οὕτω καὶ πολλῷ πλέον ἡ τῆς χάριτος δύναμις φυλάττει πάντα καὶ διατηρεῖ. Καὶ ὅρα πῶς ἐφύλαξε τὸ ἀπέριττον, οὐκ ἐπὶ πάντων τῶν μελῶν τὸν λόγον γυμνάζων, ἀλλ' ἐπὶ δύο μόνων, καὶ τούτων τῶν ἄκρων. Καὶ γὰρ τὸ πάντων τιμιώτερον τέθεικε, τὸν ὀφθαλμὸν, καὶ τὸ πάντων εὐτελέστερον, τοὺς πόδας. Καὶ οὐ ποιεῖ τὸν πόδα τῷ ὀφθαλμῷ διαλεγόμενον, ἀλλὰ τῇ ὀλίγον ἀναβεβηκυίᾳ χειρὶ, τὴν δὲ ἀκοὴν τοῖς ὀφθαλμοῖς. Ἐπειδὴ γὰρ οὐ τοῖς σφόδρα ὑπερέχουσιν, ἀλλὰ τοῖς ὀλίγον ἀναβεβηκόσι φθονεῖν, εἰώθαμεν, διὰ τοῦτο καὶ αὐτὸς οὕτω ποιεῖται τὴν σύγκρισιν. Εἰ ὅλον τὸ σῶμα ὀφθαλμὸς, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοὴ, ποῦ ἡ ὄσφρησις; Ἐπειδὴ γὰρ εἰς τὴν τῶν μελῶν ἐμπεσὼν διαφορὰν, καὶ εἰπὼν πόδας καὶ χεῖρας καὶ ὀφθαλμοὺς καὶ ὦτα, εἰς ἔννοιαν αὐτοὺς τῆς ἐλαττώσεως καὶ τῆς ὑπεροχῆς ἤγαγεν· ὅρα πῶς πάλιν αὐτοὺς παραμυθεῖται, δεικνὺς ὅτι οὕτω συμφέρον ἦν, καὶ τὸ πολλοὺς εἶναι καὶ διαφόρους, τοῦτο μάλιστα ποιεῖ σῶμα εἶναι. Εἰ δὲ ἓν ἦσαν οἱ πάντες, οὐκ ἦσαν σῶμα· διό φησιν, Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Ἀλλὰ τοῦτο μὲν ὕστερον λέγει· ἐνταῦθα δέ τι καὶ πλέον δείκνυσιν, ὅτι οὐ μόνον σῶμα εἶναι οὐκ ἐγχωρεῖ, ἀλλ' οὐδὲ εἶναι τοὺς λοιπούς. Εἰ ὅλον γὰρ ἦν ἀκοὴ, ποῦ ἡ ὄσφρησις; φησίν.