Ancient Greek
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα. ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-3
Not analysed yet
Οὐ προτιμῶν ἑαυτὸν τοῦ Πέτρου τέθεικεν ἔσχατον ἐκεῖνον, ἀλλὰ καὶ σφόδρα τὸν Πέτρον ἑαυτοῦ προτιθείς. Κατὰ γὰρ αὔξησιν προήγαγε τὸν λόγον, ἵνα μὴ νομισθῇ φθόνῳ τοῦτο ποιεῖν καὶ ἀφαιρεῖσθαι ἐκείνους τὴν τιμὴν διὰ βασκανίαν. Διὰ τοῦτο καὶ ἑαυτὸν τέθεικε πρῶτον. Ὁ γὰρ πρῶτον ἑαυτὸν ἀποδοκιμάζων, οὐκ ἀπὸ τοῦ τιμῆς ἐρᾷν τοῦτο ποιεῖ, ἀλλ' ἀπὸ τοῦ σφόδρα καταφρονεῖν τῆς τοιαύτης δόξης. Τὴν τοίνυν ἅπασαν προσβολὴν αὐτὸς δέχεται, καὶ τότε τίθησι τὸν Ἀπολλὼ, καὶ τότε τὸν Κηφᾶν. Οὐ τοίνυν ἐπαίρων ἑαυτὸν τοῦτο ἐποίησεν, ἀλλ' ἐν οἷς οὐκ ἐχρῆν γίνεσθαι, διὰ τοῦ οἰκείου προσώπου πρῶτον ποιεῖται τὴν διόρθωσιν. Ἀλλ' ὅτι μὲν οἱ τῷ δεῖνι καὶ τῷ δεῖνι προσνέμοντες ἑαυτοὺς ἡμάρτανον, δῆλον· καὶ καλῶς ἐνεκάλεσεν εἰπὼν, ὅτι Οὐ καλῶς ποιεῖτε λέγοντες, Ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ· τίνος δὲ ἕνεκεν προσέθηκεν, Ἐγὼ δὲ Χριστοῦ; Εἰ γὰρ οἱ ἀνθρώποις προσνέμοντες ἑαυτοὺς ἡμάρτανον, οὐ δήπου καὶ οἱ τῷ Χριστῷ ἑαυτοὺς ἀνατιθέντες. Ἀλλ' οὐ τοῦτο ἐνεκάλει, ὅτι τὸν Χριστὸν ἑαυτοῖς ἐπεφήμιζον, ἀλλ' ὅτι μὴ πάντες μόνον. Οἶμαι δὲ αὐτὸν καὶ οἴκοθεν αὐτὸ προστεθεικέναι βουλόμενον βαρύτερον τὸ ἔγκλημα ποιῆσαι, καὶ δεῖξαι οὕτω καὶ τὸν Χριστὸν εἰς μέρος δοθέντα ἓν, εἰ καὶ μὴ οὕτως ἐποίουν τοῦτο ἐκεῖνοι. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, διὰ τῶν ἑξῆς ἐδήλωσεν εἰπών· Μεμέρισται ὁ Χριστός; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κατετέμετε τὸν Χριστὸν καὶ διείλετε αὐτοῦ τὸ σῶμα. Ὁρᾷς θυμὸν, ὁρᾷς ἐπίπληξιν, ὁρᾷς λόγον γέμοντα ἀγανακτήσεως; Ὅταν γὰρ μὴ κατασκευάζῃ, ἀλλ' ἐρωτᾷ μόνον, ὡς ὡμολογημένου τοῦ ἀτόπου τοῦτο ποιεῖ. Τινὲς δὲ καὶ ἕτερον αὐτόν φασιν αἰνίττεσθαι διὰ τοῦ λέγειν· Μεμέρισται ὁ Χριστός· οἷον, διενείματο πρὸς ἀνθρώπους καὶ ἐμερίσατο τὴν Ἐκκλησίαν, καὶ μοῖραν τὴν μὲν αὐτὸς ἔλαβε, τὴν δὲ ἐκείνοις ἔδωκεν. Εἶτα ἐργάζεται λοιπὸν τὴν ἀναίρεσιν τοῦ ἀτόπου, λέγων· Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Ὅρα φιλόχριστον γνώμην, πῶς ἐπὶ τοῦ οἰκείου λοιπὸν ὀνόματος προσάγει τὸ πᾶν, ἐκ περιουσίας δεικνὺς, ὅτι οὐ προσήκει οὐδενὶ αὕτη ἡ τιμή. Καὶ ἵνα μὴ δόξῃ φθόνῳ κινούμενος ταῦτα λέγειν, διὰ τοῦτο συνεχῶς ἑαυτὸν περιστρέφει· καὶ σκόπει τὴν σύνεσιν. Οὐ γὰρ εἶπε, Μὴ Παῦλος τὸν κόσμον ἐποίησε; μὴ Παῦλος ὑμᾶς ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν; ἀλλ' ἃ ἦν τῶν πιστῶν ἐξαίρετα μόνον καὶ πολλῆς κηδεμονίας, ταῦτα τίθησι, τὸν σταυρὸν καὶ τὸ βάπτισμα, καὶ τὰ ἐκ τούτων ἀγαθά. Δείκνυσι μὲν γὰρ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ ἡ τοῦ κόσμου δημιουργία, μάλιστα δὲ ἡ διὰ τοῦ σταυροῦ συγκατάβασις. Καὶ οὐκ εἶπε, Μὴ Παῦλος ἀπέθανεν ὑπὲρ ὑμῶν; ἀλλὰ, Μὴ Παῦλος ἐσταυρώθη; καὶ τὸ εἶδος τοῦ θανάτου τιθείς· ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Καὶ οὐκ εἶπε, Μὴ Παῦλος ἐβάπτισεν ὑμᾶς; ἐβάπτισε γὰρ πολλούς· ἀλλ' οὐ τὸ ζητούμενον τοῦτο ἦν, ὑπὸ τίνος ἐβαπτίσθησαν, ἀλλὰ τὸ εἰς τίνος ὄνομα ἐβαπτίσθησαν. Ἐπειδὴ γὰρ καὶ τοῦτο αἴτιον ἐγένετο σχισμάτων, τὸ ἀπὸ τῶν βαπτισάντων καλεῖσθαι, καὶ τοῦτο διορθοῦται λέγων, Μὴ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Καὶ μὴ γὰρ εἴπῃς, φησὶ, Τίς ἐβάπτισεν, ἀλλ', Εἰς τὸ τίνος ὄνομα; Οὐ γὰρ ὁ βαπτίσας, ἀλλ' ὁ καλούμενος εἰς τὸ βάπτισμα ζητεῖται· οὗτος γὰρ ἀφίησι τὰ ἁμαρτήματα. Καὶ ἄχρι τούτου στήσας τὸν λόγον, οὐκέτι τοῖς ἑξῆς ἐπεξέρχεται. Οὐ γὰρ λέγει, Μὴ Παῦλος ὑμῖν ἐπηγγείλατο τὰ μέλλοντα ἀγαθά; μὴ Παῦλος ὑμῖν ὑπέσχετο βασιλείαν οὐρανῶν; Τί δήποτε οὖν οὐχὶ καὶ ταῦτα προστίθησιν; Ὅτι οὐκ ἔστιν ἴσον βασιλείαν ἐπαγγείλασθαι, καὶ σταυρωθῆναι. Ἐκεῖνο μὲν γὰρ οὔτε κίνδυνον εἶχεν, οὔτε αἰσχύνην ἔφερε· τοῦτο δὲ ἅπαντα ταῦτα· ἄλλως δὲ καὶ ἐκεῖνα ἀπὸ τούτων κατασκευάζει. Εἰπὼν γὰρ, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἐπήγαγε, Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; καὶ πάλιν, Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα. Τούτου ἕνεκεν οὐκ ἐπήγαγεν ἐκεῖνα· καὶ ὅτι τὰ μὲν οὐδέπω εἶχον, τῶν δὲ ἤδη πεῖραν εἰλήφεσαν, καὶ τὰ μὲν ἦν ἐν ἐπαγγελίαις, τὰ δὲ ἤδη γεγένητο. Εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Κάϊον. Τί μέγα φρονεῖτε ἐπὶ τῷ βαπτίσαι, ὅπου γε ἐγὼ καὶ εὐχαριστῶ, ὅτι οὐκ ἐποίησα τοῦτο; Ταῦτα δὲ λέγων, καθαιρεῖ τὸ ἐπὶ τούτῳ φύσημα οἰκονομικῶς, οὐχὶ τὴν δύναμιν τοῦ βαπτίσματος, μὴ γένοιτο, ἀλλὰ τὴν ἀπόνοιαν τῶν μέγα ἐπὶ τῷ βαπτίσαι φρονούντων, πρῶτον μὲν τῷ δεικνύναι, ὅτι οὐκ αὐτῶν ἐστι τὸ δῶρον, δεύτερον δὲ τῷ εὐχαριστεῖν τῷ Θεῷ διὰ τοῦτο. Μέγα μὲν γὰρ τὸ βάπτισμα, ἀλλὰ μέγα αὐτὸ οὐχ ὁ βαπτίζων ποιεῖ, ἀλλ' ὁ καλούμενος εἰς τὸ βάπτισμα· ἐπεὶ τὸ βαπτίσαι οὐδέν ἐστιν ὅσον εἰς ἀνθρώπινον πόνον, ἀλλὰ πολλῷ ἔλαττον τοῦ εὐαγγελίσασθαι. Μέγα μὲν γάρ ἐστι, πάλιν φημὶ, τὸ βάπτισμα, καὶ ἄνευ βαπτίσματος ἀμήχανον βασιλείας ἐπιτυχεῖν· ἀλλὰ δύναται αὐτὸ καὶ ἀνὴρ οὐ σφόδρα γενναῖος ποιῆσαι, τὸ δὲ εὐαγγελίσασθαι πολλοῦ δεῖται πόνου.