Ancient Greek
Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-30
Not analysed yet
Εἶτα ἵνα μὴ πάλιν ἄλλην ὑπερβολὴν ἐργάσηται, φησί· Τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. Ἵνα γὰρ μή τις λέγῃ, Καὶ ποῖος οὗτος λόγος; τῶν μὲν τιμίων καταφρονεῖν, τοῖς δὲ ἀτιμοτέροις προσεδρεύειν; οὐχὶ καταφρονοῦντες τοῦτο ποιοῦμεν, φησὶν, ἀλλ' ἐπειδὴ αὐτὰ οὐ δεῖται. Καὶ ὅρα ἡλίκον ἐγκώμιον ἐν βραχεῖ θεὶς παρέδραμε, συμφερόντως τοῦτο καὶ χρησίμως ποιῶν. Καὶ οὐδὲ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ αἰτίαν προστίθησι λέγων· Ἀλλ' ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμὴν, ἵνα μὴ σχίσμα ᾖ ἐν τῷ σώματι. Εἰ δὲ συνεκέρασεν, οὐκ ἀφῆκε τὸ ἀτιμότερον φαίνεσθαι· τὸ γὰρ κιρνώμενον ἓν γίνεται, καὶ οὐ φαίνεται τί πρὸ τούτου ἦν· ἐπεὶ οὐδὲ ἂν κεκρᾶσθαι αὐτὸ φαίημεν ἄν. Καὶ ὅρα πῶς συνεχῶς τὰ ἐλαττώματα παρατρέχει λέγων, τῷ ὑστεροῦντι. Οὐκ εἶπε, τῷ ἀτίμῳ, τῷ ἀσχήμονι, ἀλλὰ, τῷ ὑστεροῦντι. Ὑστεροῦντι, πῶς; Κατὰ φύσιν. Περισσοτέραν δοὺς τιμήν. Καὶ διὰ τί; Ἵνα μὴ ἦ σχίσμα ἐν τῷ σώματι. Ἐπειδὴ γὰρ μυρίας παραμυθίας ἀπολαύοντες ἤλγουν ὅμως, ἅτε ἐλάττονα λαβόντες, δείκνυσιν ὅτι μᾶλλον ἐτιμήθησαν· Τῷ γὰρ ὑστεροῦντι, φησὶ, περισσοτέραν δοὺς τιμήν. Εἶτα καὶ τὸν λόγον ἐπάγει, δεικνὺς ὅτι συμφερόντως καὶ ὑστερεῖν ἐποίησε, καὶ μειζόνως ἐτίμησε. Τίς δὲ ὁ λόγος; Ἵνα μὴ ᾖ σχίσμα, φησὶν, ἐν τῷ σώματι. Καὶ οὐκ εἶπεν, Ἐν τοῖς μέλεσιν, ἀλλ', Ἐν τῷ σώματι. Καὶ γὰρ πολλὴ ἔμελλεν ἡ πλεονεξία εἶναι, εἰ τὰ μὲν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς ἡμετέρας ἐθεραπεύετο προνοίας, τὰ δὲ οὐδὲ ἑτέρωθεν· καὶ ἀπεσχίσθη ἂν ἀλλήλων, οὐ δυνάμενα φέρειν τὸν σύνδεσμον· ἀποσχισθέντων δὲ τούτων, καὶ τοῖς λοιποῖς ἐγίνετο βλάβη. Εἶδες πῶς ἔδειξεν ἀναγκαίως μείζονα τῷ ὑστεροῦντι δεδομένην τιμήν; Εἰ γὰρ μὴ τοῦτο γέγονε, κοινὴ πάντων ἂν ἡ λύμη ἐγεγόνει, φησί. Καὶ γὰρ εἰ μὴ πολλῆς ταῦτα παρ' ὑμῶν ἀπέλαυσε προνοίας, ἐπηρεάσθη ἂν μὴ ἔχοντα τὴν ἀπὸ τῆς φύσεως βοήθειαν· ἐπηρεασθέντα δὲ, ἀπώλετο ἄν· ἀπολόμενα δὲ, ἔσχισεν ἂν τὸ σῶμα· σχισθέντος δὲ τοῦ σώματος, καὶ τὰ λοιπὰ ἂν ἀπώλετο τὰ πολλῷ μείζονα τούτων. Ὁρᾷς ὅτι καὶ τῆς ἐκείνων προνοίας ἔχεται ἡ τούτων ἐπιμέλεια; Οὐ γὰρ οὕτως ἐν τῇ οἰκείᾳ φύσει τὸ εἶναι ἔχουσιν, ὡς ἐν τῷ σώματι εἶναι ἕν. Διὰ δὴ τοῦτο, ἂν μὲν τὸ σῶμα ἀπόληται, οὐδὲν αὐτοῖς κέρδος τῆς καθ' ἕκαστον ὑγιείας· ἀλλ' ἄν τε ὀφθαλμὸς μένῃ, ἄν τε ῥὶς διατηροῦσα τὸ οἰκεῖον, τοῦ συνδέσμου λυθέντος, ὄφελος οὐδὲν ἔσται λοιπόν· ἂν δὲ, τούτου μένοντος, ἐκεῖνα βλαβῇ, καὶ διαβαστάζεται καὶ πρὸς ὑγίειαν ἐπάνεισι ταχέως. Ἀλλ' ἴσως εἴποι τις ἄν· Τοῦτο μὲν ἐν τῷ σώματι λόγον ἔχει, ὅτι τὸ ὑστεροῦν περισσοτέραν ἔλαβε τιμὴν, ἐπὶ δὲ τῶν ἀνθρώπων πῶς ἂν τοῦτο φανείη; Ἐπὶ τῶν ἀνθρώπων μὲν οὖν μάλιστα ἴδοις ἂν τοῦτο συμβαῖνον. Καὶ γὰρ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, πρῶτοι τὸν μισθὸν ἔλαβον· καὶ τὸ πλανηθὲν πρόβατον ἔπεισε τὸν ποιμένα τὰ ἐνενηκονταεννέα καταλιπεῖν, καὶ ἐπ' αὐτὸ δραμεῖν, καὶ εὑρηθὲν ἐβαστάζετο, οὐκ ἠλαύνετο· καὶ ὁ ἄσωτος υἱὸς πλείονος τοῦ εὐδοκιμηκότος τῆς τιμῆς ἀπέλαυσε· καὶ ὁ λῃστὴς πρὸ τῶν ἀποστόλων ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο. Καὶ ἐπὶ τῶν ταλάντων δὲ τοῦτο ἴδοις ἂν γινόμενον. Καὶ γὰρ ὁ τὰ πέντε τάλαντα λαβὼν καὶ ὁ τὰ δύο, τῶν αὐτῶν ἠξιώθησαν, καὶ αὐτῷ τῷ τὰ δύο λαβεῖν πολλῆς ἀπέλαυσε μᾶλλον τῆς προνοίας. Εἰ γὰρ τὰ πέντε ἐνεχειρίσθη, μὴ δυνάμενος, τοῦ παντὸς ἂν ἐξέπεσε· δεξάμενος δὲ τὰ δύο, καὶ τὰ παρ' ἑαυτοῦ πληρώσας, τῶν αὐτῶν ἠξιώθη τῷ τὰ πέντε ἐργασαμένῳ, τοσούτῳ πλεονεκτήσας, ὅσῳ ἀπ' ἐλαττόνων πόνων τῶν αὐτῶν ἐπέτυχε στεφάνων. Καίτοι καὶ αὐτὸς ἄνθρωπος ἦν, ὥσπερ ὁ τὰ πέντε· ἀλλ' ὅμως οὐδὲν πρὸς αὐτὸν ὁ Δεσπότης ἀκριβολογεῖται, οὐδὲ ἀναγκάζει τὰ αὐτὰ ποιεῖν τῷ συνδούλῳ, οὐδὲ λέγει, Διὰ τί μὴ δύνασαι τὰ πέντε ἐργάσασθαι; δικαίως ἂν εἰπών· ἀλλὰ καὶ αὐτὸν ἐστεφάνωσε. Ταῦτ' οὖν εἰδότες, μὴ ἐπεμβαίνετε τοῖς ἐλάττοσιν οἱ μείζους, ἵνα μὴ πρὸ ἐκείνων ἑαυτοὺς βλάψητε· ἀποσχιζομένων γὰρ αὐτῶν, τὸ πᾶν διαφθείρεται σῶμα. Τί γὰρ ἄλλο ἐστὶ σῶμα, ἢ τὸ πολλὰ εἶναι μέλη; καθὼς καὶ αὐτός φησιν, ὅτι Τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά. Εἰ τοίνυν τοῦτό ἐστι σῶμα, φροντίζωμεν τοῦ τὰ πολλὰ μένειν πολλά· ὡς ἐὰν μὴ τοῦτο διασώζηται, περὶ τὰ καίρια ἡ πληγὴ γίνεται. Διὸ καὶ αὐτὸς οὐ τοῦτο μόνον ἀπαιτεῖ, τὸ μὴ ἀποσχίζεσθαι ἀλλήλων, ἀλλὰ καὶ τὸ σφόδρα συνῆφθαι. Εἰπὼν γοῦν, Ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, οὐκ ἠρκέσθη τούτῳ, ἀλλ' ἐπήγαγεν· Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη· ἑτέραν καὶ ταύτην αἰτίαν προστιθεὶς τοῦ τὰ ἐλάττονα πλείονος ἀπολαύειν τιμῆς. Οὐ γὰρ ἵνα μὴ ἀποσχίζηται μόνον ἀλλήλων, οὕτως ᾠκονόμησεν ὁ Θεὸς, ἀλλ' ἵνα καὶ ἀγάπη ᾖ πολλὴ καὶ ὁμόνοια. Εἰ γὰρ ἐν τῇ τοῦ πλησίον σωτηρίᾳ τὸ εἶναι ἑκάστῳ, μή μοι τὸ ἔλαττον καὶ τὸ πλέον εἴπῃς· ἐνταῦθα γὰρ οὐκ ἔστι πλέον καὶ ἔλαττον. Μένοντος γὰρ τοῦ σώματος, δυνατὸν καὶ τὴν διαφορὰν ἰδεῖν· ἀπολλυμένου δὲ, οὐκέτι· ἀπολεῖται δὲ, ἂν μὴ καὶ τὰ ἐλάττονα μένῃ.