Ancient Greek
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-32
Not analysed yet
Καὶ θέα πῶς αὐτὴν οὐκ ἀφ' ὧν ἔχει μόνον, ἀλλὰ καὶ ἀφ' ὧν οὐκ ἔχει, κοσμεῖ. Καὶ γὰρ ἀρετὴν ἐπεισάγει, καὶ κακίαν ἐκκόπτει, φησὶ, μᾶλλον δὲ οὐδὲ ἀφίησι φῦναι τὴν ἀρχήν. Οὐδὲ γὰρ εἶπε, Ζηλοῖ μὲν, περιγίνεται δὲ τοῦ φθόνου, οὐδ' ὅτι Ἀπονοεῖται μὲν, κολάζει δὲ τὸ πάθος, ἀλλ' ὅτι Οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται· ὃ δὴ μάλιστά ἐστι θαυμαστὸν, ὅτι καὶ χωρὶς πόνων κατορθοῖ τὰ ἀγαθὰ, καὶ χωρὶς πολέμου καὶ παρατάξεως τὸ τρόπαιον ἵστησιν. Οὐ γὰρ ἀφίησιν ἱδρῶσαι τὸν ἔχοντα, καὶ οὕτω τὸν στέφανον λαβεῖν, ἀλλ' ἀπονητὶ κομίζει τὸ βραβεῖον αὐτῷ. Ἔνθα γὰρ οὐκ ἔστιν ἀντίπαλον πάθος τῷ σώφρονι λογισμῷ, τίς ἂν γένοιτο πόνος; Οὐκ ἀσχημονεῖ. Τί γὰρ λέγω, φησὶν, ὅτι οὐ φυσιοῦται, ὅπου γε τοσοῦτον ἀπέχει τοῦ πάθους, ὅτι καὶ τὰ ἔσχατα παθοῦσα διὰ τὸν ἀγαπώμενον, οὐδὲ ἀσχημοσύνην τὸ πρᾶγμα νομίζει; Οὐκ εἶπε πάλιν, ὅτι ἀσχημονεῖ μὲν, φέρει δὲ τὴν αἰσχύνην γενναίως, ἀλλ' ὅτι οὐδὲ αἴσθησίν τινα λαμβάνει τῆς αἰσχύνης. Εἰ γὰρ οἱ φιλοχρήματοι πάντα ὑπομένοντες τὰ ἐπονείδιστα τῆς καπηλείας ἕνεκεν ἐκείνης, οὐ μόνον οὐκ ἐγκαλύπτονται, ἀλλὰ καὶ ἀγάλλονται, πολλῷ μᾶλλον ὁ τὴν ἐπαινετὴν ταύτην ἔχων ἀγάπην, ὑπὲρ τῆς τῶν φιλουμένων ἀσφαλείας οὐδὲν ὁτιοῦν παραιτήσεται, καὶ οὐ μόνον οὐ παραιτήσεται, ἀλλ' οὐδὲ πάσχων αἰσχύνεται· ἀλλ' ἵνα μὴ ἀπὸ τοῦ πονηροῦ πράγματος τὸ παράδειγμα φέρωμεν, ἐξετάσωμεν ἐπὶ τοῦ Χριστοῦ τοῦτο αὐτὸ, καὶ τότε ὀψόμεθα τοῦ λεχθέντος τὴν δύναμιν. Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ ἐνεπτύετο καὶ ἐῤῥαπίζετο παρὰ ἀνδραπόδων οἰκτρῶν· καὶ οὐ μόνον οὐκ ἐνόμιζεν ἀσχημονεῖν, ἀλλὰ καὶ ἠγάλλετο, καὶ δόξαν τὸ πρᾶγμα ἐκάλει· καὶ λῃστὴν καὶ ἀνδροφόνον μεθ' ἑαυτοῦ πρὸ τῶν ἄλλων εἰς τὸν παράδεισον εἰσάγων, καὶ πόρνῃ διαλεγόμενος, καὶ ταῦτα τῶν περιεστώτων ἁπάντων ἐγκαλούντων, οὐκ ἐνόμιζε τὸ πρᾶγμα εἶναι αἰσχρὸν, ἀλλὰ καὶ φιλεῖν αὐτῇ τοὺς πόδας παρεῖχε τοὺς ἑαυτοῦ, καὶ βρέχειν τὸ σῶμα τοῖς δάκρυσι, καὶ ἀπομάσσειν ταῖς θριξί· καὶ ταῦτα ἐν μέσῳ θεάτρῳ τῶν ἐχθρῶν καὶ πολεμίων. Ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ. Διὰ τοῦτο καὶ πατέρες, κἂν ἁπάντων ὦσι φιλοσοφώτεροι καὶ ῥητορικώτεροι, οὐκ αἰσχύνονται τοῖς παισὶ συμψελλίζοντες· καὶ οὐδεὶς ἐγκαλεῖ τῶν ὁρώντων, ἀλλ' οὕτω καλὸν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς καὶ εὐχῆς ἄξιον εἶναι. Κἂν πονηροὶ γένωνται πάλιν, οὗτοι μένουσι διορθοῦντες, ἐπιμελόμενοι, συστέλλοντες αὐτῶν τὰ ὀνείδη, καὶ οὐκ αἰσχύνονται. Ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ, ἀλλὰ καθάπερ χρυσαῖς τισι πτέρυξι συγκαλύπτει πάντα τὰ ἁμαρτήματα τῶν ἀγαπωμένων. Οὕτω καὶ τὸν Δαυῒδ ὁ Ἰωνάθαν ἐφίλει, καὶ ἀκούων τοῦ πατρὸς λέγοντος, Υἱὲ κορασίων αὐτομολούντων γυναικοτραφὲς, οὐκ ᾐσχύνετο, καίτοι γε πολλῆς αἰσχρότητος τὰ ῥήματα γέμει. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Υἱὲ πορνιδίων ἐπιμαινομένων ἀνδράσιν, ἐπιτρεχόντων τοῖς παριοῦσιν, ἐκνενευρισμένε καὶ μαλακὲ καὶ μηδὲν ἔχων ἀνδρὸς, ἀλλ' ἐπ' αἰσχύνῃ σου καὶ τῆς τεκούσης σε μητρὸς ζῶν. Τί οὖν; ἤλγησεν ἐπὶ τούτοις καὶ ἐνεκαλύψατο, καὶ ἀπέστη τοῦ φιλουμένου; Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἐκαλλωπίζετο τῷ φίλτρῳ· καίτοι γε ὁ μὲν βασιλεὺς ἦν τότε, καὶ βασιλέως υἱὸς ὁ Ἰωνάθαν, ὁ δὲ φυγὰς καὶ ἀλήτης ὁ Δαυΐδ. Ἀλλ' οὐδὲ οὕτως ᾐσχύνετο αὐτοῦ τῇ φιλίᾳ· ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ. Καὶ γὰρ τὸ θαυμαστὸν αὐτῆς τοῦτό ἐστιν, ὅτι τὸν ὑβριζόμενον οὐ μόνον οὐκ ἀφίησιν ἀλγεῖν οὐδὲ δάκνεσθαι, ἀλλὰ καὶ χαίρειν παρασκευάζει. Διὰ δὴ τοῦτο καὶ ἐκεῖνος μετὰ ταῦτα ἅπαντα, ὥσπερ στέφανον περικείμενος, οὕτως ἀπελθὼν περιεχύθη τῷ Δαυΐδ. Οὐ γὰρ οἶδε τί ποτέ ἐστιν αἰσχύνη ἡ ἀγάπη· διὰ τοῦτο καὶ φιλοτιμεῖται, ἐφ' οἷς ἕτερος ἐγκαλύπτεται. Αἰσχύνη γὰρ τὸ μὴ εἰδέναι φιλεῖν, οὐ τὸ φιλοῦντα κινδυνεύειν καὶ πάντα ὑπομένειν ὑπὲρ τῶν φιλουμένων. Πάντα δὲ ὅταν εἴπω, μὴ νομίσῃς, καὶ τὰ ἐπιβλαβῆ λέγειν, οἷον εἴ τις λέγοι, νέῳ συμπράττειν εἰς ἐρωμένην, ἢ εἴ τις ἕτερόν τι ἐπιβλαβὲς ἀξιοῖ διανύειν. Ὁ γὰρ τοιοῦτος οὐ φιλεῖ· καὶ τοῦτο πρῴην ὑμῖν ἔδειξα ἀπὸ τῆς Αἰγυπτίας γυναικός. Καὶ γὰρ ἐκεῖνος μόνος ἐστὶν ὁ φιλῶν, ὁ τὰ συμφέροντα ζητῶν τῷ φιλουμένῳ· ὡς εἴ τις τοῦτο μὴ θηρεύοι τὸ καλὸν, κἂν μυριάκις λέγῃ φιλεῖν, ἐχθρῶν ἐστι πολεμιώτερος πάντων. Οὕτω καὶ ἡ Ῥεβέκκα ποτὲ, ἐπειδὴ σφόδρα ἐξήρτητο τοῦ παιδὸς, καὶ κλοπὴν εἰργάζετο, καὶ οὐκ ᾐσχύνετο μὴ ἁλῷ, οὐδὲ ἐδεδοίκει· καὶ γὰρ καὶ κίνδυνος ἦν οὐχ ὁ τυχών· ἀλλὰ καὶ τοῦ παιδὸς ἀκριβολογουμένου πρὸς αὐτὴν, Ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον, ἔλεγεν.