Ancient Greek
Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-33
Not analysed yet
Εἶτα ἐπειδὴ τὸ ἔσοπτρον παρίστησι τὸ ὁρώμενον ὁπωσδήποτε, ἐπήγαγεν, Ἐν αἰνίγματι, μεθ' ὑπερβολῆς δεικνὺς μερικωτάτην τὴν παροῦσαν γνῶσιν. Τότε δὲ πρόσωπον πρὸς πρόσωπον· οὐχ ὡς πρόσωπον ἔχοντος τοῦ Θεοῦ, ἀλλ' ἵνα εἴπῃ σαφέστερον καὶ τρανότερον. Ὁρᾷς κατ' ἐπίδοσιν πάντα μανθάνοντας; Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Εἶδες πῶς διπλῇ τὸ φύσημα αὐτῶν κατέσπασεν; ὅτι καὶ μερικὴ ἡ γνῶσις, καὶ οὐδὲ ταύτην οἴκοθεν ἔχουσιν. Οὐ γὰρ ἐγὼ αὐτὸν ἔγνων, ἀλλ' αὐτός με ἐγνώρισε, φησίν. Ὥσπερ οὖν αὐτός με ἔγνω πρότερος νῦν, καὶ αὐτός μοι ἐπέδραμεν, οὕτως ἐγὼ αὐτῷ ἐπιδραμοῦμαι τότε πολλῷ μειζόνως, ἢ νῦν. Καὶ γὰρ ὁ ἐν σκότῳ καθήμενος, ἕως μὲν ἂν μὴ βλέπῃ τὸν ἥλιον, οὐκ αὐτὸς ἐπιτρέχει τῷ κάλλει τῆς ἀκτῖνος, ἀλλ' ἐκείνη δείκνυσιν ἑαυτὴν, ἐπειδὰν λάμψῃ· ὅταν δὲ αὐτῆς δέξηται τὴν αὐγὴν, τότε καὶ αὐτὸς λοιπὸν διώκει τὸ φῶς. Τοῦτο οὖν ἐστι τὸ, Καθὼς καὶ ἐπεγνώσθην· οὐχ ὅτι οὕτως αὐτὸν εἰσόμεθα, καθὼς αὐτὸς ἡμᾶς, ἀλλ' ὅτι ὥσπερ αὐτὸς ἡμῖν ἐπέδραμε νῦν, οὕτω καὶ ἡμεῖς ἀνθεξόμεθα αὐτοῦ τότε, καὶ πολλὰ τῶν νῦν ἀποῤῥήτων εἰσόμεθα, καὶ τῆς μακαριωτάτης ἐκείνης ἀπολαύσομεν ὁμιλίας καὶ σοφίας. Εἰ γὰρ ὁ τοσαῦτα εἰδὼς Παῦλος νήπιος, ἐννόησον ἡλίκα ἐκεῖνα· εἰ ταῦτα ἔσοπτρον καὶ αἴνιγμα, λογίζου μοι πάλιν ἐντεῦθεν τὸ πρόσωπον ἡλίκον ἐστίν. Ἵνα δέ σοι μικρόν τι παρανοίξω τῆς διαφορᾶς ταύτης, καὶ ἀκτῖνά τινα ἀμυδρὰν τοῦ νοήματος ἐναφῶ σου τῇ ψυχῇ τούτου, ἀναμνήσθητί μοι τῶν ἐν τῷ νόμῳ νῦν, ἡνίκα ἡ χάρις ἔλαμψε. Καὶ γὰρ ἐκεῖνα πρὸ τῆς χάριτος μεγάλα τινὰ καὶ θαυμαστὰ ἐφαίνετο· ἀλλ' ὅμως ἄκουσον τί φησι περὶ αὐτῶν μετὰ τὴν χάριν ὁ Παῦλος, ὅτι Οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, ἐφ' ἑνός τινος τῶν τότε τελουμένων τὸν λόγον μεταχειρίσωμεν, καὶ τότε ὄψει τὸ μέσον ὅσον· καὶ, εἰ βούλει, τὸ Πάσχα εἰς μέσον ἀγάγωμεν ἐκεῖνο καὶ τοῦτο, καὶ τότε εἴσῃ τὴν ὑπεροχήν. Ἐπετέλουν μὲν γὰρ καὶ Ἰουδαῖοι, ἐπετέλουν δὲ οὕτως, ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι· τὰ δὲ ἀπόῤῥητα ταῦτα μυστήρια οὐδὲ εἰς νοῦν ποτε ἔλαβον, οὐδὲ ᾔδεσαν τίνα ἦν, ἃ ἐκεῖνα προανεφώνει· ἀλλὰ πρόβατον ἑώρων σφαττόμενον, καὶ αἷμα ἀλόγου, καὶ θύρας χριομένας τούτῳ· ὅτι δὲ ὁ Υἱὸς τοῦ Θεοῦ σαρκωθεὶς σφαγήσεται, καὶ τὴν οἰκουμένην ἐλευθερώσει πᾶσαν, καὶ δώσει καὶ Ἕλλησι καὶ βαρβάροις τοῦ αἵματος ἀπογεύσασθαι τούτου, καὶ τὸν οὐρανὸν ἀνοίξει πᾶσι, καὶ τὰ ἐκεῖ προσθήσει τῷ τῶν ἀνθρώπων γένει, καὶ τὴν αἱμαχθεῖσαν σάρκα λαβὼν ὑπὲρ τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ πάσας ἁπλῶς τὰς ἄνω τῶν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄλλων δυνάμεων στρατιὰς ἀναβιβάσει, καὶ ἐπ' αὐτοῦ τοῦ θρόνου τοῦ βασιλικοῦ ἐν δεξιᾷ τοῦ Πατρὸς αὐτὴν καθιεῖ δόξῃ λάμπουσαν ἀῤῥήτῳ· ταῦτα δὴ οὔτε ἐκείνων τις, οὔτε τῶν ἄλλων οὐδεὶς ἀνθρώπων, οὔτε προέγνω οὔτε εἰς νοῦν ἠδυνήθη βαλέσθαι ποτέ. Ἀλλὰ τί φασιν οἱ πάντα τολμηροί; Τὸ, Ἄρτι γινώσκω ἐκ μέρους, περὶ οἰκονομιῶν εἰρῆσθαι· τὴν γὰρ περὶ τοῦ Θεοῦ γνῶσιν ἀπηρτισμένην αὐτὸν ἔχειν. Καὶ πῶς νήπιον ἑαυτὸν καλεῖ; πῶς δι' ἐσόπτρου βλέπει; πῶς ἐν αἰνίγματι, εἰ τὸ πᾶν ἔχει τῆς γνώσεως; τί δὲ ὥσπερ ἐξαίρετον ἀνατίθησιν αὐτὸ τῷ Πνεύματι, καὶ οὐδεμιᾷ ἄλλῃ δυνάμει τῆς κτίσεως, λέγων· Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Καὶ ὁ Χριστὸς πάλιν ἑαυτοῦ μόνου τοῦτο εἶναί φησιν, οὕτω λέγων· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα· ὅρασιν τὴν γνῶσιν λέγων τὴν σαφεστάτην καὶ ἀπηρτισμένην. Πῶς δὲ ὁ τὴν οὐσίαν εἰδὼς, τὰς οἰκονομίας ἀγνοήσει; ἐκείνη γὰρ μείζων ταύτης ἡ γνῶσις. Ἀγνοοῦμεν οὖν, φησὶ, τὸν Θεόν; Ἄπαγε· ἀλλ' ὅτι μὲν ἔστιν, ἴσμεν· τί ποτε δέ ἐστι τὴν οὐσίαν, οὐκέτι. Καὶ ἵνα γνῷς ὅτι οὐ περὶ τῶν οἰκονομιῶν εἴρηκε τὸ, Ἄρτι γινώσκω ἐκ μέρους, ἄκουσον τῶν ἑξῆς· ἐπήγαγεν οὖν· Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Οὐ δήπου δὲ ὑπὸ τῶν οἰκονομιῶν ἐπεγνώσθη, ἀλλ' ὑπὸ τοῦ Θεοῦ. Μηδεὶς τοίνυν μικρὰν, μηδὲ ἁπλῆν νομιζέτω εἶναι ταύτην τὴν παρανομίαν, ἀλλὰ καὶ διπλῆν καὶ τριπλῆν καὶ πολλαπλασίονα. Οὐ γὰρ δὴ τοῦτο μόνον ἐστὶ τὸ ἄτοπον, ὅτι ταῦτα ἀλαζονεύονται εἰδέναι, ἃ τοῦ Πνεύματός ἐστι μόνου, καὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀλλ' ὅτι καὶ Παύλου οὐδὲ τὸ μερικὸν τοῦτο τῆς γνώσεως ἄνευ τῆς ἄνωθεν ἀποκαλύψεως δυνηθέντος μαθεῖν, αὐτοὶ τὸ πᾶν ἐκ τῶν οἰκείων λογισμῶν κατειληφέναι φασίν. Οὐδὲ γὰρ ἔχουσιν οὐδαμοῦ τὴν Γραφὴν περὶ τούτων ἡμῖν διειλεγμένην δεῖξαι. Ἀλλὰ γὰρ τὴν μανίαν αὐτῶν ἀφέντες, τῶν ἑξῆς ἐχώμεθα περὶ τῆς ἀγάπης λόγων. Οὐδὲ γὰρ τούτοις ἠρκέσθη, ἀλλ' ἐπάγει πάλιν λέγων· Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.