Ancient Greek
Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-34
Not analysed yet
Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ διαβάλλει τὸ χάρισμα, ἀλλ' ἐπὶ τὰ βελτίονα αὐτοὺς ἄγει, τήν τε περὶ αὐτοὺς κηδεμονίαν, καὶ τὴν φθόνου παντὸς ἀπηλλαγμένην ψυχὴν ἐπιδεικνύς. Οὐδὲ γὰρ εἶπε, Δύο ἢ τρεῖς, ἀλλὰ, Πάντας ὑμᾶς θέλω γλώσσαις λαλεῖν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ προφητεύειν· καὶ τοῦτο μᾶλλον, ἢ ἐκεῖνο· μείζων γὰρ ὁ προφητεύων. Ἐπειδὴ γὰρ κατεσκεύασε αὐτὸ καὶ ἀπέδειξε, τότε λοιπὸν καὶ ἀποφαίνεται, οὐ μὴν ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης· ἐπήγαγε γὰρ, Ἐκτὸς εἰ μὴ διερμηνεύει· ὡς ἐὰν δύνηται τοῦτο, τὸ διερμηνεύειν λέγω, ἴσος γέγονε τῷ προφήτῃ, φησὶν, ἐπειδὴ πολλοὶ οἱ τὴν ὠφέλειαν καρπούμενοι· ὃ χρὴ μάλιστα παρατηρεῖν, πῶς διὰ πάντων τοῦτο πρὸ τῶν ἄλλων ἐπιζητεῖ. Νυνὶ δὲ, ἀδελφοὶ, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν διδαχῇ; Καὶ τί λέγω, φησὶ, τοὺς ἄλλους; Ἔστω γὰρ ὁ φθεγγόμενος γλώσσαις Παῦλος· οὐδὲ γὰρ οὕτως ἔσται τι πλέον τοῖς ἀκούουσι. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι τὸ ἐκείνοις συμφέρον ζητεῖ· οὐ πρὸς τοὺς τὸ χάρισμα ἔχοντας ἀπεχθῶς ἔχει, ὅπου γε οὐδὲ ἐπὶ τοῦ οἰκείου προσώπου παραιτεῖται δεῖξαι τὸ ἀνωφελές. Καὶ ἀεὶ δὲ τὰ φορτικὰ ἐπὶ τοῦ οἰκείου προσώπου γυμνάζει, ὡς καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς ἔλεγε· Τίς ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; τίς δὲ Κηφᾶς; Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Οὐδὲ ἐγὼ ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν προφητείᾳ, ἢ ἐν γνώσει, ἢ ἐν διδαχῇ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐὰν μή τι εἴπω δυνάμενον ὑμῖν εὔληπτον γενέσθαι, καὶ δυνάμενον εἶναι σαφὲς, ἀλλ' ἐπιδείξομαι μόνον, ὅτι γλωττῶν ἔχω χάρισμα, γλωττῶν ὧν ἀκούσαντες, οὐδὲν κερδάναντες Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἂν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον· ἀπελεύσεσθε. Πῶς γὰρ ἀπὸ φωνῆς, ἧς οὐ συνίετε; Καὶ τί λέγω, φησὶν, ὅτι ἐφ' ἡμῶν τοῦτο μὲν ἀκερδὲς, ὠφέλιμον δὲ τὸ σαφὲς καὶ εὔληπτον τοῖς ἀκούουσι; Καὶ γὰρ καὶ ἐν τοῖς ἀψύχοις ὀργάνοις τῆς μουσικῆς τοῦτο ἴδοι τις ἄν· εἴτε γὰρ αὐλὸς, εἴτε κιθάρα εἴη, καὶ μηδὲ ῥυθμῷ μηδὲ ἁρμονίᾳ τῇ προσηκούσῃ, ἀλλὰ συγκεχυμένως καὶ ἁπλῶς κρούοιτο καὶ ἐμπνέοιτο, οὐδένα ψυχαγωγήσει τῶν ἀκουόντων. Καὶ γὰρ ἐν τοῖς ἀνάρθροις ἐκείνοις δεῖ τινος σαφηνείας· κἂν μὴ κατὰ τέχνην κρούσῃς, καὶ ἐμπνεύσῃς τῷ αὐλῷ, οὐδὲν ἐποίησας. Εἰ δὲ παρὰ τῶν ἀψύχων τοσαύτην ἀπαιτοῦμεν σαφήνειαν καὶ ἁρμονίαν καὶ διάκρισιν, καὶ ἐν τοῖς ἀσήμοις ἐκείνοις φθόγγοις βιαζόμεθα καὶ φιλονεικοῦμεν πολλὴν ἐπιθεῖναι τὴν σημασίαν, πολλῷ μᾶλλον ἐν τοῖς ἐμψύχοις καὶ λογικοῖς ἀνθρώποις, καὶ ἐν τοῖς πνευματικοῖς χαρίσμασι τὸ εὔσημον διώκειν δεῖ. Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; Ἀπὸ γὰρ τῶν περιττῶν ἐπὶ τὰ ἀναγκαιότερα καὶ χρησιμώτερα τὸν λόγον ἄγει, καί φησιν, ὅτι οὐκ ἐπὶ τῆς κιθάρας μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς σάλπιγγος τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Εἰσὶ γὰρ καὶ ἐκεῖ ῥυθμοὶ, καὶ ἐνδείκνυνται ποτὲ μὲν πολεμικὴν ἠχὴν, ποτὲ δὲ οὐ τοιαύτην· καὶ ποτὲ μὲν εἰς παράταξιν ἐξάγει, ποτὲ δὲ ἀνακαλεῖται· κἂν μὴ τοῦτό τις εἰδῇ, περὶ τῶν ἐσχάτων ὁ κίνδυνος. Ὃ δὴ δηλῶν καὶ τὴν βλάβην ἐμφαίνων φησὶ, Τίς παρασκευάσεται εἰς πόλεμον; Ὥστε ἂν μὴ τοῦτο ἔχῃ, τὸ πᾶν ἀπώλεσε. Καὶ τί πρὸς ἡμᾶς ταῦτα; φησί. Πρὸς ὑμᾶς μὲν οὖν μάλιστα, διὸ καὶ ἐπάγει· Οὕτω καὶ ὑμεῖς, ἐὰν μὴ εὔσημον λόγον δῶτε διὰ τῆς γλώττης, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. Τουτέστιν, οὐδενὶ φθεγγόμενοι, πρὸς οὐδένα λαλοῦντες. Καὶ πανταχοῦ τὸ ἀνωφελὲς δείκνυσι. Καὶ εἰ ἀνωφελὲς, διὰ τί ἐδόθη; φησίν. Ὥστε ἐκείνῳ χρήσιμον εἶναι τῷ λαβόντι· εἰ δὲ καὶ ἑτέροις μέλλοι γίνεσθαι, ἑρμηνείαν δεῖ προσεῖναι. Ταῦτα δὲ λέγει, συνάγων αὐτοὺς πρὸς ἀλλήλους, ἵνα κἂν αὐτὸς μὴ ἔχῃ τὸ χάρισμα τοῦ ἑρμηνεύειν, ἕτερον προσλαβὼν τὸν τοῦτο ἔχοντα, ὠφέλιμον τὸ ἑαυτοῦ δι' ἐκείνου ποιήσῃ. Διὸ πανταχοῦ δείκνυσιν ἀτελὲς ὂν, ἵνα κἂν οὕτως αὐτοὺς συνδήσῃ. Ὡς ὅ γε νομίζων ἀρκεῖν αὐτὸ ἑαυτῷ, οὐχ οὕτως αὐτὸ ἐγκωμιάζει, ὡς καθαιρεῖ, οὐκ ἀφιεὶς αὐτὸ λάμψαι καλῶς διὰ τῆς ἑρμηνείας. Καλὸν μὲν γὰρ καὶ ἀναγκαῖον τὸ χάρισμα, ἀλλ' ὅταν ἔχῃ τὸν σαφηνίζοντα τὰ λεγόμενα. Ἐπεὶ καὶ ὁ δάκτυλος ἀναγκαῖον, ἀλλ' ὅταν αὐτὸν ἀποστήσῃς τῶν λοιπῶν, οὐχ ὁμοίως ἔσται χρήσιμος· καὶ ἡ σάλπιγξ ἀναγκαία, ἀλλ' ὅταν ἁπλῶς ἠχῇ, καὶ ἐπαχθής. Οὔτε γὰρ τέχνη φανεῖται, μὴ ὑποκειμένης ὕλης, οὐδὲ ὕλη μορφοῦται, μὴ ἐπιτεθειμένου τοῦ εἴδους. Τίθει τοίνυν τὴν μὲν φωνὴν ὡς ὑποκείμενον, τὴν δὲ σαφήνειαν ὡς εἶδος, οὗ μὴ παρόντος οὐδὲν ὄφελος τοῦ ὑποκειμένου. Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον. Τουτέστι, Τοσαῦται γλῶσσαι, τοσαῦται φωναὶ, Σκυθῶν, Θρᾳκῶν, Ῥωμαίων, Περσῶν, Μαύρων, Ἰνδῶν, Αἰγυπτίων, ἑτέρων μυρίων ἐθνῶν. Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος.