# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-36

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν. Οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-36

Εἶτα τὸ πάντων ἰσχυρότερον ὕστερον τίθησι, λέγων, ὅτι Ὁ Θεὸς ταῦτα καὶ νῦν ἐπιτάττει δι' ἐμοῦ. Εἰ γάρ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικὸς, γινωσκέτω ταῦτα ἃ γράφω ὑμῖν, ὅτι Κυρίου εἰσὶν αἱ ἐντολαί. Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. Καὶ τίνος ἕνεκεν τοῦτο ἐπήγαγε; Δεικνὺς ὅτι οὐ βιάζεται, οὐδὲ φιλονεικεῖ, ὅπερ σημεῖόν ἐστι τῶν οὐ τὰ ἑαυτῶν βουλομένων ἱστᾷν, ἀλλὰ τὸ ἑτέροις συμφέρον σκοπούντων. Διὸ καὶ ἀλλαχοῦ φησιν· Εἰ δέ τις φιλόνεικός ἐστιν, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἀλλ' οὐ πανταχοῦ τοῦτο ποιεῖ, ἀλλ' ἔνθα ἂν μὴ σφόδρα μεγάλα τὰ ἁμαρτανόμενα ᾖ, καὶ τότε ἐντρέπων μᾶλλον· ἐπεὶ ὅταν περὶ ἑτέρων διαλέγηται, οὐ λέγει οὕτως, ἀλλὰ πῶς; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κληρονομήσουσι· καὶ πάλιν, Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ἐνταῦθα δὲ, ἐπειδὴ περὶ σιγῆς ἦν αὐτῷ ὁ λόγος, οὐ σφόδρα εὐτόνως ἐπιτίθεται, αὐτῷ τούτῳ μᾶλλον αὐτοὺς ἐπισπώμενος. Εἶτα ὅπερ ἀεὶ ποιεῖν εἴωθεν, ἐπὶ τὴν προτέραν ὑπόθεσιν, ὅθεν ταῦτα εἰπεῖν ἐξέβη, ἐπάγει τὸν λόγον λέγων· Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε. Καὶ γὰρ ἔθος αὐτῷ τοῦτο, μὴ τὸ προκείμενον ἐργάζεσθαι μόνον, ἀλλὰ καὶ ἐξ ἐκείνου τὸ δοκοῦν αὐτῷ συγγενὲς ὁπωσδήποτε εἶναι διορθοῦν, καὶ πάλιν ἐπὶ τὸ πρότερον ἐπανιέναι, ὥστε μὴ δοκεῖν τῆς ὑποθέσεως ἐκπίπτειν. Καὶ γὰρ ὅτε περὶ τῆς ἐν ταῖς τραπέζαις διελέγετο συμφωνίας, ἐπὶ τὴν κοινωνίαν τὴν ἐν τοῖς μυστηρίοις ἐκβὰς, κἀκεῖθεν ἐντρέψας, εἰς τὰ πρότερα ἐπάνεισι πάλιν, λέγων· Ὥστε συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Καὶ ἐνταῦθα τοίνυν περὶ τῆς ἐν τοῖς χαρίσμασιν εὐταξίας διαλεχθεὶς, καὶ τοῦ μὴ δεῖν μήτε ἀλύειν ἐν τοῖς ἐλάττοσι, μήτε φυσᾶσθαι ἐπὶ τοῖς μείζοσιν, εἶτα ἐπὶ τὴν γυναιξὶ πρέπουσαν ἐξελθὼν εὐκοσμίαν ἐντεῦθεν, καὶ κατασκευάσας αὐτὴν, ἐπὶ τὸ προκείμενον ἐπάνεισι, λέγων πάλιν· Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε. Εἶδες πῶς μέχρι τέλους τὴν διαφορὰν ἐφύλαξε, καὶ πῶς ἔδειξε τὸ μὲν σφόδρα ἀναγκαῖον ὂν, τὸ δὲ οὐχ οὕτω; Διὸ ἐπ' ἐκείνου μέν φησι, Ζηλοῦτε, ἐπὶ τούτου δὲ, Μὴ κωλύετε. Εἶτα ὡς ἐν κεφαλαίῳ τὰ πάντα διορθούμενος ἐπάγει λέγων· Πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω· πάλιν πλήττων τοὺς εἰκῆ βουλομένους ἀσχημονεῖν, καὶ μανίας δόξαν λαμβάνειν, καὶ τὴν οἰκείαν μὴ φυλάττοντας τάξιν. Οὐδὲν γὰρ οὕτως οἰκοδομεῖ, ὡς εὐταξία, ὡς εἰρήνη, ὡς ἀγάπη, ὥσπερ οὖν καὶ τὰ ἐναντία διαλύει. Οὐκ ἐν τοῖς πνευματικοῖς δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι τοῦτο ἴδοι τις ἄν. Ἄν τε γὰρ ἐν χορῷ, ἄν τε ἐν πλοίῳ, ἄν τε ἐν ἅρματι, ἄν τε ἐν στρατοπέδῳ τὴν τάξιν συγχέῃς, καὶ τὰ μείζονα τῆς οἰκείας χώρας ἐκβαλὼν, τὰ ἐλάττονα εἰσαγάγῃς εἰς τὴν ἐκείνων τάξιν, πάντα διέφθειρας, καὶ οὕτω τὰ ἄνω κάτω γίνεται. Μὴ τοίνυν μηδὲ ἡμεῖς τὴν τάξιν διαφθείρωμεν, μηδὲ τὴν κεφαλὴν κάτω ποιῶμεν, καὶ τοὺς πόδας ἄνω. Τοῦτο δὲ γίνεται, ὅταν τὸν μὲν ὀρθὸν λογισμὸν κάτω ῥίψωμεν, τὰς δὲ ἐπιθυμίας, τὸν θυμὸν, καὶ τὴν ὀργὴν, καὶ τὴν ἡδονὴν ἐπιστήσωμεν τῷ λογικῷ· ὅθεν πολὺς ὁ κλύδων, καὶ πολλὴ ἡ ταραχὴ, καὶ ἀφόρητος ἡ ζάλη, πάντων σκότῳ κατεχομένων. Καὶ, εἰ βούλει, τὴν ἀσχημοσύνην τὴν ἐντεῦθεν γινομένην πρῶτον ἐξετάσωμεν, καὶ τότε τὴν ζημίαν. Πῶς οὖν ἔσται τοῦτο σαφὲς ἡμῖν καὶ σφόδρα γνώριμον; Παραγάγωμεν εἰς μέσον ἄνθρωπον οὕτω διακείμενον, πόρνης ἐρῶντα, καὶ ὑπὸ ἐπιθυμίας ἀτόπου κρατούμενον, καὶ τότε ὀψόμεθα τὸν γέλωτα τοῦτον. Τί γὰρ ἂν γένοιτο αἰσχρότερον τοῦ θυραυλοῦντος πρὸ τῶν πορνικῶν οἰκημάτων, καὶ ῥαπιζομένου παρὰ πόρνης γυναικὸς, καὶ κλαίοντος καὶ ὀδυρομένου, καὶ τὴν ἑαυτοῦ καταισχύνοντος δόξαν; Εἰ δὲ βούλει καὶ τὴν ζημίαν ἰδεῖν, ἐννόει μοι τῶν χρημάτων τὴν δαπάνην, τοὺς περὶ τῶν ἐσχάτων κινδύνους, τὸν πρὸς τοὺς ἀντεραστὰς πόλεμον, τὰ τραύματα, τὰς πληγὰς τὰς ἐκ τῶν τοιούτων παρατάξεων. Τοιοῦτοι καὶ οἱ χρημάτων ἐπιθυμίᾳ κατεχόμενοι· μᾶλλον δὲ μείζονα ἀσχημονοῦσιν. Οὗτοι μὲν γὰρ περὶ ἕν εἰσιν ἠσχολημένοι σῶμα· οἱ δὲ φιλάργυροι τὰς πάντων οὐσίας ὁμοίως περιεργάζονται, καὶ πενήτων καὶ πλουτούντων, καὶ τῶν οὐκ ὄντων πραγμάτων ἐρῶσιν, ὃ μάλιστα τῆς τοῦ πάθους ἀτοπίας σημεῖόν ἐστιν. Οὐ γὰρ λέγουσιν, ὅτι Τὴν τοῦ δεῖνος ἐβουλόμην οὐσίαν ἔχειν, καὶ τὴν τοῦ δεῖνος μόνον, ἀλλὰ καὶ τὰ ὄρη χρυσίον εἶναι βούλονται, καὶ τὰς οἰκίας, καὶ τὰ ὁρώμενα πάντα, καὶ ἐφ' ἕτερον προβαίνουσι κόσμον· καὶ τοῦτο ἐπ' ἄπειρον πάσχουσι, καὶ οὐδαμοῦ τῆς ἐπιθυμίας λήγουσι. Τίς ἂν παραστήσειε λόγος τὸν χειμῶνα τῶν λογισμῶν ἐκείνων, τὰ κύματα, τὸν ζόφον; ὅπου δὲ κύματα καὶ χειμὼν τοιοῦτος, ποία γένοιτ' ἂν ἡδονή; Οὐκ ἔστιν οὐδεμία, ἀλλὰ θόρυβος καὶ ὀδύνη καὶ νεφέλαι ζοφώδεις ἀντὶ ὑδάτων πολλὴν φέρουσαι τὴν ἀθυμίαν· ὃ δὴ καὶ ἐπὶ τῶν ἐρώντων ἀλλοτρίου κάλλους συμβαίνειν εἴωθε. Διά τοι τοῦτο οἱ μηδ' ὅλως ἐρῶντες, τῶν ἐρώντων ἐν πλείονί εἰσιν ἡδονῇ. Ἀλλὰ πρὸς τοῦτο μὲν οὐδεὶς ἀντείποι· ἐγὼ δὲ καὶ τὸν ἐρῶντα μὲν, κατέχοντα δὲ τὴν ἐπιθυμίαν, μᾶλλον ἂν φαίην τρυφᾷν τοῦ συνεχῶς τῆς πόρνης ἀπολαύοντος. Εἰ γὰρ καὶ δυσκολωτέρα ἡ ἀπόδειξις, ἀλλ' ὅμως καὶ οὕτως ἀναγκαῖον κατατολμῆσαι τοῦ λόγου. Καὶ γὰρ δυσκολωτέρα γίνεται, οὐ παρὰ τὴν φύσιν τοῦ πράγματος, ἀλλὰ παρὰ τὸ μὴ εἶναι τῆς φιλοσοφίας ταύτης ἀκροατὰς ἀξίους.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
