# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-37

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-37

Εἶτα ἐπειδὴ τὰ παλαιὰ ἔλεγε, καὶ τὸν παρόντα ἐπέστησε χρόνον εἰπὼν, Ἐν ᾧ καὶ ἑστήκατε, προκαταλαμβάνων αὐτοὺς, ὡς μηδὲ, εἰ σφόδρα βουληθεῖεν, ἀρνήσασθαι δυνηθῆναι. Διὸ καὶ ἀρχόμενος οὐκ εἶπε, Διδάσκω ὑμᾶς, ἀλλὰ, Γνωρίζω ὑμῖν, τὸ ἤδη δῆλον γενόμενον. Καὶ πῶς τοὺς σαλευομένους ἑστάναι φησί; Προσποιεῖται ἄγνοιαν συμφερόντως· ὅπερ καὶ ἐπὶ Γαλατῶν ποιεῖ, ἀλλ' οὐχ ὁμοίως. Ἐπειδὴ γὰρ οὐκ ἦν ἄγνοιαν ἐκεῖ προσποιήσασθαι, ἑτέρως μεθοδεύει τὸν λόγον λέγων· Πέποιθα δὲ εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπεν, Ὅτι οὐδὲν ἄλλο ἐφρονήσατε, ἐπειδὴ ὡμολογημένον ἦν αὐτῶν τὸ παράπτωμα καὶ κατάδηλον, ἀλλὰ τὸ μέλλον ἐγγυᾶται· καίτοι καὶ τοῦτο ἄδηλον· ἀλλ' ἵνα αὐτοὺς ἐφελκύσηται μειζόνως. Ἐνταῦθα μέντοι καὶ προσποιεῖται ἀγνοεῖν λέγων, Ἐν ᾧ καὶ ἑστήκατε. Εἶτα τὸ κέρδος, Δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν. Ὥστε σαφηνείας ἐστὶν ἡ διδασκαλία αὕτη ἡ νῦν καὶ ἑρμηνείας. Οὐ γὰρ αὐτὸ δεῖσθε τὸ δόγμα, φησὶ, μαθεῖν, ἀλλ' ὑπομνησθῆναι καὶ διορθωθῆναι. Ταῦτα δὲ λέγει, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι καθάπαξ. Τί δέ ἐστι, Τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν; Ποίῳ τρόπῳ εἶπον, φησὶ, τὴν ἀνάστασιν γίνεσθαι; Ὅτι μὲν γὰρ ἔστιν ἀνάστασις, οὐκ ἂν φαίην ὑμᾶς ἀμφιβάλλειν· ζητεῖτε δὲ ἴσως μαθεῖν σαφέστερον τὸ εἰρημένον. Τοῦτο δὴ καὶ ποιήσω· καὶ γὰρ οἶδα σαφῶς, ὅτι τὸ δόγμα κατέχετε. Εἶτα ἐπειδὴ ἀποφαινόμενος ἔλεγεν, Ἐν ᾧ καὶ ἑστήκατε, ἵνα μὴ ταύτῃ ῥᾳθυμοτέρους ποιήσῃ, φοβεῖ πάλιν αὐτοὺς λέγων· Εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε· δεικνὺς ὅτι περὶ τὸ κεφάλαιον ἡ πληγὴ, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων ὁ ἀγὼν, ἀλλ' ὑπὲρ ὁλοκλήρου τῆς πίστεως. Καὶ νῦν μὲν ὑπεσταλμένως αὐτό φησι, προϊὼν δὲ καὶ διαθερμαινόμενος, γυμνῇ λοιπὸν τῇ κεφαλῇ βοᾷ καὶ λέγει· Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἀλλ' ἐν προοιμίοις οὐχ οὕτως· οὕτω γὰρ χρήσιμον ἦν ἠρέμα καὶ κατὰ μικρὸν προϊέναι. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον. Οὐ λέγει οὐδὲ ἐνταῦθα, ὅτι Εἶπον ὑμῖν, οὐδὲ, Ἐδίδαξα ὑμᾶς, ἀλλὰ τῇ αὐτῇ κέχρηται λέξει πάλιν, Παρέδωκα ὑμῖν, λέγων, ὃ καὶ παρέλαβον. Οὐδὲ ἐνταῦθα ἐμὲ διδαχθῆναί φησιν, ἀλλὰ, Παρέλαβον· δύο ταῦτα κατασκευάζων, ὅτι τε οὐδὲν οἴκοθεν ἐπεισάγειν δεῖ, καὶ ὅτι μετὰ ἀποδείξεως τῆς διὰ τῶν ἔργων ἐπληροφορήθησαν, οὐ λόγοις ψιλοῖς· καὶ κατὰ μικρὸν ἀξιόπιστον τὸν λόγον ποιῶν, τὸ πᾶν εἰς τὸν Χριστὸν ἀνάγει, καὶ δείκνυσιν οὐδὲν τούτων ἀνθρώπινον ὂν τῶν δογμάτων. Τί δέ ἐστι, Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, φησίν; Ἐξ ἀρχῆς, οὐ νῦν. Ταῦτα δὲ λέγει τὸν χρόνον παράγων μάρτυρα, καὶ ὅτι ἐσχάτης ἦν αἰσχύνης τοσοῦτον χρόνον πεισθέντας νῦν μετατίθεσθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ ὅτι καὶ ἀναγκαῖον τὸ δόγμα· διὸ καὶ ἐν πρώτοις παρεδόθη, καὶ ἐκ προοιμίων εὐθέως. Καὶ τί παρέδωκας; εἰπέ μοι. Ἀλλ' οὐ λέγει τοῦτο εὐθέως, ἀλλὰ πρῶτον, ὅτι παρέλαβον. Καὶ τί παρέλαβες; Ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Οὐκ εἶπεν εὐθέως, ὅτι Ἀνάστασίς ἐστι τῶν σωμάτων ἡμῶν, ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο κατασκευάζει, πόῤῥωθεν δὲ καὶ δι' ἑτέρων, λέγων, ὅτι Χριστὸς ἀπέθανε, καὶ μεγάλην τινὰ κρηπῖδα καὶ θεμέλιον ἀῤῥαγῆ προκαταβαλλόμενος τοῦ περὶ τῆς ἀναστάσεως λόγου. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι ἀπέθανεν ὁ Χριστὸς, καίτοι καὶ τοῦτο ἀρκοῦν δηλῶσαι τὴν ἀνάστασιν, ἀλλὰ μετὰ προσθήκης, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Πρῶτον δὲ ἄξιον ἀκοῦσαι τί λέγουσιν ἐνταῦθα οἱ τὰ Μανιχαίων νοσοῦντες, καὶ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ οἰκείᾳ πολεμοῦντες σωτηρίᾳ. Τί οὖν οὗτοι λέγουσι; Θάνατον ἐνταῦθα, φησὶν, οὐδὲν ἄλλο λέγει ὁ Παῦλος, ἢ τὸ ἐν ἁμαρτίᾳ γενέσθαι, καὶ ἀνάστασιν τὸ τῶν ἁμαρτιῶν ἀπαλλαγῆναι. Εἶδες πῶς οὐδὲν πλάνης ἀσθενέστερον; Καὶ πῶς τοῖς οἰκείοις ἁλίσκεται πτεροῖς, καὶ οὐ δεῖται τῆς ἔξωθεν μάχης, ἀλλ' ἑαυτῇ περιπείρεται; Σκόπει γοῦν καὶ οὗτοι πῶς ἑαυτοὺς διέπειρον, δι' ὧν εἰρήκασιν. Εἰ γὰρ τοῦτο θάνατος, σῶμα δὲ οὐκ ἔλαβε καθ' ὑμᾶς ὁ Χριστὸς, ἀπέθανε δὲ, ἐν ἁμαρτίᾳ ἐγένετο καθ' ὑμᾶς. Ἐγὼ μὲν γὰρ λέγω ὅτι σῶμα ἀνέλαβε, καὶ τὸν θάνατον τῆς σαρκὸς εἶναί φησι· σὺ δὲ τοῦτο ἀρνούμενος, ἐκεῖνο ἀναγκασθήσῃ λέγειν. Εἰ δὲ ἐν ἁμαρτίᾳ ἐγένετο, πῶς φησι, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καὶ, Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· καὶ πάλιν, Οὕτω πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Πῶς δὲ ὅλως ὑπὲρ ἁμαρτωλῶν ἀπέθανεν, εἴ γε αὐτὸς ἐν ἁμαρτίαις ἦν; Τὸν γὰρ ὑπὲρ ἁμαρτωλῶν ἀποθνήσκοντα, αὐτὸν ἀναμάρτητον δεῖ εἶναι· ἐπεὶ εἰ καὶ αὐτὸς ἁμαρτάνει, πῶς ὑπὲρ ἄλλων ἁμαρτωλῶν ἀποθανεῖται; Εἰ δὲ ὑπὲρ ἁμαρτιῶν ἄλλων ἀπέθανεν, ἀναμάρτητος ὢν ἀπέθανεν· εἰ δὲ ἀναμάρτητος ὢν ἀπέθανεν, οὐ τὸν τῆς ἁμαρτίας θάνατον (πῶς γὰρ, ὅ γε ἀναμάρτητος;), ἀλλὰ τὸν τοῦ σώματος. Διὸ καὶ ὁ Παῦλος οὐχ ἁπλῶς εἶπεν· Ἀπέθανεν, ἀλλὰ προσέθηκεν, Ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· καὶ ἄκοντας ἐκείνους ἐμβαλὼν εἰς τὸ ὁμολογῆσαι τὸν σωματικὸν θάνατον, καὶ δεικνὺς διὰ τούτου, ὅτι καὶ πρὸ τοῦ θανάτου ἀναμάρτητος ἦν. Τὸν γὰρ ὑπὲρ ἁμαρτιῶν ἀλλοτρίων ἀποθνήσκοντα, αὐτὸν ἀναμάρτητον εἶναι ἀκόλουθον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε, Κατὰ τὰς Γραφάς· καὶ ἐντεῦθεν ἀξιόπιστον πάλιν ποιῶν τὸν λόγον, καὶ δηλῶν ποῖον θάνατον ἔλεγε. Καὶ γὰρ αἱ Γραφαὶ τὸν τοῦ σώματος ἀναγορεύουσι πανταχοῦ· Ὤρυξαν γάρ μου χεῖρας καὶ πόδας, φησί· καὶ, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
