# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-4

Ἀλλὰ ταῦτα ἡμῖν γνώριμα, τοῖς δὲ ἀπίστοις οὐκέτι. Διὰ τοῦτο ἔλεγεν, ὅτι ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Οὐδὲν παρ' ἑαυτοῦ φορτικὸν τέως τίθησιν, ἀλλὰ πρότερον ἐπὶ τὴν μαρτυρίαν ἔρχεται τῆς Γραφῆς, καὶ τότε τὴν ἐκεῖθεν παῤῥησίαν λαβὼν καταφορικώτερον κέχρηται τοῖς λόγοις, καί φησιν· Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Εἰπὼν ὅτι Γέγραπται, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν ἐπάγει λέγων· Ποῦ σοφός; ποῦ γραμματεύς; ὁμοῦ καὶ Ἑλλήνων καὶ Ἰουδαίων καθαπτόμενος. Ποῖος γὰρ φιλόσοφος, τίς τῶν περὶ τοὺς συλλογισμοὺς ἐσχολακότων, τίς τῶν τὰ Ἰουδαίων εἰδότων ἔσωσε, καὶ τὴν ἀλήθειαν ἐγνώρισεν; Οὐκ ἔστιν οὐδεὶς, ἀλλὰ τῶν ἁλιέων τὸ πᾶν γέγονε. Συμπεράνας τοίνυν τὸ προκείμενον, καὶ κατενεγκὼν αὐτῶν τὸν τῦφον, καὶ εἰπών· Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; λέγει καὶ τὴν αἰτίαν, δι' ἢν ταῦτα γέγονεν οὕτως. Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, φησὶν, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ὁ σταυρὸς ἐφάνη. Τί δέ ἐστιν, Ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ; Τῇ διὰ τῶν ἔργων φαινομένῃ, δι' ὧν ἠθέλησε γνωρισθῆναι. Διὰ τοῦτο γὰρ αὐτὰ καὶ τοιαῦτα κατεσκεύασεν, ἵνα ἀναλόγως ἐκ τῶν ὁρωμένων ὁ ποιητὴς θαυμάζηται. Μέγας ὁ οὐρανὸς, καὶ ἀπειροπληθὴς ἡ γῆ· θαύμασον τοίνυν τὸν πεποιηκότα. Καὶ γὰρ ὁ μέγας οὗτος οὐ μόνον ἐγένετο ὑπ' αὐτοῦ, ἀλλὰ καὶ μετ' εὐκολίας, καὶ ἡ ἄπειρος ἐκείνη γῆ καὶ αὐτὴ ὡς οὐδὲν παρήγετο. Διὰ τοῦτο περὶ μὲν ἐκείνου φησὶν, ὅτι Ἔργα τῶν δακτύλων σού εἰσιν οἱ οὐρανοί· περὶ δὲ τῆς γῆς, Ὁ ποιήσας τὴν γῆν ὡς οὐδέν. Ἐπεὶ οὖν διὰ τῆς σοφίας ταύτης οὐκ ἠθέλησε γνωρίσαι τὸν Θεὸν, διὰ τῆς δοκούσης μωρίας εἶναι τοῦ κηρύγματος ἔπεισεν, οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ τῆς πίστεως. Λοιπὸν ὅπου σοφία Θεοῦ, οὐκέτι χρεία ἀνθρωπίνης. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι τὸν κτίσαντα τὸν κόσμον τὸν τοσοῦτον καὶ οὕτω μέγαν, Θεὸν εἶναι εἰκὸς δύναμιν ἀμήχανόν τινα ἔχοντα καὶ ἀπόῤῥητον, σοφίας ἀνθρωπίνης λογίζεσθαι ἦν, καὶ διὰ τούτων αὐτὸν καταλαμβάνειν· νῦν δὲ οὐκέτι λογισμῶν, ἀλλὰ πίστεως δεῖ μόνης. Τὸ γὰρ εἰς τὸν σταυρωθέντα καὶ ταφέντα πιστεύειν καὶ πεπληροφορῆσθαι, ὅτι οὗτος αὐτὸς καὶ ἀνέστη καὶ ἄνω κάθηται, τοῦτο σοφίας οὐ δεῖται οὐδὲ λογισμῶν, ἀλλὰ πίστεως. Καὶ γὰρ οἱ ἀπόστολοι οὐ σοφίᾳ προσῆλθον, ἀλλὰ πίστει, καὶ γεγόνασι τῶν ἔξω σοφῶν σοφώτεροι καὶ ὑψηλότεροι, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τοῦ λογισμοὺς κινεῖν τὸ πίστει τὰ τοῦ Θεοῦ δέχεσθαι μεῖζον· τοῦτο γὰρ ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν. Πῶς δὲ ἀπώλεσε τὴν σοφίαν; Διὰ Παύλου καὶ τῶν τοιούτων γνωρισθεὶς ἡμῖν, ἔδειξεν αὐτὴν οὖσαν ἀνόνητον. Πρὸς γὰρ τὸ δέξασθαι τὸ κήρυγμα τὸ εὐαγγελικὸν οὔτε ὁ σοφὸς ὠφελεῖταί τι παρὰ τῆς σοφίας, οὔτε ὁ ἰδιώτης ἐβλάβη τι παρὰ τῆς ἀμαθίας· ἀλλ' εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, μᾶλλον ἰδιωτεία, ἢ σοφία πρὸς τὴν ὑποδοχήν ἐστιν ἐπιτήδειον καὶ εὐκολώτερον. Ὁ γὰρ ποιμὴν καὶ ἄγροικος ταύτην θᾶττον ὑποδέξεται, καθάπαξ καὶ τοὺς λογισμοὺς καταστέλλων, καὶ τῷ Δεσπότῃ ἑαυτὸν παραδιδούς. Οὕτω τοίνυν τὴν σοφίαν ἀπώλεσεν. Ἐπειδὴ γὰρ προτέρα ἑαυτὴν κατέβαλε, πρὸς οὐδὲν χρησίμη λοιπόν ἐστιν. Ὅτε γὰρ ἔδει τὰ ἑαυτῆς αὐτὴν ἐνδείξασθαι καὶ διὰ τῶν ἔργων ἰδεῖν τὸν Δεσπότην, οὐκ ἠθέλησε. Διὰ τοῦτο, κἂν θέλῃ νῦν ἐπεισαγαγεῖν ἑαυτὴν, οὐ δύναται· οὐ γὰρ τοιαῦτα τὰ πράγματα· ἡ γὰρ ὁδὸς ἡ τῆς θεογνωσίας πολλῷ μείζων ἐκείνης αὕτη. Διά τοι τοῦτο πίστεως καὶ ἀφελείας χρεία, καὶ ταύτην πανταχοῦ ζητεῖν δεῖ, καὶ τῆς ἔξωθεν προτιμᾷν σοφίας· Ἐμώρανε γὰρ ὁ Θεὸς, φησὶ, τὴν σοφίαν. Τί δέ ἐστιν, Ἐμώρανε; Μωρὰν ἔδειξεν οὖσαν πρὸς τὴν τῆς πίστεως κατάληψιν. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπ' αὐτῇ, ἤλεγξεν αὐτὴν ταχέως. Ποία γὰρ σοφία, ὅταν τὸ κεφάλαιον τῶν ἀγαθῶν μὴ εὑρίσκῃ; Ἐποίησε τοίνυν φανῆναι μωρὰν, ἐπειδὴ ἑαυτὴν ἐκείνη πρώτη ἤλεγξεν. Εἰ γὰρ ὅτε λογισμοῖς ἦν εὑρεῖν, οὐδὲν ἔδειξε, νῦν ὅτε μείζονα φέρεται τὰ πράγματα, πῶς ἀνῦσαί τι δυνήσεται, ὅτε πίστεως χρεία μόνης, καὶ οὐχὶ δεινότητος; Μωρὰν τοίνυν αὐτὴν ἔδειξεν ὁ Θεός· ηὐδόκησε δὲ διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι, μωρίας δὲ οὐχὶ τῆς οὔσης, ἀλλὰ τῆς εἶναι δοκούσης. Τὸ γὰρ μεῖζον τοῦτό ἐστιν, ὅτι οὐχ ἑτέραν σοφίαν τοιαύτην ἐκείνης πλείονα εἰσαγαγὼν, ἀλλὰ τὴν δοκοῦσαν εἶναι μωρίαν, οὕτω περιγέγονε. Καὶ γὰρ Πλάτωνα ἐξέβαλεν, οὐχὶ δι' ἑτέρου φιλοσόφου σοφωτέρου, ἀλλὰ διὰ ἁλιέως ἀμαθοῦς. Οὕτω γὰρ γέγονε μείζων ἡ ἧττα, καὶ λαμπροτέρα ἡ νίκη. Εἶτα δεικνὺς τοῦ σταυροῦ τὴν δύναμιν, φησίν· Ἐπειδὴ καὶ οἱ Ἰουδαῖοι σημεῖα αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
