# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-40

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ἀλλ' ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-40

Ἀλλ' οἱ αἱρετικοὶ μηδὲν τούτων συνιέντες ἐπιπηδῶσι, καὶ λέγουσιν, ὅτι Ἕτερον σῶμα πίπτει, καὶ ἕτερον σῶμα ἀνίσταται. Πῶς οὖν ἀνάστασις; τοῦ γὰρ πεσόντος ἐστὶν ἡ ἀνάστασις. Ποῦ δὲ τὸ θαυμαστὸν καὶ παράδοξον κατὰ τοῦ θανάτου νικητήριον, εἰ ἄλλο πίπτει, καὶ ἄλλο ἀνίσταται; οὐκέτι γὰρ φανήσεται ἐκεῖνος ἀποδοὺς ὅπερ ἔλαβεν αἰχμάλωτον. Πῶς δὲ τὸ ὑπόδειγμα ἁρμόσειεν ἂν τοῖς εἰρημένοις; οὐ γὰρ ἄλλη μὲν οὐσία σπείρεται, ἄλλη δὲ ἐγείρεται, ἀλλ' ἡ αὐτὴ βελτίων. Ἔσται δὲ οὐδὲ ὁ Χριστὸς τὸ αὐτὸ σῶμα ἀνειληφὼς, ἀπαρχὴ τῶν ἀνισταμένων γενόμενος· ἀλλὰ καθ' ὑμᾶς ἐκεῖνο μὲν ἔῤῥιψε, καίτοι γε οὐδὲν ἡμαρτηκὸς, ἕτερον δὲ ἔλαβεν. Πόθεν ἄρα τὸ ἕτερον; τοῦτο μὲν γὰρ ἐκ παρθένου, ἐκεῖνο δὲ πόθεν; Ὁρᾷς εἰς ὅσην ἀτοπίαν ὁ λόγος ἐξεκυλίσθη; Διὰ τί γὰρ καὶ τοὺς τύπους δείκνυσι τῶν ἥλων; οὐχὶ τοῦτο ἀποδεῖξαι θέλων, ὅτι αὐτὸ ἐκεῖνό ἐστι τὸ ἀνασκολοπισθὲν, καὶ αὐτὸ πάλιν ἀνέστη; Τί δὲ καὶ ὁ τύπος βούλεται αὐτῷ ὁ τοῦ Ἰωνᾶ; οὐ γὰρ δήπου ἄλλος μὲν κατεπόθη, ἄλλος δὲ εἰς τὴν γῆν ἐξηνέχθη Ἰωνᾶς. Τί δὲ καὶ ἔλεγε, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν; τὸν γὰρ λυόμενον δηλονότι τοῦτον καὶ ἀνίστη. Διὸ καὶ προσέθηκεν ὁ εὐαγγελιστὴς, ὅτι Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ. Τί οὖν φησιν, Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις; Τουτέστιν, οὐ τὸν ἄσταχυν· καὶ γὰρ αὐτός ἐστι, καὶ οὐκ αὐτός· αὐτὸς μὲν, ὅτι αὐτὴ ἡ οὐσία· οὐκ αὐτὸς δὲ, ὅτι βελτίων οὗτος, τῆς μὲν αὐτῆς οὐσίας μενούσης, μείζονος δὲ τῆς εὐπρεπείας γινομένης, καὶ καινοῦ τοῦ αὐτοῦ ἀνισταμένου· ἐπειδὴ εἰ μὴ τοῦτο ἦν, οὐδὲ ἀναστάσεως ἔδει, εἰ μὴ βέλτιον ἀνίστασθαι ἔμελλε. Τί γὰρ καὶ καθῄρει τὴν οἰκίαν, εἰ μὴ λαμπροτέραν ἔμελλε οἰκοδομεῖν; Τοῦτο τοίνυν πρὸς τοὺς νομίζοντας τὴν αὐτὴν εἶναι φθορὰν εἶπεν. Εἶτα, ἵνα μὴ ἄλλο τις πάλιν ὑποπτεύσῃ σῶμα ἐντεῦθεν εἰρῆσθαι, παραμυθεῖται τὸ αἴνιγμα, καὶ αὐτὸς ἑρμηνεύει τὸ εἰρημένον, μὴ συγχωρῶν τῷ ἀκροατῇ ἀλλαχοῦ περιάγειν τὴν ἔννοιαν τὴν ἐντεῦθεν. Τί τοίνυν δεῖ τῶν ἡμετέρων λόγων; Ἄκουσον αὐτοῦ λέγοντος καὶ ἑρμηνεύοντος τί ἐστιν· Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις. Εὐθέως γὰρ ἐπήγαγεν, Ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου, ἤ τινος τῶν τοιούτων σπερμάτων. Τουτέστιν, Οὐ τὸ σῶμα τὸ γενησόμενον· οἷον οὐχ οὕτω περιβεβλημένον, οὐδὲ καλάμην ἔχοντα καὶ ἀνθέρικας, Ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἤ τινος τῶν τοιούτων. Καὶ ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε. Ναὶ, φησὶν, ἀλλ' ἐκεῖ τῆς φύσεως τὸ ἔργον ἐστί. Ποίας φύσεως, εἰπέ μοι; καὶ γὰρ καὶ ἐκεῖ τὸ πᾶν ὁ Θεὸς ἐργάζεται, οὐχ ἡ φύσις οὐδὲ ἡ γῆ οὐδὲ ὁ ὑετός. Διόπερ καὶ αὐτὸς ταῦτα δηλῶν, καὶ γῆν καὶ ὑετὸν καὶ ἀέρα καὶ ἥλιον καὶ χεῖρας γεωργικὰς ἀφεὶς, ἐπήγαγεν, ὅτι Ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε. Μὴ τοίνυν περιεργάζου μηδὲ πολυπραγμόνει, πῶς καὶ τίνι τρόπῳ, ὅταν Θεοῦ δύναμιν καὶ θέλημα ἀκούσῃς. Καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα. Ποῦ τοίνυν τὸ ἀλλότριον; τὸ γὰρ ἴδιον δίδωσιν. Ὥστε ὅταν λέγῃ, Οὐ τὸ γενησόμενον σπείρεις, οὐ τοῦτο λέγει, ὅτι ἄλλη ἀντὶ ἄλλης οὐσίας ἀνίσταται, ἀλλ' ὅτι βελτίων, ὅτι λαμπροτέρα. Ἑκάστῳ γὰρ, φησὶ, τῶν σπερμάτων τὸ ἴδιον σῶμα. Ἐντεῦθεν λοιπὸν καὶ τὴν διαφορὰν εἰσάγει τῆς τότε ἐσομένης ἀναστάσεως. Μὴ γὰρ, ἐπειδὴ σῖτος σπείρεται καὶ πάντες στάχυες ἀνέρχονται, διὰ τοῦτο νομίσῃς καὶ ἐν τῇ ἀναστάσει ἰσοτιμίαν εἶναι. Μάλιστα μὲν γὰρ οὐδὲ ἐν τοῖς σπέρμασι μία τάξις, ἀλλὰ τὰ μὲν τιμιώτερα, τὰ δὲ καταδεέστερα. Διὸ καὶ ἐπήγαγεν, Ἑκάστῳ τὸ ἴδιον σῶμα. Πλὴν ἀλλ' οὐκ ἀρκεῖται τούτῳ, ἀλλ' ἑτέραν ζητεῖ διαφορὰν μείζονα καὶ σαφεστέραν. Ἵνα γὰρ μὴ ἀκούσας, ὅπερ ἔφην, ὅτι πάντες ἀνίστανται, πάντας τῶν αὐτῶν ἀπολαύειν νομίσῃς, προκατεβάλετο μὲν καὶ ἐν τοῖς ἔμπροσθεν τῆς ἐννοίας ταύτης τὰ σπέρματα, εἰπών· Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ἐργάζεται δὲ αὐτὸ σαφέστερον καὶ ἐνταῦθα πάλιν λέγων· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ. Τί λέγω γὰρ, φησὶν, ἐπὶ τῶν σπερμάτων; ἐπὶ τῶν σωμάτων γυμνάσωμεν αὐτὸ τοῦτο, περὶ ὧν ὁ λόγος ἡμῖν νῦν. Διὸ καὶ ἐπάγει λέγων· Ἄλλη μὲν σὰρξ ἀνθρώπων, ἄλλη δὲ κτηνῶν, καὶ ἄλλη πτηνῶν, καὶ ἄλλη ἰχθύων. Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων· ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελή νης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
