# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-41

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-41

Φρικτόν τι καὶ ἀπόῤῥητον, καὶ ὃ μὴ πάντες ἴσασι, μέλλει λέγειν· ὃ καὶ πολλὴν ἐνδείκνυται τὴν εἰς αὐτοὺς τιμὴν, τὸ τὰ ἀπόῤῥητα λέγειν αὐτοῖς. Τί δὲ τοῦτό ἐστι; Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Οὐ πάντες μὲν ἀποθανούμεθα, πάντες δὲ ἀλλαγησόμεθα, καὶ οἱ μὴ ἀποθνήσκοντες· θνητοὶ γὰρ κἀκεῖνοι. Μὴ τοίνυν, ἐπειδὴ ἀποθνήσκεις, διὰ τοῦτο δείσῃς, φησὶν, ὡς οὐκ ἀναστησόμενος· εἰσὶ γάρ τινες, εἰσὶν, οἳ καὶ τοῦτο διαφεύξονται· καὶ ὅμως οὐκ ἀρκεῖ τοῦτο αὐτοῖς εἰς τὴν ἀνάστασιν ἐκείνην, ἀλλὰ δεῖ καὶ ἐκεῖνα τὰ σώματα τὰ μὴ ἀποθνήσκοντα ἀλλαγῆναι, καὶ εἰς ἀφθαρσίαν μεταπεσεῖν. Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι. Ὅτε πολλὰ περὶ ἀναστάσεως διελέχθη, τότε εὐκαίρως καὶ τὸ πολὺ παράδοξον αὐτῆς δείκνυσιν. Οὐ γὰρ τοῦτο θαυμαστὸν μόνον, ὅτι σήπεται πρῶτον τὰ σώματα, καὶ τότε ἀνίσταται, φησὶν, οὐδ' ὅτι βελτίονα τῶν νῦν τὰ ἐκ τῶν σηπομένων ἀνιστάμενα, οὐδ' ὅτι ἐπὶ πολλῷ μείζονα λῆξιν μεταβαίνει, οὐδ' ὅτι ἕκαστος τὸ ἴδιον ἀπολαμβάνει καὶ οὐδεὶς τὸ ἑτέρου, ἀλλ' ὅτι τὰ τοσαῦτα καὶ τηλικαῦτα καὶ πάντων λογισμὸν καὶ νοῦν ὑπερβαίνοντα ἐν ἀτόμῳ γίνεται, τουτέστιν, ἐν ἀκαριαίῳ χρόνῳ. Καὶ δηλῶν σαφέστερον τοῦτο, Ἐν ῥιπῇ ὀφθαλμοῦ, φησίν· ὅσον μύσαι βλέφαρον. Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ ἐκστάσεως γέμον, εἰ τοσαῦτα καὶ τηλικαῦτα πράγματα οὕτω γίνηται ταχέως· ἐπάγει εἰς ἀπόδειξιν τὸ ἀξιόπιστον τοῦ ἐργαζομένου, λέγων· Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Τὸ, Ἡμεῖς, οὐ περὶ ἑαυτοῦ λέγει, ἀλλὰ περὶ τῶν ζώντων τῶν τότε εὑρισκομένων. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν. Ἵνα γὰρ μὴ ἀκούσας τις, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσει, νομίσῃ τὰ σώματα μὴ ἀνίστασθαι, ἐπήγαγεν, ὅτι Δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Φθαρτὸν δὲ τὸ σῶμα, καὶ θνητὸν τὸ σῶμα. Ὥστε τὸ σῶμα μένει· αὐτὸ γάρ ἐστι τὸ ἐνδυόμενον· ἡ δὲ θνητότης καὶ ἡ φθορὰ ἀφανίζεται, ἀθανασίας καὶ ἀφθαρσίας ἐπιούσης αὐτῷ. Μὴ τοίνυν ἀμφίβαλλε λοιπὸν πῶς ἄπειρον ζήσεται ζωὴν, ὅταν ἀκούσῃς, ὅτι ἄφθαρτον γίνεται. Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ἐπειδὴ γὰρ μεγάλα καὶ ἀπόῤῥητα εἶπε, πάλιν ἀπὸ προφητείας πιστοῦται τὸν λόγον· Κατεπόθη ὁ θάνατος εἰς νῖκος, τουτέστιν, εἰς τέλος, οὐδὲ λείψανον αὐτοῦ μένει, οὐδὲ ὑποστροφῆς ἐλπὶς, τῆς ἀφθαρσίας τὴν φθορὰν ἀναλωσάσης. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Εἶδες ψυχὴν γενναίαν; Καὶ γὰρ ὡς νικητήρια θύων, καὶ ἔνθους γενόμενος, καὶ ὁρῶν ἤδη ὡς γεγενημένα τὰ μέλλοντα, ἐνάλλεται καὶ ἐπεμβαίνει τῷ θανάτῳ κειμένῳ, καὶ τὴν ἐπινίκιον ἀλαλάζει φωνὴν κατὰ τῆς τούτου κεφαλῆς κειμένης, μεγάλα βοῶν καὶ λέγων· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Οἴχεται καὶ ἀπόλωλε καὶ ἠφάνισται παντελῶς, καὶ εἰκῆ πάντα ἐκεῖνα ἐποίησας. Οὐδὲ γὰρ ἀφώπλισε μόνον αὐτὸν οὐδ' ἐνίκησεν, ἀλλὰ καὶ ἀπώλεσε, καὶ εἰς τὸ μηδὲ ὅλως εἶναι κατέστησε. Τὸ δὲ κέντρον τοῦ θανάτου, ἡ ἁμαρτία· ἡ δὲ δύναμις τῆς ἁμαρτίας, ὁ νόμος. Ὁρᾷς πῶς περὶ θανάτου σωματικοῦ ὁ λόγος; Οὐκοῦν καὶ περὶ ἀναστάσεως σωματικῆς. Εἰ γὰρ μὴ ἀνίσταται ταῦτα, πῶς κατεπόθη ὁ θάνατος; Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ πῶς δύναμις τῆς ἁμαρτίας ὁ νόμος; Ὅτι μὲν γὰρ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, καὶ χαλεπωτέρα ἐκείνου, καὶ ἐν αὐτῇ τὴν ἰσχὺν οὗτος ἔχει, δῆλον· πῶς δὲ ταύτης καὶ δύναμις ὁ νόμος; Ὅτι χωρὶς αὐτοῦ ἀσθενὴς ἦν, πραττομένη μὲν, οὐ δυναμένη δὲ οὕτω καταδικάσαι. Τὸ μὲν γὰρ κακὸν ἐγίνετο, σαφῶς δὲ οὐκ ἐδείκνυτο οὕτως. Ὥστε οὐ μικρὸν εἰσήνεγκεν ὁ νόμος τὸ καὶ γνωρίσαι τὴν ἁμαρτίαν μᾶλλον καὶ ἐπιτεῖναι τὴν κόλασιν. Εἰ δὲ βουλόμενος κωλῦσαι χαλεπωτέραν ἀπέφηνεν, οὐ παρὰ τὸν ἰατρὸν τὸ ἔγκλημα, ἀλλὰ παρὰ τὸν κακῶς τῷ φαρμάκῳ χρησάμενον· ἐπεὶ καὶ ἡ παρουσία τοῦ Χριστοῦ μᾶλλον ἐβάρησε τοὺς Ἰουδαίους· ἀλλ' οὐ διὰ τοῦτο αὐτῇ ἐγκαλέσομεν, ἀλλὰ ταύτην μὲν καὶ θαυμασόμεθα, ἐκείνους δὲ μειζόνως μισήσομεν βλαβέντας δι' ὧν ὠφελεῖσθαι ἔδει. Ὅτι γὰρ οὐκ αὐτὸς τὴν ἁμαρτίαν ἐδυνάμωσεν, ὁ Χριστὸς αὐτὸς ἐπλήρωσεν ἅπαντα, καὶ ἁμαρτίας ἐκτὸς ἦν. Σὺ δέ μοι σκόπει, πῶς καὶ ἐντεῦθεν τὴν ἀνάστασιν πιστοῦται. Εἰ γὰρ τοῦτο θανάτου αἴτιον τὸ ἁμαρτάνειν, ὁ δὲ Χριστὸς ἐλθὼν ἔλυσε τὴν ἁμαρτίαν, καὶ ἡμᾶς αὐτῆς διὰ τοῦ βαπτίσματος ἀπήλλαξε, καὶ μετὰ τῆς ἁμαρτίας καὶ τὸν νόμον ἔπαυσεν, οὗ παραβαινομένου αὕτη συνίσταται, τί λοιπὸν ἀμφιβάλλεις περὶ τῆς ἀναστάσεως; πόθεν γὰρ λοιπὸν ὁ θάνατος κρατήσει; Ἀπὸ τοῦ νόμου; Ἀλλ' ἐλύθη οὗτος. Ἀλλ' ἀπὸ τῆς ἁμαρτίας; Ἀλλ' ἀνῃρέθη αὕτη. Τῷ δὲ Θεῷ χάρις τῷ δόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
