# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-42

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-42

Πλὴν ἀλλ' ἴσως ἄν τις ἐπετίμησεν, ὡς ὑπὲρ ἑαυτοῦ ποιουμένῳ τὸν λόγον· νῦν δὲ ὑπὲρ τῶν δεομένων τὴν ἱκετηρίαν τίθημι, μᾶλλον δὲ οὐχ ὑπὲρ τῶν δεομένων, ἀλλ' ὑπὲρ ὑμῶν τῶν παρεχόντων· διὸ καὶ παῤῥησιάζομαι. Ποία γὰρ αἰσχύνη εἰπεῖν, Δὸς τῷ Κυρίῳ πεινῶντι, ἔνδυσον αὐτὸν γυμνὸν περιιόντα, ὑπόδεξαι ξένον ὄντα; Ὁ Δεσπότης σου οὐκ αἰσχύνεται ἐπὶ τῆς οἰκουμένης ταῦτα λέγων· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ὁ ἀνενδεὴς καὶ μηδενὸς χρῄζων· καὶ ἐγὼ αἰσχυνοῦμαι καὶ ὀκνήσω; Ἄπαγε· διαβολικῆς ἐπιβουλῆς αὕτη ἡ αἰσχύνη. Οὐ τοίνυν αἰσχυνθήσομαι, ἀλλὰ καὶ μετὰ παῤῥησίας ἐρῶ· Δότε τοῖς δεομένοις, καὶ μετὰ πλείονος, ἢ οἱ δεόμενοι, φωνῆς. Εἰ μὲν γὰρ ἔχει τις δεῖξαι καὶ ἐλέγξαι, ὅτι ταῦτα λέγοντες, πρὸς ἑαυτοὺς ὑμᾶς ἕλκομεν, καὶ προσχήματι τῶν πενήτων αὐτοὶ κερδαίνομεν, οὐκ αἰσχύνης ἄξια ταῦτα μόνον, ἀλλὰ καὶ μυρίων κεραυνῶν, καὶ οὐδὲ ζῇν ἄξιον τοὺς τὰ τοιαῦτα ποιοῦντας· εἰ δὲ τῇ τοῦ Θεοῦ χάριτι οὐδὲν ὑπὲρ ἑαυτῶν ἐνοχλοῦμεν, ἀλλ' ἀδάπανον ὑμῖν τὸ Εὐαγγέλιον ἐθήκαμεν, πονοῦντες μὲν οὐδαμῶς καθάπερ Παῦλος, τοῖς δὲ οἰκείοις ἀρκούμενοι, μετὰ παῤῥησίας πάσης ἐρῶ· Δότε τοῖς δεομένοις, καὶ οὐ παύσομαι τοῦτο λέγων, καὶ μὴ διδόντων ἔσομαι χαλεπὸς κατήγορος. Καὶ γὰρ εἰ στρατηγὸς ἤμην καὶ στρατιώτας εἶχον, οὐκ ἂν ᾐσχύνθην τοῖς στρατιώταις τροφὰς αἰτῶν. Σφόδρα γὰρ ἐρῶ τῆς σωτηρίας τῆς ὑμετέρας. Ἀλλ' ἵνα καὶ ἐνεργέστερος ὁ λόγος γένηται καὶ δραστήριος μᾶλλον, Παῦλον παραστάτην λαβὼν, μετ' ἐκείνου διαλέξομαι λέγων· Ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν εὐοδῶται. Σκόπει γὰρ αὐτοῦ κἀντεῦθεν τὸ ἀνεπαχθές· οὐκ εἶπε, Τοσόνδε ἢ τοσόνδε, ἀλλ' Ὅ τι ἂν εὐοδῶται. εἴτε πολὺ, εἴτε ὀλίγον· καὶ οὐκ εἶπεν, Ὅ τι ἄν τις κερδάνῃ, ἀλλ', Ὅ τι ἂν εὐοδωθῇ, δεικνὺς ὅτι παρὰ τοῦ Θεοῦ ἡ χορηγία. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ μὴ ἑνὶ χρόνῳ τὸ πᾶν κελεῦσαι καταβαλεῖν, ῥᾳδίαν ποιεῖ τὴν συμβουλήν· τῷ γὰρ κατὰ μικρὸν συλλέγεσθαι ἀνεπαίσθητος ἡ λειτουργία καὶ ἡ δαπάνη. Διὰ δὴ τοῦτο οὐδὲ εὐθέως κελεύει εἰς μέσον ἀγαγεῖν, ἀλλὰ πολλὴν δίδωσι τὴν προθεσμίαν, καὶ τὴν αἰτίαν τιθείς φησιν· Ἵνα μὴ, ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Τουτέστιν, Ἵνα μὴ ἐν τῷ καιρῷ τῆς εἰσφορᾶς, τότε ἀναγκάζησθε συλλέγειν. Καὶ τοῦτο δὲ οὐχ ὡς ἔτυχεν αὐτοὺς πάλιν προέτρεψεν· ἡ γὰρ προσδοκία Παύλου προθυμοτέρους αὐτοὺς ἐποίει. Ὅταν δὲ ἔλθω, οὓς ἐὰν δοκιμάσητε, δι' ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ. Οὐκ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ', Οὓς ἐὰν ὑμεῖς δοκιμάσητε, οὓς ἐὰν ἕλησθε, ὥστε ἀνύποπτον ποιῆσαι τὴν λειτουργίαν. Διὸ αὐτῶν ποιεῖται τὴν ψῆφον τῆς τῶν ἀποκομιζόντων αἱρέσεως. Οὐ γὰρ δήπου φησίν· Ἡ μὲν εἰσφορὰ ὑμῶν, ἡ δὲ ἐξουσία τῆς ἐκλογῆς τῶν ἀποκομιζόντων, οὐχ ὑμῶν. Εἶτα ἵνα μὴ αὐτοῖς ἀπολιμπάνεσθαι δόξῃ, τὰ γράμματα προστίθησι, λέγων· Οὓς ἐὰν δοκιμάσητε, δι' ἐπιστολῶν πέμψω. Ὡς ἂν εἰ ἔλεγεν, ὅτι Κἀγὼ συνέσομαι αὐτοῖς, καὶ κοινωνήσω τῆς λειτουργίας διὰ τῶν γραμμάτων. Καὶ οὐκ εἶπε, Τούτους πέμψω ἀπενεγκεῖν τὴν ἐλεημοσύνην ὑμῶν, ἀλλὰ, Τὴν χάριν ὑμῶν, ἵνα δείξῃ μεγάλα ἐργαζομένους, ἵνα δείξῃ αὐτοὺς κερδαίνοντας. Ἀλλαχοῦ δὲ καὶ εὐλογίαν καὶ κοινωνίαν καλεῖ· τὸ μὲν, ἵνα μὴ ῥᾳθυμοτέρους ποιήσῃ, τὸ δὲ, ἵνα μὴ ἐπάρῃ· οὐδαμοῦ μέντοι γε ἐλεημοσύνην ὠνόμασεν. Ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Ἐνταῦθα πάλιν εἰς δαψίλειαν αὐτοὺς προτρέπει. Ἐὰν γὰρ τοσοῦτον ᾖ, φησὶν, ὡς καὶ τῆς ἐμῆς δεῖσθαι παρουσίας, οὐδὲ τοῦτο παραιτήσομαι. Ἀλλ' εὐθέως μὲν τοῦτο οὐκ ἐπηγγείλατο, οὐδὲ εἶπεν, Ἐπειδὰν παραγένωμαι, ἐγὼ ἀποκομίζω· οὐδὲ γὰρ ἂν οὕτως αὐτὸ ηὔξησεν, εἰ ἐξ ἀρχῆς αὐτὸ τέθεικεν· ὕστερον μέντοι καλῶς καὶ εὐκαίρως αὐτὸ προστίθησι. Διὰ δὴ τοῦτο οὐκ εὐθέως ὑπέσχετο, οὔτε καθάπαξ αὐτὸ ἀπεσιώπησεν, ἀλλ' εἰπὼν, ὅτι Πέμψω, τότε καὶ ἑαυτὸν προστίθησι. Καὶ ἐνταῦθα δὲ πάλιν κυρίους αὐτοὺς ἐποίησεν ἐν τῷ εἰπεῖν· Ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι· τοῦτο δὲ ἐπ' ἐκείνοις ἔκειτο, τὸ πολὺ ποιῆσαι τὸ συλλεγόμενον, καὶ τοσοῦτον, ὡς δυσωπῆσαι καὶ αὐτὸν ἀναστῆναι. Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, φησὶν, ὅταν Μακεδονίαν διέλθω. Εἶπε καὶ ἀνωτέρω τοῦτο, ἀλλὰ τότε μὲν μετὰ θυμοῦ· προσέθηκε γοῦν· Καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν· ἐνταῦθα δὲ προσηνέστερον, ἵνα καὶ ποθήσωσιν αὐτοῦ τὴν παρουσίαν. Εἶτα, ἵνα μὴ λέγωσι· Τί οὖν Μακεδόνας ἡμῶν προτιμᾷς; οὐκ εἶπεν, Ἐπειδὰν ἀπέλθω, ἀλλ', Ἐπειδὰν διέλθω Μακεδονίαν. Μακεδονίαν γὰρ διελεύσομαι. Πρὸς ὑμᾶς δὲ τυχὸν Παραμενῶ, ἢ καὶ παραχειμάσω. Οὐδὲ γὰρ ὁδοῦ βούλομαι ποιήσασθαι πάρεργον ὑμᾶς, ἀλλ' ἐνδιατρίψαι καὶ παραμεῖναι. Ὅτε γὰρ ταῦτα ἐπέστελλεν, ἐν Ἐφέσῳ ἦν, χειμῶνος ὄντος. Λέγει τοίνυν, ὅτι Ἕως Πεντηκοστῆς ἐν Ἐφέσῳ ἐπιμενῶ· μετὰ δὲ ταῦτα ἀπελεύσομαι εἰς Μακεδονίαν, καὶ διελθὼν αὐτὴν, ἥξω πρὸς ὑμᾶς τοῦ θέρους· πολλάκις δὲ καὶ τὸν χειμῶνα πρὸς ὑμᾶς ποιήσω.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
