# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-5

Οὐ γὰρ οὕτω καταισχύνονται Ἕλληνες, ὅταν διὰ τῶν σοφῶν ἡττηθῶσιν· ἀλλὰ τότε ἐγκαλύπτονται, ὅταν ἴδωσι τὸν χειροτέχνην καὶ τὸν ἐπὶ τῆς ἀγορᾶς ὑπὲρ αὐτοὺς φιλοσοφοῦντα. Διὸ καὶ αὐτὸς ἔλεγεν· Ἵνα καταισχύνῃ τοὺς σοφούς. Καὶ οὐκ ἐνταῦθα μόνον τοῦτο ἐποίησεν, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πλεονεκτημάτων τοῦ βίου. Καὶ γὰρ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο, φησὶ, ἵνα καταισχύνῃ τὰ ἰσχυρά. Οὐ γὰρ ἰδιώτας μόνον, ἀλλὰ καὶ πένητας καὶ εὐκαταφρονήτους καὶ ἀσήμους ἐκάλεσεν, ἵνα τοὺς ἐν δυναστείαις ὄντας ταπεινώσῃ. Καὶ τὰ ἀγεννῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. Καὶ τίνα τὰ μὴ ὄντα καλεῖ; Τοὺς μηδὲν εἶναι λογιζομένους διὰ τὴν πολλὴν οὐδένειαν. Οὕτω τὴν πολλὴν δύναμιν ἐπεδείξατο, διὰ τῶν μηδὲν εἶναι δοκούντων τοὺς μεγάλους κατενεγκών· ὅπερ καὶ ἀλλαχοῦ λέγει, ὅτι Ἡ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Μεγάλη γὰρ δύναμις τὸ τοὺς ἀπεῤῥιμμένους καὶ μηδενὸς μηδέποτε μαθήματος ἁψαμένους, τούτους ἀθρόον τὰ ὑπὲρ τὸν οὐρανὸν παιδεύειν φιλοσοφεῖν. Ἐπεὶ καὶ ἰατρὸν καὶ ῥήτορα καὶ τοὺς ἄλλους ἅπαντας τότε μάλιστα θαυμάζομεν, ὅταν τοὺς σφόδρα ἰδιώτας πείθωσι καὶ παιδεύωσιν. Εἰ δὲ τοὺς περὶ τέχνης λόγους θαῦμα μέγα ἐνθεῖναι ἰδιώτῃ, πολλῷ μᾶλλον τοὺς ὑπὲρ τοσαύτης φιλοσοφίας. Οὐ θαύματος δὲ ἕνεκεν μόνον, οὐδὲ τοῦ δεῖξαι τὴν ἑαυτοῦ δύναμιν τοῦτο πεποίηκεν, ἀλλὰ καὶ ὑπὲρ τοῦ καταστεῖλαι τοὺς ἀλαζόνας. Διὸ καὶ ἔμπροσθεν ἔλεγεν· Ἵνα καταισχύνῃ τοὺς σοφοὺς, ἵνα καταργήσῃ τὰ ὄντα, καὶ ἐνταῦθα πάλιν· Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. Πάντα γὰρ ὁ Θεὸς διὰ τοῦτο ποιεῖ, [ἵνα τὸν τῦφον καὶ τὸ φρόνημα καταστείλῃ, ἵνα τὸ καυχᾶσθαι καθέλῃ· καὶ ὑμεῖς ἐπὶ τούτῳ, φησὶ, ἐνδιατρίβετε; πάντα ποιεῖ,] ἵνα μηδὲν ἑαυτοῖς λογιζώμεθα, ἵνα πάντα τῷ Θεῷ ἐπιγράφωμεν. Καὶ ὑμεῖς ἐπὶ τῷ δεῖνι καὶ τῷ δεῖνι ὑμᾶς αὐτοὺς προσενείματε; Καὶ ποίας τεύξεσθε συγγνώμης; Καὶ γὰρ ἔδειξεν ὁ Θεὸς, ὅτι οὐ δυνατὸν δι' ἑαυτῶν σωθῆναι μόνον, καὶ τοῦτο παρὰ τὴν ἀρχὴν ἐποίησεν. Οὐ γὰρ τότε δι' ἑαυτῶν σωθῆναι ἐνῆν, ἀλλ' ἔδει κάλλος οὐρανοῦ καὶ γῆς μέγεθος καὶ τῆς ἄλλης κτίσεως τὸ σῶμα περιελθόντας, οὕτω χειραγωγεῖσθαι πρὸς τὸν τῶν ἔργων δημιουργόν. Ἐποίησε δὲ τοῦτο, προαναστέλλων τὴν μέλλουσαν οἰησισοφίαν. Ὡς ἂν εἴ τις διδάσκαλος κελεύσας ἕπεσθαι τῷ μαθητῇ ᾗπερ ἂν ἡγῆται, ἐπειδὰν ἴδῃ προλαβόντα καὶ βουλόμενον ἀφ' ἑαυτοῦ πάντα μαθεῖν, ἀφεὶς διαμαρτεῖν, καὶ δείξας ὡς οὐκ ἀρκεῖ πρὸς τὴν μάθησιν, οὕτως αὐτῷ τότε ἐπεισάγοι τὰ παρ' ἑαυτοῦ· οὕτω καὶ ὁ Θεὸς ἐκέλευσε παρὰ τὴν ἀρχὴν ἕπεσθαι διὰ τῆς κατὰ τὴν κτίσιν καταλήψεως· ἐπειδὴ δὲ οὐκ ἐθέλησαν, δείξας διὰ τῆς πείρας, ὅτι οὐκ ἀρκοῦσιν ἑαυτοῖς, τότε αὐτοὺς πρὸς ἑαυτὸν ἑτέρως πάλιν ἄγει· ἔδωκεν ἀντὶ δέλτου τὸν κόσμον. Οὐδὲ ἐν τούτοις ἐμελέτησαν οἱ φιλόσοφοι, οὐδὲ αὐτῷ πεισθῆναι ἠθέλησαν, οὐδὲ ταύτην ἐλθεῖν τὴν ὁδὸν πρὸς αὐτὸν, ἣν αὐτὸς ἐκέλευσεν. Εἰσήγαγεν ἑτέραν ὁδὸν τῆς προτέρας σαφεστέραν, πείθουσαν ὅτι οὐκ αὐτάρκης ἄνθρωπος αὐτὸς ἑαυτῷ μόνος. Τότε μὲν γὰρ καὶ λογισμοὺς ἦν ἀνακινεῖν, καὶ τῇ ἔξωθεν κεχρῆσθαι σοφίᾳ διὰ τῆς κτίσεως χειραγωγουμένους· νῦν δὲ ἂν μή τις γένηται μωρὸς, τουτέστιν, ἂν μὴ πάντα λογισμὸν καὶ πᾶσαν κενώσῃ σοφίαν, καὶ τῇ πίστει ἑαυτὸν παραδῷ, ἀμήχανον σωθῆναι. Οὐ μικρὸν τοίνυν μετὰ τοῦ ποιῆσαι ῥᾳδίαν τὴν ὁδὸν, καὶ νόσημα ἀνέσπασεν ἐντεῦθεν, τὸ μὴ καυχᾶσθαι μηδὲ μέγα φρονεῖν· Ὅπως μὴ καυχήσηται πᾶσα σάρξ. Ἀπὸ γὰρ τούτου ἡ ἁμαρτία, ὅτι σοφώτεροι τῶν τοῦ Θεοῦ νόμων εἶναι ἐφιλονείκησαν, οὐ θέλοντες οὕτω μαθεῖν ὡς αὐτὸς ἐνομοθέτησε. Διὰ τοῦτο οὐδὲ ὅλως ἔμαθον. Οὕτω καὶ ἐξ ἀρχῆς ἐγένετο. Εἶπε τῷ Ἀδάμ· Τόδε τι πρᾶξον, καὶ τόδε μὴ πράξῃς. Ἐκεῖνος ὡς πλέον τι νομίζων εὑρίσκειν, παρήκουσε, καὶ ὅπερ εἶχεν, ἀπώλεσεν. Εἶπε τοῖς ἑξῆς· Μὴ ἐναπομένετε τῇ κτίσει, ἀλλὰ διὰ ταύτης τὸν Δημιουργὸν θεωρεῖτε. Ἐκεῖνοι δῆθεν, ὡς σοφώτερόν τι τῶν εἰρημένων εὑρίσκοντες, μυρίους ἐκίνησαν λαβυρίνθους. Διὰ τοῦτο καὶ ἑαυτοῖς καὶ ἀλλήλοις συνεῤῥάγησαν, καὶ οὔτε τὸν Θεὸν εὗρον, οὔτε περὶ τῆς κτίσεώς τι σαφὲς ἔγνωσαν, οὐδὲ προσήκουσαν καὶ ἀληθῆ περὶ αὐτῆς δόξαν ἔσχον. Διὰ τοῦτο πάλιν ἐκ πολλοῦ τοῦ περιόντος τὴν οἴησιν αὐτῶν καθαιρῶν, τοὺς ἰδιώτας πρώτους εἰσήγαγε, δείξας ὡς πάντες τῆς ἄνωθεν δέονται σοφίας. Οὐ μόνον δὲ ἐν τῷ περὶ γνώσεως λόγῳ, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι καὶ ἀνθρώπους καὶ τὰ ἄλλα πάντα κτίσματα ἐν πολλῇ χρείᾳ αὐτοῦ κατέστησεν, ἵνα μεγίστην ἀφορμὴν ἔχῃ καὶ ταύτην ὑποταγῆς καὶ οἰκειώσεως, ἵνα μὴ ἀποπηδήσαντα ἀπόληται. Διὰ τοῦτο οὐκ ἀφῆκεν αὐτάρκεις αὐτοὺς ἑαυτοῖς εἶναι. Εἰ γὰρ καὶ νῦν ἐν χρείᾳ ὄντες πολλοὶ καταφρονοῦσιν, εἰ μὴ τοῦτο ἦν, ποῦ οὐκ ἂν ἐξῆλθον ὑπεροψίας; Ὥστε τὸ οὕτω καυχᾶσθαι οὐ φθονῶν αὐτοῖς ἀνεῖλεν, ἀλλ' ἀφέλκων αὐτοὺς τῆς ἀπωλείας τῆς ἐντεῦθεν γινομένης. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Τὸ, Ἐξ αὐτοῦ, ἐνταῦθα οὐ περὶ τῆς εἰς τὸ εἶναι παραγωγῆς οἶμαι λέγειν αὐτὸν, ἀλλὰ περὶ τῆς πίστεως· τουτέστι, τέκνα Θεοῦ γενέσθαι οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός. Μὴ νομίσητε τοίνυν, ὅτι ἀφελόμενος ἡμᾶς τοῦ καυχήματος, εἴασεν οὕτω· μεῖζον γὰρ ἕτερον ἔδωκε καύχημα. Ἐκείνου γὰρ ἐνώπιον οὐ δεῖ καυχᾶσθαι. Παῖδες αὐτοῦ ἐστε, διὰ τοῦ Χριστοῦ τοῦτο γενόμενοι. Καὶ ἐπειδὴ εἶπε, Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο καὶ τὰ ἀγεννῆ, δείκνυσιν ὅτι πάντων εἰσὶν εὐγενέστεροι, τὸν Θεὸν ἔχοντες πατέρα. Τῆς δὲ εὐγενείας ταύτης οὐχ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' ὁ Χριστὸς ἡμῖν ἐστιν αἴτιος, σοφοὺς ἡμᾶς ποιήσας καὶ δικαίους καὶ ἁγίους· τοῦτο γάρ ἐστιν· Ἐγενήθη ἡμῖν σοφία.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
