# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-7

Καὶ καθάπερ τὰ παιδία τὰ βιβλία ὁρῶντα οὐκ οἶδε τῶν γραμμάτων τὴν δύναμιν, οὐδὲ οἶδεν ἅπερ ὁρᾷ, μᾶλλον δὲ κἂν ἀνὴρ ἄπειρος ᾖ γραμμάτων, ταυτὰ πείσεται· ὁ δὲ ἔμπειρος πολλὴν εὑρήσει τοῖς γράμμασιν ἐναποκειμένην τὴν δύναμιν, καὶ βίους ὁλοκλήρους, καὶ ἱστορίας· καὶ ἐπιστολὴν ὁ μὲν ἄπειρος λαβὼν, χάρτην ἡγήσεται καὶ μέλαν εἶναι· ὁ δὲ ἔμπειρος καὶ φωνῆς ἀκούσεται, καὶ διαλέξεται τῷ ἀπόντι, καὶ ὅπερ ἂν βούληται διὰ τῶν γραμμάτων πάλιν ἐρεῖ· οὕτω καὶ ἐπὶ τοῦ μυστηρίου γίνεται· οἱ μὲν ἄπιστοι, καίτοι γε ἀκούοντες, οὐ δοκοῦσιν ἀκούειν· οἱ δὲ πιστοὶ τὴν διὰ τοῦ Πνεύματος ἔχοντες ἐμπειρίαν, ὁρῶσι τῶν ἐναποκειμένων τὴν δύναμιν. Τοῦτο γοῦν αὐτὸ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὅτι καὶ νῦν τὸ κηρυττόμενον ἀποκέκρυπται· τοῖς γὰρ ἀπολλυμένοις, φησὶν, ἐστὶ κεκαλυμμένον. Ἄλλως δὲ καὶ τὸ παράδοξον ἐμφαίνει τοῦ κηρύγματος. Οὕτω δὴ εἴωθε καλεῖν ἡ Γραφὴ τὰ παρ' ἐλπίδας καὶ ὑπὲρ διάνοιαν ἀνθρωπίνην γινόμενα. Διὸ καὶ ἀλλαχοῦ, Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς· καὶ πάλιν ὁ Παῦλος, Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Εἰ δὲ πανταχοῦ κηρύττεται, καὶ οὕτω μυστήριόν ἐστι. Καὶ γὰρ ὥσπερ ἐκελεύσθημεν ἅπερ ἠκούσαμεν εἰς τὸ οὖς εἰπεῖν ἐπὶ τῶν δωμάτων, οὕτω προσετάγημεν μὴ δοῦναι τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥῖψαι τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Οἱ μὲν γάρ εἰσι ψυχικοὶ, καὶ οὐ νοοῦσιν· οἱ δὲ κάλυμμα ἔχουσιν ἐπὶ τῆς καρδίας αὐτῶν, καὶ οὐ βλέπουσιν. Ἄρα μυστήριον τοῦτο μάλιστά ἐστιν, ὃ πανταχοῦ μὲν κηρύττεται, οὐ γνωρίζεται δὲ παρὰ τῶν οὐκ ὀρθὴν ἐχόντων γνώμην· ἐκκαλύπτεται δὲ οὐκ ἀπὸ σοφίας, ἀλλ' ἀπὸ Πνεύματος ἁγίου, καθόσον ἡμῖν δέξασθαι δυνατόν. Διόπερ οὐκ ἄν τις ἁμάρτοι καὶ μετὰ τοῦτο αὐτὸ μυστήριον αὐτὸ προσειπὼν ἀπόῤῥητον· οὐδὲ γὰρ ἡμῖν τοῖς πιστοῖς πᾶσα ἐνεχειρίσθη σαφήνεια καὶ ἀκρίβεια. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ὡς ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Διὰ τοῦτο ἔλεγε, Λαλοῦμεν σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν. Ἀποκεκρυμμένην, τουτέστιν, ὅτι οὐδεὶς πρὸ ἡμῶν ἔμαθε τῶν ἄνω δυνάμεων, ἢ ὅτι οὐδὲ οἱ πολλοὶ νῦν ἴσασιν. Τοῦτο γὰρ δηλοῖ τὸ, Προώρισεν εἰς δόξαν ἡμῶν· καίτοι γε ἀλλαχοῦ φησιν· Εἰς δόξαν ἑαυτοῦ. Ἑαυτοῦ γὰρ ἡγεῖται δόξαν τὴν ἡμετέραν σωτηρίαν, ὥσπερ οὖν καὶ πλοῦτον ἑαυτοῦ καλεῖ, καίτοι γε αὐτὸς πλοῦτος ὢν ἀγαθῶν, καὶ οὐδενὸς δεόμενος εἰς τὸ εἶναι πλούσιος. Προώρισε, φησὶ, τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐνδεικνύμενος. Καὶ γὰρ ἐκεῖνοι μάλιστα καὶ τιμᾷν καὶ φιλεῖν ἡμᾶς νομίζονται, ὅσοιπερ ἄνωθεν ὦσιν ἡμᾶς παρεσκευασμένοι ποιεῖν εὖ· ὅπερ καὶ οἱ πατέρες ἐπὶ παίδων ποιοῦσι· καὶ γὰρ εἰ ὕστερον διδόασι τὰ χρήματα, ἀλλ' ἄνωθεν καὶ ἐξ ἀρχῆς εἰσι τοῦτο προῃρημένοι. Τοῦτο καὶ ὁ Παῦλος σπουδάζει δεῖξαι νῦν, ὅτι ἀεὶ ἡμᾶς ἐφίλει καὶ ἄνωθεν ὁ Θεὸς καὶ μηδέπω γενομένους. Οὐ γὰρ ἂν, εἰ μὴ ἐφίλει, τὸν πλοῦτον ἡμῖν προώρισε. Μὴ τοίνυν ἐννοήσῃς τὴν ἐν μέσῳ γενομένην ἔχθραν· πρεσβυτέρα γὰρ ἦν αὐτῆς ἡ φιλία. Τὸ δὲ, Πρὸ τῶν αἰώνων, τὸ ἀΐδιόν φησι· καὶ γὰρ ἀλλαχοῦ οὕτω λέγει· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Εὑρεθήσεται τοίνυν καὶ ὁ Υἱὸς οὕτως ἀΐδιος ὤν. Καὶ γὰρ περὶ αὐτοῦ φησιν, ὅτι δι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν, ὅπερ ἐστὶ πρὸ τῶν αἰώνων ὑπάρχειν. Ὁ γὰρ ποιητὴς πρὸ τῶν ποιημάτων εὔδηλον ὅτι. Ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Οὐκοῦν οὐδὲ ἐγκλημάτων εἰσὶν ἄξιοι, εἴ γε μὴ ἔγνωσαν, καὶ ἐσταύρωσαν. Καὶ εἰ μὴ ᾔδεσαν, πῶς ἔλεγεν αὐτοῖς, Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί; Περὶ γὰρ τοῦ Πιλάτου φησὶν ἡ Γραφὴ, ὅτι οὐκ ᾔδει· εἰκὸς δὲ μηδὲ τὸν Ἡρώδην εἰδέναι. Τούτους ἂν εἴποι τις καλεῖσθαι ἄρχοντας τοῦ αἰῶνος τούτου. Εἰ δὲ καὶ περὶ τῶν Ἰουδαίων καὶ περὶ τῶν ἱερέων εἴποι τις ἂν τοῦτο λέγεσθαι, οὐκ ἂν ἁμάρτοι· καὶ γὰρ ἐκείνοις φησὶν, Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου. Πῶς οὖν ἀνωτέρω φησὶ, Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί; Ἀλλὰ τίς ὁ τρόπος τῆς ἀναγνώσεως ταύτης καὶ τίς ἐκείνης, ἐν τοῖς Εὐαγγελίοις ἤδη εἴρηται· καὶ, ὥστε μὴ συνεχῶς τὸ αὐτὸ στρέφειν, ἐκεῖ παραπέμπομεν τοὺς ἐντυγχάνοντας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
