# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Κἀγὼ, ἀδελφοὶ, οὐκ ἡδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε. Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-8

Διὰ τί μὴ εἶπεν, Οὐ θέλετε, ἀλλ', Οὐ δύνασθε; Ὅτι [καὶ] τοῦτο ἀντ' ἐκείνου τέθεικε. Τὸ γὰρ μὴ δύνασθαι, τοῦτο ἀπὸ τοῦ μὴ θέλειν ἐστίν· ὅπερ αὐτοῖς μὲν φέρει κατηγορίαν, τῷ δὲ διδασκάλῳ συγγνώμην. Εἰ μὲν γὰρ ἀπὸ φύσεως οὐκ ἠδύναντο, ἴσως ἄν τις συνέγνω· ἐπειδὴ δὲ ἀπὸ προαιρέσεως, ἀπεστέρηνται τῆς ἀπολογίας. Εἶτα λέγει καὶ τὸ εἶδος τὸ ποιοῦν αὐτοὺς σαρκικούς· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασία, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καίτοι καὶ πορνείας καὶ ἀσελγείας ἔχων αὐτῶν εἰπεῖν, ἐκεῖνο μᾶλλον τίθησι τὸ ἁμάρτημα, ὅπερ ἐσπούδασε διορθώσασθαι τέως. Εἰ δὲ ζῆλος σαρκικοὺς ποιεῖ, ὥρα λοιπὸν ἅπαντας ὀλολῦξαι μέγα καὶ σάκκον περιβαλέσθαι καὶ σποδὸν ὑποστρώσασθαι. Τίς γὰρ τοῦ πάθους τούτου καθαρός; πλὴν εἰ μὴ ἀπ' ἐμαυτοῦ καὶ τὰ τῶν ἄλλων στοχάζομαι. Εἰ ζῆλος σαρκικοὺς ποιεῖ καὶ οὐκ ἀφίησιν εἶναι πνευματικοὺς, καίτοι γε προφητεύοντας καὶ ἕτερα θαυμαστὰ ἐπιδεικνυμένους· ὅταν μηδὲ χάρις τοσαύτη παρῇ, ποῦ θήσομεν τὰ ἡμέτερα, ὅταν μὴ ἐπὶ τούτῳ μόνῳ, ἀλλὰ καὶ ἐφ' ἑτέροις μείζοσιν ὦμεν ἁλισκόμενοι; Ἐντεῦθεν μανθάνομεν, ὅτι εἰκότως ἔλεγεν ὁ Χριστὸς, ὅτι ὁ ποιῶν τὰ φαῦλα οὐκ ἔρχεται πρὸς τὸ φῶς, καὶ ὅτι βίος ἀκάθαρτος ἐμποδίζει δόγμασιν ὑψηλοῖς, οὐκ ἀφεὶς τὸ διορατικὸν φανῆναι τῆς διανοίας. Ὥσπερ οὖν οὐκ ἔστιν ἐν πλάνῃ ὄντα καὶ ὀρθῶς βιοῦντα μεῖναι ἐν πλάνῃ ποτὲ, οὕτως οὐ ῥᾴδιον πονηρίᾳ συντρεφόμενον ἀναβλέψαι ταχέως πρὸς τὸ τῶν παρ' ἡμῖν δογμάτων ὕψος, ἀλλὰ χρὴ πάντων καθαρεύειν τῶν παθῶν τὸν μέλλοντα θηρᾷν τὴν ἀλήθειαν. Ὁ γὰρ τούτων ἀπηλλαγμένος, καὶ τῆς πλάνης ἀπαλλαγήσεται, καὶ ἐπιτεύξεται τῆς ἀληθείας. Μὴ γάρ μοι τὸ μὴ πλεονεκτεῖν μόνον, μηδὲ τὸ μὴ πορνεύειν ἀρκεῖν εἰς τοῦτό σοι νόμιζε, ἀλλὰ χρὴ πάντα συνδραμεῖν τῷ ζητοῦντι τἀληθές. Διό φησι Πέτρος· Ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι· τουτέστι, καλεῖ καὶ ἐπισπᾶται αὐτὸν πρὸς τὴν ἀλήθειαν. Οὐχ ὁρᾷς Παῦλον, ὅτι πάντων σφοδρότερος ἦν ἐν τῷ πολεμεῖν καὶ διώκειν; ἀλλ' ὅμως ἐπειδὴ βίον ἄληπτον εἶχε, καὶ οὐ πάθει ταῦτα ἔπραττεν ἀνθρωπίνῳ, καὶ ἐδέχθη καὶ πάντας ὑπερηκόντισεν. Εἰ δὲ λέγοι τις, Πῶς ὁ δεῖνα ὁ Ἕλλην, χρηστὸς ὢν καὶ ἀγαθὸς καὶ φιλάνθρωπος, μένει πλανώμενος; ἐκεῖνο ἂν εἴποιμι· ὅτι ἕτερον ἔχει πάθος, κενοδοξίαν ἢ νωθείαν ψυχῆς, ἢ τὸ μὴ μεριμνᾷν περὶ τῆς οἰκείας σωτηρίας, ἀλλ' ἁπλῶς καὶ εἰκῆ τὰ κατ' αὐτὸν φέρεσθαι νομίζειν. Ὁ δὲ Παῦλος τὸν ἐργαζόμενον δικαιοσύνην, τὸν ἐν πᾶσιν ἄληπτόν φησι, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενον· καὶ, Χάριν ἔχω τῷ Θεῷ ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει. Πῶς οὖν, φησὶν, ἀκάθαρτοι κατηξιώθησαν τοῦ κηρύγματος; Ἐπειδὴ ἠθέλησαν καὶ ἐπεθύμησαν. Τοὺς μὲν γὰρ καὶ πεπλανημένους ἕλκει, ἐπειδὰν παθῶν καθαρεύωσι· τοὺς δὲ ἀφ' ἑαυτῶν προσιόντας οὐ διωθεῖται· πολλοὶ δὲ καὶ ἀπὸ προγόνων ἐδέξαντο τὴν εὐσέβειαν. Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις. Λοιπὸν πρὸς τοὺς ἀρχομένους ἀποδύεται. Ἐν μὲν γὰρ τοῖς ἔμπροσθεν τοὺς ἄρχοντας κατέβαλεν, εἰπὼν, ὅτι οὐδενὸς ἀξία ἡ σοφία τοῦ λόγου· ἐνταῦθα δὲ τοὺς ἀρχομένους πλήττει, λέγων· Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, οὐχὶ σαρκικοί ἐστε; καὶ δείκνυσιν ὅτι τοῦτο οὐ μόνον αὐτοὺς οὐδὲν ὤνησεν, οὐδὲ προσλαβεῖν τι πεποίηκεν, ἀλλὰ καὶ πρὸς τὴν τῶν μειζόνων ὠφέλειαν ἐνεπόδισε. Τοῦτο γὰρ ζῆλον ἔτεκεν· ὁ δὲ ζῆλος σαρκικοὺς ἐποίησε· τὸ δὲ γενέσθαι σαρκικοὺς, οὐκ ἀφῆκεν ἀκοῦσαι τῶν ὑψηλοτέρων. Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς; Μετὰ γὰρ τὴν τῶν πραγμάτων κατασκευὴν καὶ ἀπόδειξιν, γυμνότερον λοιπὸν κέχρηται τῇ κατηγορίᾳ· καὶ τὸ αὐτοῦ ὄνομα τίθησι, πᾶσαν περιαιρῶν τραχύτητα, καὶ οὐκ ἀφεὶς ὀργισθῆναι πρὸς τὰ λεγόμενα. Εἰ γὰρ Παῦλος οὐδέν ἐστι καὶ οὐκ ἀγανακτεῖ, πολλῷ μᾶλλον ἐκείνους δυσχεραίνειν οὐκ ἐχρῆν. Διπλῇ τοίνυν αὐτοὺς παραμυθεῖται, τῷ τε ἑαυτὸν ὑποθεῖναι, καὶ τῷ μὴ παντὸς αὐτοὺς ἀποστερῆσαι ὡς οὐδὲν συντελοῦντας· ἀλλὰ δίδωσι μὲν αὐτοῖς τι μικρὸν, δίδωσι δὲ ὅμως. Εἰπὼν γὰρ, Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς; ἐπήγαγεν· ἀλλ' ἢ διάκονοι δι' ὧν ἐπιστεύσατε; Τοῦτο δὲ αὐτὸ μὲν καθ' ἑαυτὸ μέγα καὶ πολλῶν ἄξιον μισθῶν, πρὸς δὲ τὸ ἀρχέτυπον καὶ τὴν ῥίζαν τῶν ἀγαθῶν οὐδέν. Οὐ γὰρ ὁ διακονούμενος τοῖς ἀγαθοῖς, ἀλλ' ὁ παρέχων αὐτὰ καὶ διδοὺς, οὗτός ἐστιν ὁ εὐεργέτης. Καὶ οὐκ εἶπεν, Εὐαγγελισταὶ, ἀλλ', Ἢ διάκονοι· ὅπερ πλέον ἐστίν. Οὐ γὰρ ἁπλῶς εὐηγγελίσαντο, ἀλλὰ καὶ διηκόνησαν ἡμῖν· τὸ μὲν γὰρ λόγου μόνον ἐστὶ, τὸ δὲ καὶ ἔργον ἔχει. Ὥστε εἰ καὶ ὁ Χριστὸς διάκονος μόνον ἐστὶν ἀγαθῶν, καὶ οὐχ ἡ ῥίζα αὐτὸς καὶ πηγὴ, ὡς Υἱὸς μέντοι, ὅρα ποῦ τοῦτο τὸ πρᾶγμα κατάγεται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
