# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην· ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1-9

Ἀλλ' ἄνθρωποι, φησὶν, εἰσὶν, οἱ ταῦτα ποιοῦντες, ὁ δὲ Θεὸς φιλάνθρωπός ἐστι. Πρῶτον μὲν οὖν οὐδὲ ἄνθρωποι ὠμότητι ταῦτα πράττουσιν, ἀλλὰ φιλανθρωπίᾳ· καὶ ὁ Θεὸς δὲ, ὥσπερ ἐστὶ φιλάνθρωπος, οὕτω καὶ ἐπεξέρχεται· κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ πολὺς καὶ ὁ ἔλεγχος αὐτοῦ. Ὅταν οὖν εἴπῃς φιλάνθρωπον τὸν Θεὸν, τότε μείζονά μοι λέγεις τῆς κολάσεως τὴν ἀφορμὴν, ὅτι εἰς τοιοῦτον ἁμαρτάνομεν. Διὸ καὶ ὁ Παῦλος ἔλεγε· Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ἀνάσχεσθε, παρακαλῶ, τῆς πυρᾶς τῶν ῥημάτων· ἴσως γὰρ, ἴσως ἔσται τις ὑμῖν ἐντεῦθεν παραμυθία. Τίς ἀνθρώπων δύναται κολάσαι οὕτως, ὡς ἐκόλασεν ὁ Θεὸς, κατακλυσμὸν ποιήσας καὶ πανωλεθρίαν τοσούτου γένους, καὶ μετὰ μικρὸν πάλιν πῦρ ἄνωθεν βρέξας, καὶ πάντας ἄρδην ἀφανίσας; ποία ἀνθρώπων τιμωρία δύναται εἶναι τοιαύτη; Οὐχ ὁρᾷς ἀθάνατον σχεδὸν καὶ τὴν ἐντεῦθεν κόλασιν οὖσαν; Τετρακισχίλια ἔτη παρῆλθε, καὶ ἡ τιμωρία μένει τῶν Σοδομιτῶν ἀκμάζουσα. Ὥσπερ γὰρ ἡ φιλανθρωπία αὐτοῦ μεγάλη, οὕτω καὶ ἡ κόλασις. Καὶ γὰρ εἰ μὲν φορτικά τινα ἐπέταξε καὶ ἀδύνατα, ἴσως ἄν τις εἶχε τὴν δυσκολίαν προβαλέσθαι τῶν νόμων· εἰ δὲ σφόδρα ῥᾷστα, τί ἂν ἔχοιμεν εἰπεῖν μηδὲ τούτων ποιούμενοι λόγον; Νηστεῦσαι οὐ δύνασαι, οὐδὲ παρθενίαν ἀσκῆσαι; Καίτοι γε δύνασαι, ἐὰν θέλῃς, καὶ κατηγοροῦσιν ἡμῶν οἱ δυνηθέντες· ἀλλ' ὅμως οὐκ ἐχρήσατο ταύτῃ πρὸς ἡμᾶς ὁ Θεὸς τῇ ἀκριβείᾳ, οὐδὲ ἐπέταξε ταῦτα οὐδὲ ἐνομοθέτησεν, ἀλλ' ἀφῆκεν εἶναι τὴν αἵρεσιν ἐν τῇ γνώμῃ τῶν ἀκουόντων· σωφρονεῖν δὲ ἐν γάμῳ δύνασαι, καὶ μὴ μεθύειν δύνασαι. Χρήματα κενῶσαι οὐ δύνασαι πάντα; Καίτοι γε δύνασαι, καὶ δηλοῦσιν οἱ ἐργασάμενοι· ἀλλ' ὅμως οὐδὲ τοῦτο ἐπέταξεν, ἀλλὰ μὴ ἁρπάζειν ἐκέλευσε, καὶ ἐκ τῶν ὄντων τοῖς δεομένοις ἐπικουρεῖν. Εἰ δὲ λέγοι τις, ὅτι Οὐδὲ τῇ γυναικὶ μόνον ἀρκεσθῆναι δύναμαι, ἀπατᾷ ἑαυτὸν καὶ παραλογίζεται· καὶ κατηγοροῦσιν οἱ χωρὶς γυναικὸς σωφρονοῦντες. Τί δὲ, εἰπέ μοι, μὴ λοιδορεῖσθαι οὐ δύνασαι; μὴ καταρᾶσθαι οὐ δύνασαι; Καὶ μὴν τὸ ταῦτα ποιεῖν φορτικὸν, οὐ τὸ μὴ ποιεῖν. Ποίαν οὖν ἔχομεν ἀπολογίαν, τὰ οὕτω κοῦφα καὶ εὔκολα μὴ φυλάττοντες; Οὐκ ἔστιν εἰπεῖν οὐδεμίαν. Ὅτι μὲν οὖν ἀθάνατος ἡ κόλασις, ἐκ τῶν εἰρημένων ἁπάντων δῆλον· ἐπειδὴ δὲ δοκεῖ τισι τὸ τοῦ Παύλου ῥῆμα ἀντιπίπτειν, φέρε καὶ αὐτὸ καταμάθωμεν ἀγαγόντες εἰς μέσον. Εἰπὼν γὰρ, Εἴ τινος τὸ ἔργον μένει, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· καὶ εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, ἐπήγαγεν· Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. Τί οὖν ἂν εἴποιμεν πρὸς τοῦτο· Σκοπήσωμεν πρότερον τίς ἐστιν ὁ θεμέλιος, καὶ τίς ὁ χρυσὸς, καὶ τίνες οἱ λίθοι οἱ τίμιοι, καὶ τίς ὁ χόρτος, καὶ τίς ἡ καλάμη. Τὸν μὲν οὖν θεμέλιον φανερῶς αὐτὸς ἐδήλωσεν ὄντα τὸν Χριστὸν εἰπών· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, φησὶν, ὅς ἐστι Χριστὸς Ἰησοῦς. Ἡ δὲ οἰκοδομὴ πράξεις ἐμοὶ δοκοῦσιν εἶναι. Καίτοι γέ τινές φασιν, ὅτι καὶ αὐτὸ τοῦτο περὶ διδασκάλων εἴρηται καὶ μαθητῶν, καὶ περὶ αἱρέσεων διεφθαρμένων· ἀλλ' ὁ λόγος οὐ παραδέχεται. Εἰ γὰρ τοῦτό ἐστι, πῶς τὸ μὲν ἔργον ἀπόλλυται, ὁ δὲ οἰκοδομῶν σωθήσεται κἂν διὰ πυρός; τὸν γὰρ αἴτιον μᾶλλον ἀπόλλυσθαι ἐχρῆν; νυνὶ δὲ εὑρεθήσεται πλείονα δίκην διδοὺς ὁ οἰκοδομηθείς. Εἰ μὲν γὰρ ὁ διδάσκαλος αἴτιος γέγονε τῆς κακίας, πλείονα ἄξιος δοῦναι δίκην· πῶς οὖν σωθήσεται; εἰ δ' οὐκ αἴτιος, ἀλλὰ παρὰ τὴν οἰκείαν δυστροπίαν οἱ μαθηταὶ τοιοῦτοι γεγόνασιν, οὐδ' ὅλως ἄξιος δοῦναι δίκην, ἀλλ' οὐδὲ ζημίαν ὑποστῆναι ὁ καλῶς οἰκοδομήσας. Πῶς οὖν φησι, Ζημιωθήσεται; Ὅθεν δῆλον ὅτι περὶ πράξεων ὁ λόγος. Ἐπειδὴ γὰρ μέλλει λοιπὸν πρὸς τὸν πεπορνευκότα ἀποτείνεσθαι, ἄνωθεν καὶ πρὸ πολλοῦ καταβάλλεται τὰ προοίμια. Οἶδε γὰρ, περὶ ἑτέρου διαλεγόμενος, ἐν αὐτῇ τῇ περὶ ἑτέρου διαλέξει προκατασκευάζειν ἕτερον, ἐφ' ὃ μέλλει ἰέναι. Καὶ γὰρ ἐπιτιμῶν περὶ τοῦ μὴ ἀναμένειν ἑαυτοὺς τοῖς ἀρίστοις, τὸν περὶ τῶν μυστηρίων κατεσκεύασε λόγον. Ὅτι δὲ καὶ νῦν πρὸς τὸν πεπορνευκότα ἐπείγεται, περὶ τοῦ θεμελίου εἰπὼν, ἐπήγαγεν· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ταῦτα δὲ ἔλεγεν ἤδη διασαλεύων τῷ φόβῳ τὴν ψυχὴν τοῦ πεπορνευκότος. Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην. Μετὰ γὰρ τὴν πίστιν οἰκοδομῆς χρεία· διὸ καὶ ἀλλαχοῦ φησιν· Οἰκοδομεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Καὶ γὰρ καὶ ὁ τεχνίτης καὶ ὁ μαθητὴς συνεισφέρουσιν ἐν τῇ οἰκοδομῇ· διὸ λέγει· Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
