# In epistulam i ad Corinthios (homiliae 1-44) 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2.1

Εἶχε χάριν ὁ Δαυῒδ παρὰ τῷ Θεῷ· εἶχε χάριν ὁ Ἀβεσαλὼμ παρὰ τοῖς ἀνθρώποις· οἷον οὖν τέλος ἑκάτερος ἔσχε, καὶ τίς ηὐδοκίμησε μᾶλλον, ἴστε. Εἶχε χάριν ὁ Ἀβραὰμ παρὰ τῷ Θεῷ, ὁ δὲ Φαραὼ παρὰ τοῖς ἀνθρώποις· χαριζόμενοι γὰρ αὐτῷ, τὴν γυναῖκα τοῦ δικαίου προὔδωκαν. Τίς οὖν λαμπρότερος γέγονε καὶ μακάριος, παντί που δῆλον. Καὶ τί λέγω περὶ δικαίων; Εἶχον χάριν οἱ Ἰσραηλῖται παρὰ τῷ Θεῷ, ἐμισοῦντο δὲ παρὰ ἀνθρώπων τῶν Αἰγυπτίων· ἀλλ' ὅμως τῶν μισούντων περιεγένοντο, καὶ ἐκράτησαν, μεθ' ὅσης ἅπαντες ἴστε περιφανείας. Τοῦτο τοίνυν σπουδάζωμεν ἅπαντες· κἂν δοῦλος ᾖ τις, τοῦτο εὐχέσθω, πρὸ τοῦ δεσπότου παρὰ τῷ Θεῷ χάριν εὑρεῖν· κἂν γυνή τις ᾖ, πρὸ τοῦ ἀνδρὸς παρὰ τοῦ Σωτῆρος Θεοῦ ζητείτω χάριν· κἂν στρατιώτης ᾖ, πρὸ τοῦ βασιλέως καὶ πρὸ τοῦ ἄρχοντος τὴν ἄνωθεν εὔνοιαν ζητείτω· οὕτω γὰρ καὶ παρὰ ἀνθρώποις ἐπέραστος ἔσῃ. Πῶς δ' ἄν τις εὕροι χάριν παρὰ τῷ Θεῷ; Πῶς δὲ ἑτέρως, εἰ μὴ ἀπὸ ταπεινοφροσύνης; Ὁ Θεὸς γὰρ, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν· καὶ, Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καὶ τεταπεινωμένην καρδίαν ὁ Θεὸς οὐκ ἐξουδενώσει. Εἰ γὰρ παρὰ ἀνθρώποις οὕτω ποθεινὸν τὸ ταπεινὸν, πολλῷ μᾶλλον παρὰ Θεῷ. Οὕτω καὶ οἱ ἐξ ἐθνῶν χάριν εὗρον, οὕτω καὶ οἱ Ἰουδαῖοι τῆς χάριτος ἐξέπεσον· Τῇ γὰρ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγη σαν. Ὁ ταπεινὸς οὗτος, καὶ ἐπίχαρις γίνεται καὶ πᾶσιν ἡδὺς, καὶ εἰρήνῃ σύντροφος διηνεκεῖ, καὶ οὐδεμίαν ἔχων πολέμων ὑπόθεσιν. Κἂν γὰρ ὑβρίσῃς, κἂν λοιδορήσῃς, κἂν ὁτιοῦν εἴπῃς, σιγήσεται καὶ πράως οἴσει, καὶ τοσαύτην ἕξει τὴν εἰρήνην πρὸς πάντας, ὅσην οὐδὲ ἔστιν εἰπεῖν, καὶ πρὸς τὸν Θεὸν δέ. Τὰ γὰρ τοῦ Θεοῦ προστάγματα, μετὰ ἀνθρώπων εἰρηνεύειν ἐστὶ, καὶ ὁ βίος ἅπας ἡμῖν οὕτω κατορθοῦται ἐν τῇ πρὸς ἀλλήλους εἰρήνῃ· οὐ γὰρ δὴ Θεόν τις ἀδικῆσαι δυνήσεται· ἀνώλεθρος γὰρ ἡ φύσις ἐκείνη, καὶ παντὸς ἀνωτέρα πάθους. Οὐδὲν οὕτω θαυμαστὸν ποιεῖ τὸν Χριστιανὸν, ὡς ταπεινοφροσύνη. Ἄκουσον γοῦν τοῦ Ἀβραὰμ λέγοντος· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· καὶ τοῦ Θεοῦ περὶ Μωϋσέως πάλιν, ὅτι πραότατος ἦν πάντων ἀνθρώπων. Οὐδεὶς γὰρ ἐκείνου ταπεινότερος γέγονεν, ὃς δῆμον τοσοῦτον ἄγων, καὶ τὸν βασιλέα καὶ τὸ στρατόπεδον ἅπαν τῶν Αἰγυπτίων καθάπερ μυίας καταποντίσας, καὶ τοσαῦτα μὲν ἐν Αἰγύπτῳ, τοσαῦτα δὲ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐργασάμενος καὶ ἐπὶ τῆς ἐρήμου, καὶ τοσαύτης ἀπολαύσας μαρτυρίας, ὡς εἷς τῶν πολλῶν ὢν, οὕτω διέκειτο· καὶ τοῦ κηδεστοῦ γαμβρὸς ταπεινότερος ἦν, καὶ ἐδέχετο τὴν παρ' ἐκείνου γνώμην. Καὶ οὐδὲ ἐδυσχέραινεν οὐδὲ εἶπε· Τί τοῦτο; μετὰ τοιαῦτα καὶ τοσαῦτα κατορθώματα ἦλθες ἡμῖν συμβουλεύων; ὅπερ πάσχουσιν οἱ πολλοὶ, κἂν ἀρίστην τις εἰσηγήσηται γνώμην, διὰ τὸ τοῦ προσώπου ταπεινὸν καταφρονοῦντες. Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ διὰ ταπεινοφροσύνης πάντα κατώρθου. Ἐντεῦθεν καὶ τῶν βασιλικῶν κατεφρόνησεν αὐλῶν, ἐπειδὴ ταπεινὸς ἦν ὄντως· τὸ γὰρ ὑγιὲς φρόνημα καὶ τὸ ὑψηλὸν ἡ ταπεινοφροσύνη ποιεῖ. Πόσης γὰρ οἴει μεγαλοφροσύνης εἶναι καὶ μεγαλοψυχίας τὸ καὶ οἰκίας καὶ τραπέζης ὑπεριδεῖν βασιλικῆς; Καὶ γὰρ ὡς θεοὶ τιμῶνται οἱ βασιλεῖς παρ' Αἰγυπτίοις, καὶ πλούτου καὶ θησαυρῶν ἀπολαύουσι μυρίων. Ἀλλ' ὅμως πάντα ἀφεὶς ἐκεῖνα, καὶ αὐτὰ τῆς Αἰγύπτου ῥίψας τὰ σκῆπτρα, τοῖς αἰχμαλώτοις καὶ καταπονουμένοις, τοῖς ἐν τῷ πηλῷ καὶ τῇ πλινθείᾳ δαπανωμένοις, οὓς οἱ δοῦλοι αὐτοῦ ἐβδελύττοντο (ἐβδελύττοντο γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, φησὶ), τούτοις προσέδραμε, καὶ τῶν δεσποτῶν αὐτοὺς προετίθει. Ὅθεν δῆλον, ὅτι ὁ ταπεινὸς, οὗτός ἐστιν ὁ ὑψηλὸς καὶ μεγαλόφρων. Καὶ γὰρ ἡ ἀπόνοια ἀπὸ εὐτελοῦς γίνεται διανοίας καὶ ἀγεννοῦς ψυχῆς, καὶ ἡ ἐπιείκεια ἀπὸ μεγαλόφρονος, ἀπὸ μεγαλοψύχου γνώμης.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
