# In epistulam i ad Corinthios (homiliae 1-44) 2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/2

Διόπερ οὐδὲ εἶπε τὴν αἰτίαν, ἕως ὅτου παραβαινομένην εἶδε τὴν ἐντολήν. Τίς οὖν ἡ αἰτία; Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν. Ἆρ' οὖν καὶ τοῦ Ἕλληνος; Οὐδαμῶς. Εἰ γὰρ σῶμά ἐσμεν τοῦ Χριστοῦ καὶ μέλη ἐκ μέρους, καὶ ταύτῃ ἐκεῖνος ἡμῶν κεφαλὴ, τῶν οὐκ ὄντων ἐν τῷ σώματι οὐδὲ εἰς μέλη τελούντων οὐκ ἂν εἴη κεφαλή· ὥστε ὅταν εἴπῃ, Παντὸς, τοῦ πιστοῦ δεῖ προσυπακούειν. Εἶδες πῶς πανταχοῦ ἄνωθεν ἐντρέπει τὸν ἀκροατήν; Καὶ γὰρ ὅτε περὶ ἀγάπης διελέγετο, καὶ ὅτε περὶ ταπεινοφροσύνης, καὶ ὅτε περὶ ἐλεημοσύνης, ἐκεῖθεν εἷλκε τὰ παραδείγματα. Κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. Ἐνταῦθα ἐπιπηδῶσιν ἡμῖν οἱ αἱρετικοὶ ἐλάττωσίν τινα ἐκ τῶν εἰρημένων ἐπινοοῦντες τῷ Υἱῷ· ἀλλ' ἑαυτοῖς περιπίπτουσιν. Εἰ γὰρ κεφαλὴ γυναικὸς ὁ ἀνὴρ, ὁμοούσιος δὲ ἡ κεφαλὴ τῷ σώματι, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ Θεὸς, ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρί. Ἀλλ' οὐ τὸ ἑτεροούσιον ἐντεῦθεν ἀποδεῖξαι βουλόμεθα, ἀλλ' ὅτι ἄρχεται, φησί. Τί οὖν πρὸς τοῦτο εἴποιμεν ἄν; Ὅτι μάλιστα μὲν, ὅταν τι ταπεινὸν λέγηται μετὰ τῆς σαρκὸς ὄντος αὐτοῦ, οὐκ εὐτέλεια τῆς θεότητός ἐστι τὸ λεγόμενον, τῆς οἰκονομίας δεχομένης τὸ λεχθέν. Πλὴν ἀλλ' εἰπὲ, πῶς τοῦτο βούλει ἐκ τούτου κατασκευάσαι νῦν; Ὅτι ὥσπερ ὁ ἀνὴρ ἄρχει τῆς γυναικὸς, φησὶν, οὕτω καὶ ὁ Πατὴρ τοῦ Χριστοῦ. Οὐκοῦν καὶ ὥσπερ ὁ Χριστὸς τοῦ ἀνδρὸς, οὕτω καὶ ὁ Πατὴρ τοῦ Υἱοῦ· Παντὸς γὰρ ἀνδρὸς, φησὶν, ἡ κεφαλὴ ὁ Χριστός ἐστι. Καὶ τίς ἂν ταῦτα καταδέξαιτό ποτε; Εἰ γὰρ ὅσον τὸ ὑπερέχον τοῦ Υἱοῦ πρὸς ἡμᾶς, τοσοῦτον τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, ἐννόησον εἰς ὅσην αὐτὸν ἄξεις τὴν εὐτέλειαν. Ὥστε οὐ πάντα ὁμοίως ἐξεταστέον ἐφ' ἡμῶν καὶ ἐπὶ τοῦ Θεοῦ, κἂν ὁμοίως λέγηται· ἀλλ' ἀπονεμητέον τῷ Θεῷ τινα ἰδιάζουσαν ὑπεροχὴν, καὶ τοσαύτην ὅσην Θεῷ. Εἰ γὰρ μὴ τοῦτο συγχωρήσαιεν, πολλὰ ἕψεται τὰ ἄτοπα. Σκόπει δέ· Κεφαλὴ τοῦ Χριστοῦ ὁ Θεὸς, οὗτος δὲ τοῦ ἀνδρὸς, κἀκεῖνος τῆς γυναικός. Οὐκοῦν εἰ ἐπὶ πάντων ὁμοίως ἐκλάβοιμεν τὴν κεφαλὴν, τοσοῦτον ἔσται ὁ Υἱὸς ἀφεστηκὼς τοῦ Πατρὸς, ὅσον ἡμεῖς αὐτοῦ. Ἀλλὰ καὶ ἡ γυνὴ τοσοῦτον ἡμῶν ἀποστήσεται, ὅσον ἡμεῖς τοῦ Θεοῦ Λόγου· καὶ ὅπερ ἐστὶν ὁ Υἱὸς πρὸς τὸν Πατέρα, τοῦτο καὶ ἡμεῖς πρὸς τὸν Υἱὸν, καὶ ἡ γυνὴ πρὸς τὸν ἄνδρα πάλιν. Καὶ τίς ταῦτα ἀνέξεται; Ἀλλ' ἑτέρως ἐκλαμβάνεις ἐπὶ γυναικὸς καὶ ἀνδρὸς τὴν κεφαλὴν, καὶ οὐχ ὡς ἐπὶ τοῦ Χριστοῦ; Οὐκοῦν καὶ ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἑτέρως ἐκληπτέον ἡμῖν. Καὶ πῶς ἑτέρως ἐκληπτέον; φησί. Κατὰ τὸ αἴτιον. Καὶ γὰρ εἴπερ ἀρχὴν ἐζήτει εἰπεῖν καὶ ὑποταγὴν ὁ Παῦλος, ὡς σὺ φὴς, οὐκ ἂν γυναῖκα παρήγαγεν εἰς μέσον, ἀλλὰ δοῦλον μᾶλλον καὶ δεσπότην. Εἰ γὰρ καὶ ὑποτέτακται ἡμῖν ἡ γυνὴ, ἀλλ' ὡς γυνὴ, ἀλλ' ὡς ἐλευθέρα καὶ ὡς ὁμότιμος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
