# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-10

Ὅταν οὖν χρεία καλῇ, καὶ ταύτην κατάθου. Εἰ δὲ φιλοζωεῖς, καὶ κελευόμενος καταθεῖναι ἀντιλέγεις, οὐκέτι πιστὸς οἰκονόμος εἶ. Καὶ πῶς ἔνι Θεοῦ καλοῦντος ἀντιστῆναι; Τοῦτο γὰρ κἀγώ φημι, καὶ διὰ τοῦτο αὐτὸ μάλιστα θαυμάζω τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι ἃ δύναται καὶ ἄκοντός σου παρὰ σοῦ λαβεῖν, ταῦτα οὐ βούλεται ἄκοντος εἰσενεχθῆναι, ἵνα καὶ μισθὸν ἔχῃς. Οἷον δύναται τὴν ψυχὴν λαβεῖν ἄκοντος, ἀλλὰ παρ' ἑκόντος βούλεται, ἵνα λέγῃς κατὰ Παῦλον· Καθ' ἡμέραν ἀποθνήσκω. Δύναταί σου τὴν δόξαν λαβεῖν ἄκοντος καὶ ποιῆσαι ταπεινὸν, ἀλλὰ παρ' ἑκόντος θέλει, ἵνα ἀμοιβὴν ἔχῃς. Δύναταί σε ποιῆσαι πένητα, καὶ μὴ βουλόμενον, ἀλλ' ἑκόντα σε βούλεται γενέσθαι τοιοῦτον, ἵνα σοι πλέξῃ στεφάνους. Εἶδες Θεοῦ φιλανθρωπίαν; εἶδες νωθείαν ἡμετέραν; Ἐπ' ἀξιώματος ἐγένου μεγάλου, καὶ ἀρχῆς ἐπελάβου ποτὲ ἐκκλησιαστικῆς; Μὴ μέγα φρόνει· οὐ σὺ τὴν δόξαν ἐκτήσω, ἀλλ' ὁ Θεός σε ἐνέδυσεν. Ὡς ἀλλοτρίας τοίνυν φείδου, μὴ καταχρώμενος αὐτῇ, μηδὲ ἀποχρώμενος εἰς τὰ μὴ προσήκοντα, μηδὲ φυσώμενος, μηδὲ σφετεριζόμενος, ἀλλὰ πένητα σαυτὸν εἶναι νόμιζε καὶ ἄδοξον. Οὐ γὰρ, εἰ πορφύραν βασιλικὴν ἐνεχειρίσθης φυλάττειν, ἔδει καταχρήσασθαι τῇ στολῇ καὶ λυμήνασθαι, ἀλλὰ μετὰ πλείονος αὐτὴν τῆς ἀκριβείας τηρεῖν τῷ δεδωκότι. Λόγον ἔλαβες; Μὴ φυσῶ, μηδὲ ἀλαζονεύου· οὐ γάρ ἐστι σὸν τὸ χάρισμα. Μὴ ἀγνώμων ἔσο περὶ τὰ δεσποτικὰ, ἀλλὰ διάνεμε τοῖς συνδούλοις, καὶ μήτε ὡς ἐπὶ ἰδίοις ἐπαίρου τούτοις, μήτε φείδου ὥστε διανέμειν. Κἂν παῖδας ἔχῃς, τοῦ Θεοῦ ἔχεις· ἂν οὕτω νομίζῃς, καὶ ἔχων εὐχαριστήσεις, καὶ ἀφαιρεθεὶς οὐκ ἀλγήσεις· οἷος ἦν ὁ Ἰὼβ λέγων· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Πάντα γὰρ παρὰ τοῦ Χριστοῦ ἔχομεν· καὶ αὐτὸ τὸ εἶναι δι' αὐτοῦ ἔχομεν, καὶ τὸ ζῇν καὶ τὸ ἀναπνεῖν, καὶ τὸ φῶς καὶ τὸν ἀέρα καὶ τὴν γῆν· κἂν ἀποκλείσῃ τι τούτων, ἀπωλόμεθα καὶ διεφθάρημεν· πάροικοι γάρ ἐσμεν καὶ παρεπίδημοι. Τὸ δὲ ἐμὸν καὶ τὸ σὸν τοῦτο ῥήματά ἐστι ψιλὰ μόνον· ἐπὶ δὲ πραγμάτων οὐχ ἕστηκε. Καὶ γὰρ εἰ τὴν οἰκίαν σὴν εἶναι φὴς, ῥῆμά ἐστι πράγματος ἔρημον. Καὶ γὰρ καὶ ὁ ἀὴρ καὶ γῆ καὶ ὕλη τοῦ Δημιουργοῦ, καὶ σὺ δὲ αὐτὸς ὁ κατασκευάσας αὐτὴν, καὶ τὰ ἄλλα δὲ πάντα. Εἰ δὲ ἡ χρῆσις σὴ, ἀλλὰ καὶ αὐτὴ ἄδηλος, οὐ διὰ τὸν θάνατον μόνον, ἀλλὰ καὶ πρὸ τοῦ θανάτου διὰ τὸ τῶν πραγμάτων εὐρίπιστον. Ταῦτ' οὖν συνεχῶς παρ' ἑαυτοῖς γράφοντες, φιλοσοφήσωμεν, καὶ δύο τὰ μέγιστα κερδανοῦμεν· εὐχάριστοί τε γὰρ ἐσόμεθα καὶ ἔχοντες καὶ ἀφαιρούμενοι, καὶ οὐ μὴ δουλεύσωμεν τοῖς παρατρέχουσι καὶ τοῖς οὐχ ἡμῶν. Κἂν γὰρ χρήματα λάβῃ, τὰ αὑτοῦ ἔλαβε, κἂν τιμὴν, κἂν δόξαν, κἂν τὸ σῶμα, κἂν αὐτὴν τὴν ψυχήν· κἂν τὸν υἱὸν τὸν σὸν λάβῃ, οὐ τὸν σὸν ἔλαβεν υἱὸν, ἀλλὰ τὸν δοῦλον τὸν ἑαυτοῦ. Οὐ γὰρ σὺ αὐτὸν ἔπλασας, ἀλλ' ἐκεῖνος ἐποίησε· σὺ δὲ ὑπηρέτησας μόνον τῇ παρόδῳ, τὸ δὲ πᾶν αὐτὸς εἰργάσατο. Εὐχαριστήσωμεν τοίνυν ὅτι κατηξιώθημεν ὑπηρετῆσαι τῷ πράγματι. Ἀλλὰ τί; ἐβούλου διαπαντὸς ἔχειν; Τοῦτο ἀγνώμονος πάλιν, καὶ οὐκ εἰδότος, ὅτι ἀλλότριον εἶχες, καὶ οὐκ ἴδιον. Ὥσπερ οὖν οἱ ἑτοίμως ἀφιστάμενοι ἴσασιν, ὅτι οὐ τὰ αὑτῶν ἔχουσιν, οὕτως οἱ ἀλγοῦντες τὰ βασιλικὰ σφετερίζονται. Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ἑαυτῶν, πῶς ἐκεῖνοι ἡμῶν; Διπλῇ γάρ ἐσμεν αὐτοῦ, καὶ τῷ τῆς κτίσεως καὶ τῷ τῆς πίστεως λόγῳ. Διὰ τοῦτό φησιν ὁ Δαυΐδ· Ἡ ὑπόστασίς μου παρὰ σοί ἐστι· καὶ ὁ Παῦλος δὲ, ὅτι Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Καὶ τὸν περὶ τῆς πίστεως γυμνάζων λόγον φησίν· Οὐκ ἐστὲ ἑαυτῶν, καὶ τιμῆς ἠγοράσθητε. Τὰ πάντα γὰρ τοῦ Θεοῦ. Ὅταν οὖν καλῇ καὶ βούληται λαβεῖν, μὴ κατὰ τοὺς ἀγνώμονας τῶν οἰκετῶν φύρωμεν τὸν λόγον, μηδὲ νοσφιζώμεθα τὰ δεσποτικά. Ἡ ψυχή σου οὐκ ἔστι σὴ, καὶ πῶς τὰ χρήματά ἐστι σά; Πῶς οὖν ἀναλίσκεις εἰς οὐδὲν δέον τὰ μὴ σά; οὐκ οἶδας ὅτι διὰ τοῦτο μέλλομεν ἐγκαλεῖσθαι, κακῶς αὐτοῖς χρησάμενοι; Ἐπειδὴ δὲ οὐκ ἔστιν ἡμέτερα, ἀλλὰ τοῦ Δεσπότου, εἰς τοὺς ὁμοδούλους ἐχρῆν δαπανᾷν. Τοῦτο γοῦν καὶ ὁ πλούσιος ἐκεῖνος ἐνεκαλεῖτο, ὅτι μὴ ἐποίησε, καὶ οἱ μὴ θρέψαντες τὸν Κύριον. Μὴ τοίνυν λέγε, ὅτι Τὰ ἐμαυτοῦ ἀναλίσκω, καὶ ἐκ τῶν ἐμαυτοῦ τρυφῶ. Οὐκ ἀπὸ τῶν σεαυτοῦ, ἀλλ' ἀπὸ τῶν ἀλλοτρίων· ἀλλοτρίων δὲ λέγω, ἐπειδὴ σὺ βούλει· ἐπεὶ σὰ βούλεται εἶναι ὁ Θεὸς τὰ ὑπὲρ τῶν ἀδελφῶν ἐγχειρισθέντα σοι. Γίνεται δὲ σὰ τὰ ἀλλότρια, ἂν εἰς ἑτέρους ἀναλώσῃς· ἂν δὲ εἰς σαυτὸν ἀναλώσῃς ἀφειδῶς, ἀλλότρια γέγονε τὰ σά. Ἐπειδὴ γὰρ ὠμῶς αὐτοῖς κέχρησαι, καὶ λέγεις, ὅτι Τὰ ἐμὰ εἰς ἐμὴν ἀπόλαυσιν μόνον ἀναλωθῆναι δίκαιον, διὰ τοῦτο ἀλλότρια αὐτὰ λέγω. Κοινὰ γάρ ἐστι σὰ καὶ τοῦ συνδούλου, ὥσπερ ἥλιος κοινὸς καὶ ἀὴρ καὶ γῆ καὶ τὰ ἄλλα πάντα. Καὶ καθάπερ ἐπὶ τοῦ σώματος, καὶ παντός ἐστι τοῦ σώματος καὶ ἑνὸς ἑκάστου μέλους ἡ διακονία· ὅταν δὲ ἑνὸς μόνου γίνεται μέλους, καὶ τὴν ἰδίαν ἀπόλλυσιν ἐνέργειαν· οὕτω καὶ ἐπὶ τῶν χρημάτων συμβαίνει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
