# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χριστοῦ εἰσιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-18

Ἀλλὰ τὸ μὲν πρὸ τούτου ταῦτα γίνεσθαι καίτοι δεινὸν ὃν, οὐχ οὕτω δεινὸν ἦν· τὸ δὲ μετὰ τὸν οὐρανὸν, μετὰ τὰ βασίλεια, μετὰ τὸ τῶν μυστηρίων ἀπολαῦσαι τῶν φρικτῶν πάλιν μολύνεσθαι, ποίαν ἕξει συγγνώμην; Ἦ οὐκ οἴει καὶ τοῖς πλεονέκταις καὶ πᾶσιν, οἷς ἔμπροσθεν ἀπηρίθμησεν, αὐτὸν τὸν διάβολον συγκατακλίνεσθαι; τὰς δὲ καλλωπιζομένας πρὸς ἀσέλγειαν γυναῖκας οὐχ ἡγῇ μετ' ἐκείνου μίγνυσθαι; καὶ τίς ἀντερεῖ τούτῳ τῷ λόγῳ; Εἰ δὲ ἔστι τις φιλονεικῶν, ἀποδυέτω τὴν ψυχὴν τῶν τὰ τοιαῦτα ἀσχημονουσῶν γυναικῶν, καὶ ὄψεται πάντως τὸν πονηρὸν δαίμονα ἐκεῖνον σφοδρῶς συμπεπλεγμένον αὐταῖς. Δύσκολον γὰρ, ἀγαπητοὶ, δύσκολον, τάχα δὲ καὶ ἀμήχανον, τοῦ σώματος καλλωπιζομένου οὕτω, καὶ τὴν ψυχὴν ὁμοῦ καλλωπίζεσθαι· ἀλλ' ἀνάγκη θάτερον ἀμελεῖσθαι, ἐπιμελουμένου θατέρου· οὐ γὰρ ἔχει φύσιν ὁμοῦ ταῦτα γίνεσθαι. Διό φησιν· Ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν· ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Πνεῦμα γὰρ γίνεται λοιπὸν ὁ τοιοῦτος, κἂν σῶμα περίκειται. Ὅταν γὰρ μηδὲν σωματικὸν μηδὲ παχὺ μηδὲ γήϊνον περὶ αὐτὸν ᾖ, ἁπλῶς τὸ σῶμα περίκειται· ὅταν ἡ πᾶσα ἀρχὴ τῆς ψυχῆς ᾖ καὶ τοῦ πνεύματος, οὕτω δοξάζεται ὁ Θεός. Διὸ καὶ ἐν τῇ εὐχῇ κελευόμεθα λέγειν· Ἁγιασθήτω τὸ ὄνομά σου· καὶ ὁ Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὕτω δοξάζουσιν αὐτὸν καὶ οἱ οὐρανοὶ, οὐ φωνὴν ἀφιέντες, ἀλλὰ διὰ τῆς ὄψεως θαυμαζόμενοι, καὶ τὴν δόξαν εἰς τὸν Δημιουργὸν ἀναφέροντες. Οὕτω δοξάσωμεν αὐτὸν καὶ ἡμεῖς, μᾶλλον δὲ καὶ πλέον ἐκείνων· δυνάμεθα γὰρ, ἂν ἐθέλωμεν. Οὐ γὰρ οὕτως οὐρανὸς καὶ ἡμέρα καὶ νὺξ, ὡς ἁγία ψυχὴ δοξάζει Θεόν. Ὥσπερ γὰρ εἰς τὸ κάλλος τοῦ οὐρανοῦ τις ἀφορῶν, λέγει· Δόξα σοι, ὁ Θεὸς, οἷον ἔργον ἔκτισας· οὕτω δὴ καὶ εἰς ἀνδρὸς ἀρετὴν βλέπων, καὶ πολλῷ πλέον ἐνταῦθα. Ἀπ' ἐκείνων μὲν γὰρ τῶν κτισμάτων οὐ πάντες δοξάζουσιν, ἀλλὰ πολλοὶ καὶ αὐτόματα εἶναι λέγουσι τὰ ὄντα· ἄλλοι δὲ καὶ δαίμοσιν ἀνατιθέασι τοῦ κόσμου τὴν δημιουργίαν καὶ τὴν πρόνοιαν, οἳ καὶ σφόδρα ἀσύγγνωστα ἁμαρτάνουσιν· ἐπὶ δὲ ἀνθρώπου ἀρετῆς οὐδεὶς τοιαῦτα ἀναισχυντῆσαι δυνήσεται, ἀλλὰ πάντως δοξάσει τὸν Θεὸν, τὸν δουλεύοντα αὐτῷ μετὰ ἀρετῆς ζῶντα ὁρῶν. Τίς γὰρ οὐκ ἐκπλαγήσεται, ὅταν ἄνθρωπός τις ὢν, καὶ τῆς κοινῆς μετέχων φύσεως, καὶ ἐν μέσοις στρεφόμενος ἀνθρώποις, καθάπερ ἀδάμας, μὴ ἐπικάμπτηται πρὸς τὸν τῶν παθῶν ἐσμόν; ὅταν μεταξὺ πυρὸς καὶ σιδήρου καὶ θηρίων ὢν, ἀδάμαντος ἰσχυρότερος ᾖ, καὶ περιγένηται πάντων διὰ τὸν τῆς εὐσεβείας λόγον; ὅταν ὑβρίζηται, καὶ εὐλογῇ; ὅταν κακῶς ἀκούῃ, καὶ ἐγκωμιάζῃ; ὅταν ἐπηρεάζηται, καὶ εὔχηται ὑπὲρ τῶν ἀδικούντων; ὅταν ἐπιβουλεύηται, καὶ εὐεργετῇ τοὺς πολεμοῦντας αὐτῷ καὶ ἐπιβουλεύοντας; Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῶν οὐρανῶν πολλῷ μᾶλλον δοξάσει τὸν Θεόν. Τὸν μὲν γὰρ οὐρανὸν ὁρῶντες Ἕλληνες, οὐκ αἰσχύνονται· ἅγιον δὲ ἄνδρα ἰδόντες μετὰ ἀκριβείας φιλοσοφίαν ἐπιδεικνύμενον, καταδύονται καὶ ἑαυτῶν καταγινώσκουσιν. Ὅταν γὰρ ὁ τῆς αὐτῆς αὐτοῖς φύσεως μετέχων, τοσοῦτον ἀνώτερος ᾖ[, ἢ] πολλῷ μᾶλλον, ἢ ὅσον ὁ οὐρανὸς τῆς γῆς, καὶ ἄκοντες ἐννοοῦσιν, ὅτι θεία δύναμις ταῦτα ἐργάζεται· διό φησι· Καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Βούλει μαθεῖν καὶ ἑτέρωθεν, πῶς μὲν ἀπὸ τοῦ βίου τῶν δούλων αὐτοῦ δοξάζεται ὁ Θεὸς, πῶς δὲ ἀπὸ τῶν θαυμάτων; Ἐνέβαλέ ποτε ὁ Ναβουχοδονόσορ τοὺς τρεῖς παῖδας εἰς τὴν κάμινον. Εἶτα ἐπειδὴ εἶδε τὸ πῦρ οὐ περιγενόμενον αὐτῶν, φησίν· Εὐλογητὸς ὁ Θεὸς, ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετο τοὺς παῖδας αὐτοῦ ἐκ τῆς καμίνου, ὅτι ἐπεποίθεισαν ἐπ' αὐτὸν, καὶ ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως. Τί λέγεις; κατεφρονήθης, καὶ θαυμάζεις τοὺς διαπτύσαντας; Ναὶ, φησὶ, [καὶ] δι' αὐτὸ τοῦτο, ὅτι κατεφρονήθην· καὶ τοῦ θαύματος ταύτην τὴν αἰτίαν τίθησι. Ὥστε οὐ διὰ τὸ σημεῖον ἡ δόξα τῷ Θεῷ τότε γέγονε μόνον, ἀλλὰ καὶ διὰ τὴν προαίρεσιν τῶν ἐμβληθέντων. Εἰ δὲ καὶ καθ' ἑαυτὸ ἐξετάσειέ τις τοῦτο κἀκεῖνο, οὐκ ἔλαττον τοῦτο ἐκείνου. Τοῦ γὰρ ῥύσασθαι καμίνου τὸ πεῖσαι ψυχὰς κατατολμῆσαι καμίνου, οὐκ ἔλαττον εἰς θαύματος λόγον. Πῶς γὰρ οὐκ ἐκπλήξεως ἄξιον, ὅταν ὁ τῆς οἰκουμένης βασιλεὺς, καὶ τοσαῦτα περὶ ἑαυτὸν ὅπλα ἔχων καὶ στρατόπεδα καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους, καὶ γῆν καὶ θάλατταν ὑποκειμένην, ὑπὸ παίδων αἰχμαλώτων καταφρονῆται, καὶ οἱ δεδεμένοι τοῦ δήσαντος περιγίνωνται καὶ πᾶσαν νικῶσι τὴν στρατιὰν ἐκείνην; οὐ γὰρ ἴσχυσαν, ὅπερ ἤθελον, οἱ περὶ τὸν βασιλέα, καὶ ταῦτα καὶ τὴν ἀπὸ τῆς καμίνου συμμαχίαν ἔχοντες· ἀλλ' οἱ γυμνοὶ καὶ δοῦλοι καὶ ξένοι καὶ ὀλίγοι (τί γὰρ τριῶν ὀλιγώτερον;) ἄπειρον στρατιὰν δεδεμένοι κατηγωνίσαντο. Ἤδη γὰρ θάνατος κατεφρονεῖτο, ἐπειδὴ λοιπὸν ὁ Χριστὸς ἔμελλεν ἐπιδημεῖν· καὶ καθάπερ ἀνατέλλειν μέλλοντος τοῦ ἡλίου, καὶ πρὶν ἢ τὰς ἀκτῖνας φανῆναι, λαμπρὸν γίνεται τὸ φῶς τῆς ἡμέρας· οὕτω καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου μέλλοντος ἔρχεσθαι, ὁ θάνατος λοιπὸν ὑπεξίστατο. Τί τοῦ θεάτρου γένοιτ' ἂν λαμπρότερον ἐκείνου; τί τῆς νίκης περιφανέστερον· τί τῶν καινῶν τροπαίων ἐπισημότερον;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
