# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-19

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Περὶ δὲ ὧν ἐγράψατέ μοι· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-19

Πῶς οὖν ἐνταῦθα μὲν νενίκηται τὸ ἀκάθαρτον, διὸ καὶ ἐπιτέτραπται ἡ συνουσία· ἐπὶ δὲ τῆς πορνευομένης γυναικὸς οὐ κατηγορεῖται ἐκβάλλων αὐτὴν ὁ ἀνήρ; Ὅτι ἐνταῦθα μὲν ἐλπὶς σώζεσθαι τὸ ἀπολωλὸς μέρος διὰ τοῦ γάμου, ἐκεῖ δὲ ὁ γάμος ἤδη διαλέλυται· κἀκεῖ μὲν ἀμφότεροι διαφθείρονται, ἐνταῦθα δὲ θατέρου τὸ ἔγκλημα. Οἷόν τι λέγω· Ἔστιν ἡ πορνευθεῖσα καθάπαξ, μιαρά. Εἰ τοίνυν ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι, καὶ αὐτὸς γίνεται μιαρὸς πορνευούσῃ μιγνύμενος, διὰ τοῦτο ἀφίπταται ἡ καθαρότης ἅπασα. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ πῶς; Ἔστιν ἀκάθαρτος ὁ εἰδωλολάτρης, ἀλλ' ἡ γυνὴ οὐκ ἔστιν ἀκάθαρτος. Εἰ μὲν γὰρ ἐκοινώνει αὐτῷ κατὰ τοῦτο, καθὸ ἀκάθαρτος ἦν, λέγω δὲ κατὰ τὴν ἀσέβειαν, ἔμελλε καὶ αὕτη ἀκάθαρτος γίνεσθαι· νυνὶ δὲ ἑτέρως μὲν ἔστιν ἀκάθαρτος ὁ εἰδωλολάτρης, ἐν ἑτέρῳ δὲ αὐτῷ πράγματι κοινωνεῖ ἡ γυνὴ, ἐν ᾧ οὐκ ἔστιν ἀκάθαρτος. Γάμος γάρ ἐστι καὶ μίξις σωμάτων, καθὸ ἡ κοινωνία. Πάλιν τοῦτον μὲν ἐλπὶς ἀνακληθῆναι ὑπὸ τῆς γυναικὸς, ᾠκείωται γὰρ αὕτη· ἐκεῖνον δὲ οὐ σφόδρα εὔκολον. Πῶς γὰρ ἡ τὸν ἔμπροσθεν ἀτιμάσασα χρόνον, καὶ γενομένη ἑτέρου, καὶ τοῦ γάμου τὰ δίκαια ἀφανίσασα, ἀνακαλέσασθαι δυνήσεται τὸν ἠδικημένον, πρὸς τούτοις καὶ τὸν μένοντα ὡς ξένον; Πάλιν ἐκεῖ μὲν μετὰ τὴν πορνείαν ὁ ἀνὴρ οὐκ ἔστιν ἀνήρ· ἐνταῦθα δὲ, κἂν εἰδωλολάτρις ἡ γυνὴ, τοῦ ἀνδρὸς τὸ δίκαιον οὐκ ἀπόλλυται. Οὐχ ἁπλῶς δὲ συνοικίζει τῷ ἀπίστῳ, ἀλλὰ τῷ βουλομένῳ· διὸ εἶπε· Καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς. Ποῖον γὰρ, εἰπέ μοι, βλάβος, ὅταν καὶ τὰ τῆς εὐσεβείας ἀκέραια διαμένῃ, καὶ ἐλπίδες ὦσι χρησταὶ περὶ τοῦ ἀπίστου, μένειν τοὺς ἤδη ζευχθέντας, καὶ μὴ περιττῶν πολέμων ὑποθέσεις εἰσάγειν; οὐδὲ γὰρ περὶ τῶν μηδέπω συνελθόντων διαλέγεται νῦν, ἀλλὰ περὶ τῶν ἤδη συνελθόντων. Οὐ γὰρ εἶπεν, Εἴ τις βούλεται λαβεῖν ἄπιστον, ἀλλ', Εἴ τις ἔχει ἄπιστον· οἶον εἴ τις μετὰ τὸ γαμῆσαι ἢ γαμηθῆναι ἐδέξατο τὸν λόγον τῆς εὐσεβείας, εἶτα θάτερον μέρος ἐναπέμεινε τῇ ἀπιστίᾳ, καὶ στέργει τὸ συνοικεῖν, μὴ διαῤῥηγνύσθω· Ἡγίασται γὰρ, φησὶν, ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί. Τοσαύτη ἡ περιουσία τῆς σῆς καθαρότητος. Τί οὖν; ἅγιός ἐστιν ὁ Ἕλλην; Οὐδαμῶς· οὐ γὰρ εἶπεν, Ἅγιός ἐστιν, ἀλλ', Ἡγίασται ἐν τῇ γυναικί. Τοῦτο δὲ εἶπεν, οὐχ ἵνα δείξῃ ἐκεῖνον ἅγιον, ἀλλ' ἵνα ἐκ περιουσίας τὸν φόβον ἐξέλῃ τῆς γυναικὸς, κἀκεῖνον εἰς ἐπιθυμίαν ἀγάγῃ τῆς ἀληθείας. Οὐ γὰρ τῶν σωμάτων τὸ ἀκάθαρτον, ὧν ἐστιν ἡ κοινωνία, ἀλλὰ τῆς προαιρέσεως καὶ τῶν λογισμῶν. Εἶτα καὶ ἀπόδειξις· εἰ γὰρ ἀκάθαρτος μένουσα γεννᾷς, τὸ δὲ παιδίον οὐκ ἀπὸ σοῦ μόνης, ἀκάθαρτον ἄρα τὸ παιδίον, ἢ ἐξ ἡμισείας καθαρόν· νυνὶ δὲ οὐκ ἔστιν ἀκάθαρτον. Διὸ καὶ ἐπήγαγεν, Ἐπεὶ τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι· νυνὶ δὲ ἅγιά ἐστι· τουτέστιν, οὐκ ἀκάθαρτα. Αὐτὸς δὲ ἅγια ἐκάλεσε, τῇ περιουσίᾳ τῆς λέξεως πάλιν ἐκβάλλων τῆς τοιαύτης ὑποψίας τὸ δέος. Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Ἐνταῦθα γὰρ οὐκέτι πορνεία τὸ πρᾶγμά ἐστι. Τί δέ ἐστιν, Εἰ δὲ ὁ ἄπιστος χωρίζεται; Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐτῷ τῆς ἀσεβείας διὰ τὸν γάμον, ἢ ἀναχωρεῖν, βέλτιον διασπασθῆναι τὸν γάμον, καὶ μὴ τὴν εὐσέβειαν. Διὸ ἐπήγαγεν· Οὐ δεδούλωται ὁ ἀδελφὸς, ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. Εἰ καθ' ἑκάστην ἡμέραν πυκτεύοι καὶ πολέμους παρέχοι διὰ τοῦτο, φησὶ, βέλτιον ἀπαλλαγῆναι. Τοῦτο γὰρ αἰνίττεται, λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός. Ἐκεῖνος γὰρ λοιπὸν τὴν αἰτίαν παρέσχεν, ὥσπερ καὶ ὁ πορνεύσας. Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Πρὸς τὸ, Μὴ ἀφιέτω αὐτὸν, τοῦτο πάλιν. Εἰ γὰρ μὴ στασιάζει, μένε, φησίν· ἔχει γὰρ καὶ κέρδος· μένε, καὶ παραίνει καὶ συμβούλευε καὶ πεῖθε· οὐδεὶς γὰρ οὕτω διδάσκαλος ἰσχῦσαι δυνήσεται, ὡς γυνή. Καὶ οὔτε ἀνάγκην ἐπιτίθησιν αὐτῇ καὶ πάντως ἀπαιτεῖ παρ' αὐτῆς τὸ πρᾶγμα, ἵνα μὴ πάλιν φορτικώτερον ἐργάσηται, οὔτε ἀπογινώσκειν κελεύει, ἀλλ' ἀφίησιν αὐτὸ τῇ τοῦ μέλλοντος ἀδηλίᾳ μετέωρον, λέγων· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; καὶ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; καὶ πάλιν· Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεὸς, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτω περιπατείτω. Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέσθω. Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. Δοῦλος ἐκλήθης; μή σοι μελέτω. Ταῦτα εἰς τὴν πίστιν οὐδὲν συντελεῖ, φησί· μὴ τοίνυν φιλονείκει μηδὲ θορυβοῦ· ἡ γὰρ πίστις πάντα ἐξέβαλε ταῦτα. Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. Γυναῖκα ἔχων ἄπιστον ἐκλήθης; μένε ἔχων· μὴ διὰ τὴν πίστιν ἐκβάλῃς τὴν γυναῖκα. Δοῦλος ὢν ἐκλήθης; μή σοι μελέτω· μένε δουλεύων. Ἀκρόβυστος ὢν ἐκλήθης; μένε ἀκρόβυστος. Ἐμπερίτομος ὢν ἐπίστευσας; μένε ἐμπερίτομος. Τοῦτο γάρ ἐστιν, Ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεός. Ταῦτα γὰρ οὐκ ἔστι κωλύματα εἰς εὐσέβειαν. Σὺ δοῦλος ὢν ἐκλήθης, ἄλλος γυναῖκα ἔχων ἄπιστον, ἄλλος περιτετμημένος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
