# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-20

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-20

Ὁρᾷς πῶς οὐχ ἁπλῶς δογματίζων γράφει ταῦτα, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ἔξωθεν; καὶ γὰρ καὶ τοῦτο πανταχοῦ χρὴ παρατηρεῖν, εἴτε ἀπολελυμένως λέγει τι, εἴτε πρός τινας ἱστάμενος. Οὐδὲ γὰρ τὸ τυχὸν εἰς τὴν τῶν δογμάτων ἡμῖν ἀκρίβειαν τοῦτο συντελεῖ, καὶ εἰς αὐτὴν τῶν λεγομένων τὴν κατανόησιν. Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ οὖν εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί· ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Ἐπειδὴ εἶπεν ὅτι οὐδὲν εἴδωλον καὶ οὐδεὶς Θεὸς ἕτερος, ἦν δὲ καὶ εἴδωλα, ἦσαν δὲ καὶ θεοὶ λεγόμενοι· ἵνα μὴ δόξῃ τοῖς φανεροῖς μάχεσθαι, ἐπάγει λέγων (καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, ὥσπερ οὖν καὶ εἰσὶν, οὐχ ἁπλῶς εἰσιν, ἀλλὰ λεγόμενοι, οὐκ ἐν πράγματι, ἀλλ' ἐν ῥήματι τοῦτο ἔχοντες)· Εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· ἐν οὐρανῷ τὸν ἥλιον λέγων καὶ τὴν σελήνην καὶ τὸν λοιπὸν τῶν ἄστρων χορόν· καὶ γὰρ καὶ ταῦτα προσεκύνησαν Ἕλληνες· ἐπὶ γῆς δὲ δαίμονας, καὶ τοὺς ἐξ ἀνθρώπων θεοποιηθέντας ἅπαντας. Ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατήρ. Πρότερον θεὶς χωρὶς τοῦ Πατρὸς, καὶ εἰπὼν, Οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς, νῦν καὶ τοῦτο προστίθησιν, ὅτε παντελῶς ἐκείνους ἐξέβαλεν. Εἶτα καὶ ὅπερ ἐστὶ δεῖγμα μέγιστον θεότητος, καὶ τοῦτο ἐπάγει· Ἐξ οὗ τὰ πάντα. Τοῦτο γὰρ δείκνυσι κἀκείνους οὐκ ὄντας θεούς. Θεοὶ γὰρ, φησὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Εἶτα καὶ τὸ τούτου οὐκ ἔλαττον προστίθησι· Καὶ ἡμεῖς εἰς αὐτόν. Ὅταν μὲν γὰρ εἴπῃ, Ἐξ οὗ τὰ πάντα, τὴν δημιουργίαν λέγει, καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· ὅταν δὲ εἴπῃ, Καὶ ἡμεῖς εἰς αὐτὸν, τὸν τῆς πίστεως καὶ τῆς οἰκειώσεως λόγον λέγει· ὃ καὶ ἔμπροσθεν ἔλεγεν· Ἐξ αὐτοῦ δὲ καὶ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Διπλῇ γάρ ἐσμεν ἐξ αὐτοῦ, καὶ τῷ μὴ ὄντες γενέσθαι, καὶ τῷ πιστοὶ γενέσθαι· καὶ γὰρ καὶ τοῦτο κτίσις· ὃ καὶ ἀλλαχοῦ φησιν· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Καὶ ἐπὶ τοῦ Χριστοῦ πάλιν ὁμοίως τοῦτο νοητέον. Δι' αὐτοῦ γὰρ καὶ ἐκ τοῦ μὴ ὄντος παρήχθη τὸ τῶν ἀνθρώπων γένος εἰς τὸ εἶναι, καὶ ἀπὸ πλάνης εἰς ἀλήθειαν ἐπανῆλθεν. Ὥστε τὸ, Ἐξ οὗ, τοῦτο οὐκ ἔστι, Χωρὶς τοῦ Χριστοῦ· ἐξ αὐτοῦ γὰρ διὰ τοῦ Χριστοῦ ἐδημιουργήθημεν. Οὐ τοίνυν οὐδὲ τὰ ὀνόματα ὡς ἀποκεκληρωμένα διεῖλε, τῷ μὲν Υἱῷ τὸ, Κύριος, τῷ δὲ Πατρὶ τὸ, Θεὸς, προσνέμων. Οἶδε γὰρ αὐτὰ καὶ ἐναλλάττειν ἡ Γραφὴ πολλάκις, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· καὶ πάλιν, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου· καὶ, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. Καὶ πολλαχοῦ ἂν ἴδοις ταῦτα μεταβαίνοντα τὰ ὀνόματα. Εἰ δὲ ἀποκεκληρωμένα ἦν ἑκάστῃ φύσει, καὶ οὐχὶ Θεὸς ἦν ὁ Υἱὸς, καὶ Θεὸς ὡς ὁ Πατὴρ, μένων Υἱός· εἰπὼν, Ἀλλ' ἡμῖν εἷς Θεὸς, περιττῶς προσετίθει τὸ Πατὴρ, βουλόμενος γνωρίσαι τὸν ἀγέννητον· ἤρκει γὰρ τὸ Θεὸς, εἴ γε αὐτοῦ μόνον ἦν γνωριστικὸν, τοῦτο δηλῶσαι. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον ἔστιν εἰπεῖν. Εἰ γὰρ λέγοις, ὅτι ἐπειδὴ εἷς Θεὸς εἴρηται, οὐχ ἁρμόζει τῷ Υἱῷ τὸ, Θεὸς, ὅρα καὶ ἐπὶ τοῦ Υἱοῦ τὸ αὐτὸ κείμενον. Καὶ γὰρ ὁ Υἱὸς εἷς Κύριος εἴρηται, καὶ οὐ διὰ τοῦτο αὐτῷ μόνῳ τὸ, Κύριος, ἁρμόττειν φαμέν. Ὥστε ἣν ἔχει ἰσχὺν τὸ, Εἷς, ἐπὶ τοῦ Υἱοῦ, ταύτην καὶ ἐπὶ τοῦ Πατρός· καὶ καθάπερ οὐκ ἐξωθεῖ τὸν Πατέρα τοῦ Κύριον εἶναι, οἷος ὁ Υἱός ἐστι Κύριος, διὰ τὸ ἕνα αὐτὸν λέγεσθαι Κύριον τὸν Υἱόν· οὕτως οὐδὲ τὸν Υἱὸν ἐκβάλλει τοῦ εἶναι Θεὸν, οἷός ἐστι Θεὸς ὁ Πατὴρ, διὰ τὸ ἕνα Θεὸν λέγεσθαι τὸν Πατέρα. Εἰ δέ τινες λέγοιεν· Τίνος ἕνεκεν Πνεύματος οὐκ ἐμνημόνευσεν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι πρὸς εἰδωλολάτρας ἦν ὁ λόγος αὐτῷ, καὶ περὶ θεῶν πολλῶν ὁ ἀγὼν, καὶ περὶ κυρίων πολλῶν. Διὸ καὶ Θεὸν τὸν Πατέρα εἰπὼν, τὸν Υἱὸν ἐκάλεσε Κύριον. Εἰ τοίνυν τὸν Πατέρα οὐκ ἐτόλμησε καλέσαι Κύριον νῦν μετὰ τοῦ Υἱοῦ, ἵνα μὴ δύο παρ' ἐκείνοις ὑποπτεύηται λέγειν Κυρίους, οὐδὲ τὸν Υἱὸν Θεὸν μετὰ τοῦ Πατρὸς, ἵνα μὴ δύο νομίζηται λέγειν θεούς· τί θαυμάζεις, εἰ τοῦ Πνεύματος οὐκ ἐμνημόνευσε; πρὸς γὰρ ἐκείνους αὐτῷ τέως ἦν ὁ ἀγὼν, καὶ τὸ δεῖξαι, ὅτι οὐκ ἔστι πολυθεΐα παρ' ἡμῖν. Διὸ τὸ Εἷς τοῦτο συνεχῶς κατέχει λέγων· Οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς· καὶ, Ἡμῖν εἷς Θεὸς καὶ εἷς Κύριος. Ὅθεν δῆλον ὅτι φειδόμενος τῆς ἀσθενείας τῶν ἀκουόντων, ταύτῃ ἐχρήσατο τῇ διασκευῇ, καὶ διὰ τοῦτο οὐδὲ τοῦ Πνεύματος ἐμνημόνευσεν· ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, οὐδὲ ἀλλαχοῦ μνησθῆναι ἔδει τοῦ Πνεύματος, οὐδὲ συντάττεσθαι αὐτῷ Πατρὶ καὶ Υἱῷ. Εἰ γὰρ ἀπέῤῥιπται Πατρὸς καὶ Υἱοῦ, πολλῷ μᾶλλον ἐπὶ τοῦ βαπτίσματος αὐτὸ συντάττεσθαι οὐκ ἔδει, ἔνθα μάλιστα φαίνεται τὸ ἀξίωμα τῆς θεότητος, καὶ δωρεαὶ δίδονται Θεῷ προσήκουσαι μόνῳ παρέχειν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
