# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-21

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-21

Διὸ καὶ ἐφ' ἕτερον πρόεισι, καί φησι· Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει, Δι' ἐκείνου μὲν γὰρ τοὺς κινδύνους, διὰ δὲ τούτου τὸν πόνον καὶ τὴν πολλὴν ταλαιπωρίαν καὶ ἐπιμέλειαν ἐνέφηνε. Καὶ τρίτον πάλιν ὑπόδειγμα προστίθησι, λέγων· Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; Τὴν κηδεμονίαν τὴν πολλὴν τὴν διδασκάλῳ πρέπουσαν περὶ τοὺς ἀρχομένους ἐπιδείκνυται. Καὶ γὰρ καὶ στρατιῶται καὶ γεωργοὶ καὶ ποιμένες ἦσαν οἱ ἀπόστολοι, οὐ γῆς οὐδὲ ἀλόγων οὐδὲ πολέμων αἰσθητῶν, ἀλλὰ ψυχῶν λογικῶν καὶ τῆς πρὸς τοὺς δαίμονας παρατάξεως. Παρατηρητέον δὲ κἀκεῖνο, ὅπως πανταχοῦ τὴν συμμετρίαν ἐφύλαξε, τὸ χρειῶδες ζητῶν μόνον, οὐχὶ τὸ περιττόν. Οὐ γὰρ εἶπε, Τίς στρατεύεται, καὶ οὐ πλουτεῖ· ἀλλὰ, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; οὐδὲ εἶπε, Τίς φυτεύει ἀμπελῶνα, καὶ οὐ συνάγει χρυσίον, ἢ τὸν καρπὸν ὁλόκληρον οὐ τρυγᾷ; ἀλλ', Ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; οὐδὲ εἶπε, Τίς ποιμαίνει ποίμνην, καὶ οὐκ ἐμπορεύεται τοὺς ἄρνας; ἀλλὰ πῶς; Καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; οὐκ ἐκ τῶν ἀρνῶν, ἀλλ' Ἐκ τοῦ γάλακτος· δεικνὺς ὅτι μικρᾷ παραμυθίᾳ τὸν διδάσκαλον ἀρκεῖσθαι δεῖ, καὶ τῇ ἀναγκαίᾳ μόνῃ τροφῇ. Ταῦτα πρὸς τοὺς βουλομένους πάντα κατεσθίειν καὶ τὸν καρπὸν ὁλόκληρον τρυγᾷν. Οὕτω καὶ ὁ Κύριος ἐνομοθέτησε, λέγων· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οὐ τοῦτο δὲ μόνον διὰ τῶν ὑποδειγμάτων κατασκευάζει, ἀλλὰ καὶ δείκνυσιν ὁποῖον εἶναι χρὴ τὸν ἱερέα. Καὶ γὰρ στρατιώτου ἀνδρείαν κεκτῆσθαι δεῖ καὶ γεωργοῦ ἐπιμέλειαν καὶ ποιμένος κηδεμονίαν, καὶ μετὰ ταῦτα πάντα μηδὲν πλέον τῶν ἀναγκαίων ζητεῖν. Δείξας τοίνυν καὶ ἀπὸ τῶν ἀποστόλων, ὅτι οὐ κεκώλυται λαμβάνειν τὸν διδάσκαλον, καὶ ἀπὸ τῶν κατὰ τὸν βίον παραδειγμάτων, καὶ ἐπὶ τρίτον κεφάλαιον ἔρχεται, οὕτω λέγων· Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐπειδὴ γὰρ τέως ἀπὸ Γραφῶν οὐδὲν εἶπεν, ἀλλὰ τὴν κοινὴν συνήθειαν προεβάλετο, Μὴ νομίσητέ με, φησὶ, τούτοις ἰσχυρίζεσθαι μόνοις, μηδὲ ἀφ' ὧν τοῖς ἀνθρώποις δοκεῖ, ταῦτα νομοθετεῖν. Ἔχω γὰρ δεῖξαι, ὅτι καὶ τῷ Θεῷ ταῦτα δοκεῖ, καὶ παλαιὸν ἀναγινώσκω νόμον ταῦτα κελεύοντα. Διὸ καὶ κατ' ἐρώτησιν προάγει τὸν λόγον, ὅπερ ἐπὶ τῶν σφόδρα ὡμολογημένων γίνεται, οὕτω λέγων· Μὴ κατὰ ἄνθρωπον ταῦτα λέγω; Τουτέστι, Μὴ ἐξ ἀνθρωπίνων μόνων παραδειγμάτων ἰσχυρίζομαι; Ἦ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ νόμῳ Μωϋσέως γέγραπται· Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Καὶ τίνος ἕνεκεν ἐμνήσθη τούτου, τὸ τῶν ἱερέων ὑπόδειγμα ἔχων; Ἐκ πολλῆς τῆς περιουσίας αὐτὸ κατασκευάσαι βουλόμενος. Εἶτα, ἵνα μή τις λέγῃ, Καὶ τί πρὸς ἡμᾶς τὸ περὶ τῶν βοῶν εἰρημένον; ἐπεξεργάζεται αὐτὸ μετὰ ἀκριβείας λέγων· Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Οὐ μέλει οὖν περὶ τῶν βοῶν, εἰπέ μοι, τῷ Θεῷ; Μέλει μὲν οὖν, οὐχ οὕτω δὲ, ὡς καὶ νόμον θεῖναι ὑπὲρ τούτου. Ὥστε εἰ μὴ μέγα τι ᾐνίττετο, ἐγγυμνάζων τοῖς ἀλόγοις τοὺς Ἰουδαίους εἰς τὸ εἶναι φιλανθρώπους, καὶ ἀπὸ τούτων καὶ περὶ τῶν διδασκάλων αὐτοῖς διαλεγόμενος, οὐκ ἂν τοσαύτην ἐποιήσατο σπουδὴν, ὡς καὶ νόμον γράψαι ὑπὲρ τοῦ μὴ κημοῦσθαι τοὺς βοῦς. Ἐντεῦθεν καὶ ἕτερόν τι δείκνυσι, πολὺν τὸν πόνον τῶν διδασκάλων καὶ ὄντα, καὶ εἶναι ὀφείλοντα· καὶ ἕτερον πάλιν. Ποῖον δὴ τοῦτο; Ὅτι ὅσαπερ ἂν ὑπὲρ τῆς τῶν ἀλόγων ἐπιμελείας παρὰ τῆς Παλαιᾶς λέγηται, προηγουμένως εἰς τὴν τῶν ἀνθρώπων συντελεῖ διδασκαλίαν· ὥσπερ οὖν καὶ τὰ ἄλλα ἅπαντα, οἷον τὰ περὶ ἱματίων ποικίλων, καὶ τὰ περὶ ἀμπελώνων καὶ σπερμάτων καὶ τοῦ μὴ διάφορον ποιεῖν τὴν γῆν, τὰ περὶ λέπρας, καὶ τὰ ἄλλα, ὡς εἰπεῖν, ἅπαντα. Παχυτέροις γὰρ οὖσιν ἐντεῦθεν διελέγετο, κατὰ μικρὸν ἀναβιβάζων αὐτούς. Καὶ ὅρα πῶς αὐτὸ οὐδὲ κατασκευάζει λοιπὸν, ἅτε φανερὸν ὂν καὶ αὐτόθεν δῆλον. Εἰπὼν γὰρ, Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἐπήγαγεν, Ἦ δι' ἡμᾶς πάντως λέγει; οὐδὲ τὸ, Πάντως, ἁπλῶς προσθεὶς, ἀλλ' ἵνα μὴ συγχωρήσῃ μηδ' ὁτιοῦν ἀντειπεῖν τῷ ἀκροατῇ. Καὶ ἐπιμένει τῇ μεταφορᾷ λέγων καὶ ἀποφαινόμενος· Δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ' ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν· τουτέστιν, ὁ διδάσκαλος ὀφείλει τῶν πόνων τὰς ἀμοιβὰς ἔχειν· καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ' ἐλπίδι. Καὶ θέα σύνεσιν. Ἀπὸ γὰρ τοῦ σπόρου ἐπὶ τὴν ἅλω τὸ πρᾶγμα μετήνεγκε, πάλιν κἀνταῦθα τοὺς πολλοὺς ἱδρῶτας τῶν διδασκάλων ἐμφαίνων, ὅτι αὐτοὶ καὶ ἀροτριῶσι καὶ τὴν ἅλω τρίβουσι. Καὶ ἐπὶ μὲν τοῦ ἀροτριᾷν, ἐπειδὴ οὐδὲν ἦν καρπώσασθαι, ἀλλὰ πόνον, τὴν ἐλπίδα τέθεικεν· ἐπὶ δὲ τοῦ τρίβειν τὴν ἅλω, ἤδη τὴν ἀπόλαυσιν ἐχαρίσατο λέγων· Καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
