Ancient Greek
Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται; Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-22
Not analysed yet
Ἢ ἐπεξήγησις τοῦ προτέρου ἐστὶν, ἢ ἕτερόν τι αἰνίττεται παρὰ τὸ πρότερον· Ἰουδαίους μὲν λέγων τοὺς ἄνωθεν καὶ ἐξ ἀρχῆς τοιούτους ὄντας· ὑπὸ νόμον δὲ, τοὺς προσηλύτους, ἢ τοὺς πιστοὺς γενομένους καὶ ἔτι ἀντεχομένους τοῦ νόμου. Οὐκέτι γὰρ ἦσαν ὡς Ἰουδαῖοι, ἀλλ' ὑπὸ νόμον. Καὶ πότε ἐγένετο ὑπὸ νόμον; Ὅτε ἐξυρᾶτο, ὅτε ἔθυεν. Ἐγίνετο δὲ ταῦτα, οὐ τῆς γνώμης αὐτῷ μεταβαλλομένης, ἐπεὶ κακία τὸ πρᾶγμα ἦν· ἀλλὰ τῆς ἀγάπης συγκαταβαινούσης. Ἵνα γὰρ τοὺς ὄντας ἀληθῶς εἰς ταῦτα μεταστήσῃ, ἐγίνετο αὐτὸς οὐκ ἀληθῶς, ἐπιδεικνύμενος μόνον, οὐκ ὢν δὲ, οὐδὲ ἐκ διανοίας ταῦτα πράττων οὕτως ἐχούσης. Πῶς γὰρ, ὁ καὶ ἑτέρους μεταθεῖναι σπεύδων, καὶ διὰ τοῦτο ταῦτα ποιῶν. ἵνα ἄλλους ποιοῦντας ἐλευθερώσῃ τῆς ταπεινότητος ἐκείνης; Τοῖς ἀνόμοις ὡς ἄνομος. Οὗτοι οὔτε Ἰουδαῖοι ἦσαν, οὔτε Χριστιανοὶ, οὔτε Ἕλληνες, ἀλλ' ἐκτὸς νόμου ὄντες, οἷος ἦν ὁ Κορνήλιος, καὶ εἴ τινες κατ' ἐκεῖνον. Καὶ γὰρ πρὸς ἐκείνους εἰσιὼν, πολλὰ ὑπεκρίνετο τῶν ἐκείνων. Τινὲς δέ φασι καὶ τὴν ἀπὸ τοῦ ἐπιγράμματος τοῦ ἐν τῷ βωμῷ διάλεξιν αὐτῷ γενομένην πρὸς Ἀθηναίους αἰνίττεσθαι, καὶ λέγειν, Τοῖς ἀνόμοις ὡς ἄνομος. Εἶτα ἵνα μὴ νομίσῃ τις μεταβολὴν γνώμης εἶναι τὸ πρᾶγμα, ἐπήγαγε· Μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ' ἔννομος Χριστοῦ. Τουτέστιν, Οὐ μόνον ἄνομος οὐκ ὢν, ἀλλ' οὐδὲ ἁπλῶς ἔννομος, ἀλλὰ τὸν πολλῷ τοῦ παλαιοτέρου νόμον ὑψηλότερον ἔχων, τουτέστι, τοῦ Πνεύματος καὶ τῆς χάριτος· διὸ καὶ ἐπήγαγε, Χριστοῦ. Εἶτα ποιήσας περὶ τῆς γνώμης θαῤῥῆσαι, καὶ τὸ κέρδος τίθησι πάλιν τῆς τοιαύτης συγκαταβάσεως, λέγων· Ἵνα κερδήσω ἀνόμους. Καὶ πανταχοῦ τὴν αἰτίαν προβάλλεται τῆς συγκαταβάσεως· καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ, Καὶ τοῖς ἀσθενέσι, φησὶν, ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῦτο λοιπὸν τὸ τούτων λέγων, δι' ὃ καὶ πάντα ταῦτα εἴρηται. Καίτοι ἐκεῖνα πολλῷ μείζονα ἦν, ἀλλὰ τοῦτο οἰκειότερον· ὅθεν καὶ ὕστερον αὐτὸ τέθεικεν. Ἐποίησε δὲ αὐτὸ καὶ παρὰ Ῥωμαίοις, ὅτε περὶ βρωμάτων ἐνεκάλει, καὶ ἀλλαχοῦ πολλαχοῦ. Εἶτα, ἵνα μὴ καθ' ἕκαστον ἅπαντα λέγων, διατρίβῃ, φησί· Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. Ὁρᾷς τὴν ὑπερβολήν; Πᾶσι μὲν γέγονα πάντα, οὐ πάντας δὲ προσδοκῶν σώζειν, φησὶ, ἀλλ' ἵνα κἂν ὀλίγους σώσω. Καὶ τὴν μὲν σπουδὴν καὶ τὴν διακονίαν τοσαύτην ὑπέμεινα, ὅσην εἰκὸς τὸν ἅπαντας σώζοντα, οὐ μὴν ἐλπίζων ἁπάντων περιέσεσθαι· ὃ πολὺ μέγα ἦν, καὶ προθυμίας ζεούσης. Ἐπεὶ καὶ ὁ σπείρων πανταχοῦ ἔσπειρε, καὶ οὐ τὸν πάντα σπόρον διέσωσεν, ἀλλ' ὅμως τὸ ἑαυτοῦ πεποίηκε. Καὶ εἰπὼν τὴν ὀλιγότητα τῶν σωζομένων, πάλιν τῷ, Πάντως, προσθεῖναι, παρεμυθήσατο τοὺς ὑπὲρ τούτων ἀλγοῦντας. Εἰ γὰρ καὶ μὴ πάντα δυνατὸν διασωθῆναι τὸν σπόρον, ἀλλ' ὅμως καὶ πάντα ἀμήχανον ἀπολέσθαι. Διὰ τοῦτο εἶπε, Πάντως, ὅτι ἀνάγκη πᾶσα τὸν οὕτω θερμῶς σπουδάζοντα καὶ ἐπιτυχεῖν. Πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι, τουτέστιν, ἵνα δόξω τι καὶ αὐτὸς συνεισενηνοχέναι οἴκοθεν, καὶ κοινωνήσω τῶν ἀποκειμένων στεφάνων τοῖς πιστοῖς. Ὥσπερ γὰρ ἔλεγεν, Ἐκ τοῦ εὐαγγελίου ζῇν, τουτέστιν, ἐκ τῶν πιστευόντων, οὕτω καὶ ἐνταῦθα, Συγκοινωνὸς γένωμαι τοῦ εὐαγγελίου, ἵνα δυνηθῶ κοινωνῆσαι τοῖς ἐν τῷ εὐαγγελίῳ πεπιστευκόσιν. Εἶδες ταπεινοφροσύνην, πῶς ἐν τῇ τῶν μισθῶν ἀντιδόσει ἕνα τῶν πολλῶν ἑαυτὸν τίθησι, πάντων ἐπλεονεκτήσας τοῖς πόνοις; Ὅθεν δῆλον, ὅτι καὶ τοῖς ἐπάθλοις. Ἀλλ' ὅμως αὐτὸς οὐκ ἀξιοῖ τῶν πρωτείων ἀπολαύειν, ἀλλ' ἀγαπᾷ, ἂν μετὰ τῶν ἄλλων κοινωνήσῃ τῶν ἀποκειμένων στεφάνων. Ταῦτα δὲ ἔλεγεν, οὐκ ἐπειδὴ μισθῷ τινι ταῦτα ἔπραττεν, ἀλλ' ἵνα ἐκείνους κἀντεῦθεν ἐπισπάσηται, καὶ ταῖς ἐλπίσι ταύταις πείσῃ πάντα ποιεῖν ὑπὲρ τῶν ἀδελφῶν. Εἶδες σύνεσιν; εἶδες ἀκριβείας ὑπεροχὴν, πῶς ὑπὲρ τὰ ἐπιτεταγμένα ἐποίησε, μὴ λαμβάνων, λαμβάνειν ἐξόν; εἶδες συγκαταβάσεως ὑπερβολὴν, πῶς ὁ ἔννομος Χριστοῦ καὶ τὸν ἀνωτάτω τηρῶν νόμον, τοῖς ἀνόμοις ὡς ἄνομος ἦν, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἐν ἑκατέροις ἄκρος φανεὶς καὶ πάντας νικήσας; Τοῦτο καὶ σὺ ποίει, καὶ μὴ νόμιζε καταπίπτειν ἄκρος ὢν, ἐάν τι διὰ τὸν ἀδελφὸν ὑπομείνῃς τῶν ταπεινῶν· οὐδὲ γὰρ καταπεσεῖν ἐστι τοῦτο, ἀλλὰ καταβῆναι. Ὁ μὲν γὰρ πεσὼν, κεῖται μόλις ἀνιστάμενος· ὁ δὲ καταβὰς, καὶ ἀναβήσεται μετὰ πολλοῦ τοῦ κέρδους· καθάπερ καὶ Παῦλος κατῄει μὲν μόνος, ἀνῄει δὲ μετὰ τῆς οἰκουμένης, οὐχ ὑποκρινόμενος· οὐδὲ γὰρ ἂν τὸ κέρδος ἐζήτησε τῶν σωζομένων, εἴ γε ὑπεκρίνετο. Τὴν γὰρ ἀπώλειαν ὁ ὑποκριτὴς ζητεῖ, καὶ ὥστε λαβεῖν, ὑποκρίνεται, οὐχ ὥστε δοῦναι. Ἀλλ' οὗτος οὐχ οὕτως· ἀλλ' ὥσπερ ἰατρὸς, ὥσπερ διδάσκαλος, ὥσπερ πατὴρ, ὁ μὲν τῷ κάμνοντι, ὁ δὲ τῷ μαθητῇ, ὁ δὲ τῷ παιδὶ συγκαταβαίνει εἰς διόρθωσιν, οὐκ εἰς βλάβην· οὕτω καὶ οὗτος.