# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-23

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-23

Σκοπεῖτε γοῦν ἡλίκα εὐηργέτησε τούτους· Αἰγύπτου καὶ τῆς ἐκεῖ δουλείας ἀπήλλαξε, τὴν θάλασσαν ὑπεστόρεσεν, ἐξ οὐρανοῦ μάννα κατήνεγκε, κάτωθεν ὑδάτων πηγὰς ξένας καὶ παραδόξους ἀνῆκε, παρῆν αὐτοῖς πανταχοῦ θαυματουργῶν, καὶ πάντοθεν αὐτοὺς τειχίζων· ἀλλ' ὅμως, ἐπειδὴ τῆς δωρεᾶς ταύτης οὐδὲν ἄξιον ἐπεδείξαντο, οὐκ ἐφείσατο αὐτῶν, ἀλλ' ἀπώλεσεν ἅπαντας. Κατεστρώθησαν γὰρ, φησὶν, ἐν τῇ ἐρήμῳ· τήν τε ἀθρόαν αὐτῶν ἀπώλειαν καὶ τὰς κολάσεις καὶ τὰς τιμωρίας τὰς θεηλάτους ἐμφαίνων διὰ τῆς λέξεως ταύτης, καὶ ὅτι οὐδὲ τῶν προκειμένων ἐπάθλων ἐπέτυχον. Οὐδὲ γὰρ ἐν τῇ γῇ τῆς ἐπαγγελίας ταῦτα αὐτοῖς εἰργάσατο, ἀλλ' ἔξω καὶ πόῤῥω που καὶ μακρὰν τῆς χώρας ἐκείνης, διπλῇ τιμωρίᾳ κολάσας, καὶ τῷ μὴ συγχωρῆσαι τὴν γῆν ἰδεῖν, καὶ ταῦτα ἐπηγγελμένην αὐτοῖς, καὶ τῷ κολάσαι χαλεπῶς. Καὶ τί πρὸς ἡμᾶς ταῦτα; φησί· Πρὸς σὲ μὲν οὖν· διὸ καὶ ἐπήγαγε· Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν. Ὥσπερ γὰρ αἱ δωρεαὶ τύποι, οὕτω καὶ αἱ κολάσεις τύποι· καὶ ὥσπερ τὸ βάπτισμα καὶ ἡ τράπεζα προδιεγράφετο, οὕτω καὶ διὰ τῶν μετὰ ταῦτα, ὅτι καὶ κολασθήσονται οἱ ταύτης ἀνάξιοι τῆς δωρεᾶς, προανεφωνεῖτο δι' ἡμᾶς, ὥστε σωφρονεστέρους γενέσθαι τοῖς παραδείγμασιν ἐκείνοις. Διὸ καὶ ἐπήγαγεν· Εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. Ὥσπερ γὰρ ἐν ταῖς εὐεργεσίαις οἱ τύποι προέλαβον, καὶ ἠκολούθησεν ἡ ἀλήθεια, οὕτω καὶ ἐν ταῖς τιμωρίαις ἕψεται. Ὁρᾷς πῶς δείκνυσιν, οὐχ ὅτι κολασθήσονται μόνον, ἀλλ' ὅτι καὶ μειζόνως ἢ ἐκεῖνοι; Εἰ γὰρ τὸ μὲν τύπος, τὸ δὲ ἀλήθεια, ἀνάγκη καὶ ἐν ταῖς τιμωρίαις πολλὴν εἶναι τὴν ὑπεροχὴν, ὥσπερ καὶ ἐν ταῖς δωρεαῖς. Καὶ σκόπει τίνων καθάπτεται πρῶτον· τῶν ἐν τοῖς εἰδωλείοις ἐσθιόντων. Εἰπὼν γὰρ, Μὴ εἶναι ἐπιθυμητὰς κακῶν, ὅπερ ἦν καθολικὸν, ἐπάγει καὶ τὸ κατ' εἶδος, δεικνὺς ὅτι ἕκαστον τῶν ἁμαρτημάτων ἐκ πονηρᾶς γέγονεν ἐπιθυμίας· καὶ πρῶτον τοῦτο ἔφη· Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ἤκουσας πῶς λοιπὸν καὶ εἰδωλολάτρας καλεῖ; ἀλλ' ἐνταῦθα μὲν ἀποφαινόμενος, ὕστερον δὲ καὶ κατασκευάζων. Καὶ τὴν αἰτίαν δὲ τέθεικε, δι' ἣν εἰς τὰς τραπέζας ἐκείνας ἔτρεχον· αὕτη δὲ ἦν γαστριμαργία. Διόπερ εἰπὼν, Εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καὶ ἐπαγαγὼν, Μηδὲ εἰδωλολάτρας γίνεσθαι, τὴν αἰτίαν τῆς τοιαύτης παρανομίας τίθησιν· αὕτη δὲ ἦν ἡ γαστριμαργία. Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν. Καὶ τὸ ἐξ αὐτῆς τέλος προστίθησιν, ὅτι Ἀνέστησαν παίζειν Ὥσπερ γὰρ ἐκεῖνοι, φησὶν, ἀπὸ τρυφῆς εἰς εἰδωλολατρείαν ἐξέβησαν· οὕτω δέος, μὴ καὶ ὑμεῖς ἐντεῦθεν ἐκεῖ πέσητε. Εἶδες πῶς ἔδειξε τοὺς δῆθεν τελείους τούτους ἐκείνων ἀτελεστέρους; οὓς ἔπληττεν οὐ τούτῳ μόνον τῷ μὴ διαβαστάζειν, ἀλλὰ καὶ τῷ τοὺς μὲν ἀπὸ ἀγνοίας, τοὺς δὲ ἀπὸ γαστριμαργίας ἁμαρτάνειν· καὶ τῆς μὲν ἐκείνων ἀπωλείας τὴν κόλασιν τούτοις λογίζεται, τούτους δὲ οὐκ ἀφίησιν, εἰς ἕτερον ἀνενεγκεῖν τῆς οἰκείας ἁμαρτίας τὴν πρόφασιν, ἀλλὰ καὶ τῆς ἐκείνων βλάβης καὶ τῆς ἑαυτῶν αὐτοὺς ὑπευθύνους ἀποφαίνεται. Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν. Τίνος ἕνεκεν τῆς πορνείας ἐνταῦθα μέμνηται πάλιν, τοσαῦτα περὶ αὐτῆς ἔμπροσθεν διαλεχθείς; Ἔθος ἀεὶ τῷ Παύλῳ, ὅταν ὑπὲρ πολλῶν ἁμαρτημάτων ἐγκαλῇ, καὶ τάξει αὐτὰ διατιθέναι καὶ καθ' ἕκαστον ἐπιέναι τοῖς προκειμένοις, καὶ πάλιν ἐν τοῖς περὶ ἑτέρων λόγοις καὶ τῶν προτέρων μεμνῆσθαι· ὃ δὴ καὶ ὁ Θεὸς ἐποίει ἐπὶ τῆς Παλαιᾶς, καθ' ἕκαστον τῶν πεπλημμελημένων ἀναμιμνήσκων τοῦ μόσχου τοὺς Ἰουδαίους, καὶ τὴν ἁμαρτίαν ἐκείνην εἰς μέσον ἄγων. Τοῦτο τοίνυν καὶ ὁ Παῦλος ἐνταῦθα ποιεῖ, ὁμοῦ τε ἐκείνης αὐτοὺς ἀναμιμνήσκων τῆς ἁμαρτίας, καὶ διδάσκων, ὅτι καὶ τοῦτο ἐντεῦθεν ἐτέχθη τὸ κακὸν, ἀπὸ τρυφῆς καὶ γαστριμαργίας. Διὸ καὶ ἐπήγαγε· Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. Καὶ διὰ τί μὴ τίθησι καὶ τὴν ἐπὶ τῆς εἰδωλολατρείας κόλασιν; Ἢ ἐπειδὴ δῆλον ἦν καὶ σαφέστερον· ἢ ἐπειδὴ πληγὴ τοσαύτη οὐ γέγονε τότε, ὅση ἐπὶ τοῦ Βαλαὰμ, ἡνίκα ἐτελέσθησαν τῷ Βεελφεγὼρ, τῶν Μαδιανιτίδων γυναικῶν ἐπὶ τῆς παρατάξεως φανεισῶν καὶ ἐφελκυσαμένων αὐτοὺς εἰς ἀσέλγειαν κατὰ τὴν συμβουλὴν Βαλαάμ. Ὅτι γὰρ τοῦ Βαλαὰμ ἦν ἡ πονηρὰ αὕτη συμβουλὴ, δηλοῖ Μωϋσῆς μετὰ ταῦτα λέγων οὕτω πρὸς τῷ τέλει τοῦ βιβλίου τῶν Ἀριθμῶν· Καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν τῷ πολέμῳ Μαδιὰμ μετὰ τῶν τραυματιῶν, καὶ ἤγαγον τὰ σκῦλα. Καὶ ὠργίσθη Μωϋσῆς, καὶ εἶπεν· Ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; Αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ εἰς σκάνδαλον, κατὰ τὸ ῥῆμα Βαλαὰμ, τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Φεγώρ. Μηδὲ ἐκπειράζωμεν τὸν Χριστὸν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
