# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-27

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-27

Εἶτα ἑρμηνεύει πῶς οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν. Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει, φησὶν, ἐν τῷ φαγεῖν· καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Εἶδες πῶς ἔδειξεν αὐτοὺς καταισχύνοντας ἑαυτοὺς μᾶλλον; Τὸ γὰρ Κυριακὸν, ἰδιωτικὸν ποιοῦσιν, ὥστε αὐτοὶ πρῶτοί εἰσιν οἱ καθυβριζόμενοι, οἱ τῆς ἑαυτῶν τραπέζης τὸ μέγιστον ἀφαιροῦντες ἀξίωμα. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι τὸ Κυριακὸν δεῖπνον, τουτέστι, τὸ Δεσποτικὸν, ὀφείλει κοινὸν εἶναι. Τὰ γὰρ τοῦ δεσπότου οὐχὶ τοῦδε μὲν ἔστι τοῦ οἰκέτου, τοῦδε δὲ οὐκ ἔστιν, ἀλλὰ κοινῇ πάντων. Τὸ οὖν Κυριακὸν τοῦτό φησι τὸ κοινόν. Εἰ γὰρ τοῦ Δεσπότου σοῦ ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, οὐκ ὀφείλεις ὡς ἴδια ἀποσπᾷν, ἀλλ' ὡς τοῦ Κυρίου καὶ τοῦ Δεσπότου ὄντα, κοινῇ πᾶσι προτιθέναι. Τοῦτο γάρ ἐστι Κυριακόν. Νῦν δὲ οὐκ ἀφίης αὐτὸ εἶναι Κυριακὸν, μὴ ἀφεὶς εἶναι κοινὸν, ἀλλὰ καθ' ἑαυτὸν ἑστιώμενος. Διὸ καὶ ἐπάγει λέγων· Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει. Καὶ οὐκ εἶπεν, Ἀποσχίζει, ἀλλὰ, Προλαμβάνει, ἠρέμα καὶ εἰς λαιμαργίαν αὐτοὺς καὶ εἰς προπέτειαν διαβάλλων. Τοῦτο γοῦν καὶ τὸ ἑξῆς δηλοῖ· εἰπὼν γὰρ τοῦτο, ἐπήγαγε πάλιν· Καὶ ὃς μὲν πεινᾶ, ὃς δὲ μεθύει· ἅπερ ἑκάτερα ἀμετρίας ἦν, καὶ ἡ ἔνδεια καὶ ἡ ὑπερβολή. Ἰδοὺ καὶ δεύτερον ἔγκλημα πάλιν αὐτοὺς ἐκείνους καταβλάπτον. Πρῶτον μὲν, ὅτι τὸ δεῖπνον αὐτῶν ἀτιμάζουσι· δεύτερον δὲ, ὅτι γαστρίζονται καὶ μεθύουσι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ τῶν πενήτων πεινώντων. Ἃ γὰρ ἔμελλε κοινῇ πᾶσι προκεῖσθαι, ταῦτα οὗτοι μόνοι σιτούμενοι, καὶ εἰς ἀπληστίαν καὶ εἰς μέθην ἐξέβαινον. Διὸ οὐδὲ εἶπεν, Ὃς μὲν πεινᾷ, ὃς δὲ κορέννυται, ἀλλὰ, Μεθύει. Τούτων δὲ ἕκαστον καὶ καθ' ἑαυτὸ μὲν κατηγορίας ἄξιον· καὶ γὰρ τὸ μεθύειν χωρὶς τοῦ παρορᾷν πένητας ἔγκλημα, καὶ τὸ παρορᾷν πένητας χωρὶς τοῦ μεθύειν κατηγορία· ὅταν δὲ καὶ ὁμοῦ συνημμένα ᾖ, ἐννόησον ὅση ἡ ὑπερβολὴ τῆς παρανομίας. Εἶτα δείξας τὴν ἀτοπίαν, μετὰ πολλοῦ λοιπὸν τοῦ θυμοῦ τὴν ἐπίπληξιν ἐπάγει, λέγων· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Ὁρᾷς πῶς ἀπὸ τῆς τῶν πενήτων ὕβρεως ἐπὶ τὴν Ἐκκλησίαν μετήγαγε τὸ ἔγκλημα, ἵνα φορτικώτερον ποιήσῃ τὸν λόγον; Ἰδοὺ τοίνυν καὶ τετάρτη κατηγορία, ὅταν μὴ πένητες μόνον, ἀλλὰ καὶ ἡ Ἐκκλησία ὑβρίζηται. Ὥσπερ γὰρ τὸ Κυριακὸν δεῖπνον ἰδιωτικὸν ποιεῖς, οὕτω καὶ τὸν τόπον πάλιν, ὡς οἰκίᾳ τῇ ἐκκλησίᾳ κεχρημένος. Ἐκκλησία γὰρ γέγονεν, οὐχ ἵνα διῃρημένοι ὦμεν οἱ συνελθόντες, ἀλλ' ἵνα οἱ διῃρημένοι συνημμένοι· καὶ τοῦτο ἡ σύνοδος δείκνυσι. Καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας. Οὐκ εἶπε, Καὶ λιμοκτονεῖτε τοὺς μὴ ἔχοντας, ἀλλὰ πολὺ ἐντρεπτικώτερον, Καταισχύνετε, ἵνα δείξῃ ὅτι οὐ τροφῆς αὐτῷ τοσοῦτον μέλει, ὅσον τῆς ὕβρεως τῆς εἰς αὐτοὺς γινομένης. Ἰδοὺ καὶ πέμπτη κατηγορία, τὸ μὴ μόνον πεινῶντας περιορᾷν, ἀλλὰ καὶ καταισχύνειν αὐτούς. Τοῦτο δὲ ἔλεγεν, ὁμοῦ μὲν σεμνοποιῶν τὰ κατὰ τοὺς πένητας, καὶ δεικνὺς ὅτι οὐχ οὕτως ὑπὲρ τῆς γαστρὸς, ὡς ὑπὲρ τῆς αἰσχύνης ἀλγοῦσιν, ὁμοῦ δὲ καὶ εἰς ἔλεον ἐπισπώμενος τὸν ἀκροατήν. Τοσαῦτα τοίνυν δείξας τὰ ἄτοπα, ὕβριν εἰς τὸ δεῖπνον, ὕβριν εἰς τὴν ἐκκλησίαν, τὴν εἰς τοὺς πένητας γινομένην ὑπεροψίαν, χαλᾷ πάλιν τῆς ἐπιτιμήσεως τὸν τόνον ἀθρόον λέγων· Ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ. Ὃ καὶ μάλιστα ἄν τις αὐτοῦ θαυμάσειεν, ὅτι ἐπιπλῆξαι δέον σφοδρότερον μετὰ τὴν ἀπόδειξιν τῶν τοσούτων ἁμαρτημάτων καὶ καθάψασθαι, ὁ δὲ τοὐναντίον ποιεῖ μᾶλλον, ἀνίησι καὶ ἀναπνεῦσαι δίδωσι. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον; Φορτικώτερον αὐτῶν καθήψατο τὴν κατηγορίαν αὐξήσας, καὶ ἰατρὸς ὢν ἄριστος καταλλήλως τοῖς τραύμασι τὴν τομὴν ἐπάγει, οὔτε τὰ βαθείας δεόμενα πληγῆς ἐξ ἐπιπολῆς τέμνων· (ἤκουσας γὰρ αὐτοῦ πῶς τὸν πεπορνευκότα παρ' αὐτοῖς τούτοις ἀπέκοψεν), οὔτε τὰ προσηνεστέρων χρῄζοντα τῶν φαρμάκων σιδήρῳ παραδιδούς. Διὰ δὴ τοῦτο καὶ ἐνταῦθα πραότερον τῷ λόγῳ κέχρηται· καὶ ἄλλως δὲ ἡμέρους αὐτοὺς μάλιστα ἐσπούδακε καταστῆσαι τοῖς πένησι· διὸ καὶ ὑφειμένως διαλέγεται μᾶλλον αὐτοῖς. Εἶτα θέλων αὐτοὺς καὶ ἑτέρωθεν ἐντρέψαι μειζόνως, ἀπὸ τῶν κυριωτέρων τὸν λόγον ὑφαίνει πάλιν· Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, φησὶν, ὃ καὶ παρέδωκα ὑμῖν· ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Τίνος ἕνεκεν ἐνταῦθα τῶν μυστηρίων μέμνηται; Ὅτι σφόδρα ἀναγκαῖος εἰς τὴν παροῦσαν ὑπόθεσιν ὁ λόγος ἦν οὗτος αὐτῷ. Καὶ γὰρ ὁ Δεσπότης σου, φησὶ, τῆς αὐτῆς ἅπαντας ἠξίωσε τραπέζης, καίτοι σφόδρα φρικωδεστάτης οὔσης, καὶ πολὺ τὴν ἁπάντων ὑπερβαινούσης ἀξίαν· σὺ δὲ αὐτοὺς καὶ τῆς σῆς ἀναξίους εἶναι ἡγῇ, τῆς μικρᾶς ταύτης καὶ εὐτελοῦς, καὶ ἐν τοῖς πνευματικοῖς οὐδὲν αὐτῶν σου πλεονεκτούντων, ἁρπάζεις αὐτοὺς ἐν τοῖς αἰσθητοῖς· οὐδὲ γὰρ ταῦτα σά. Ἀλλ' οὕτω μὲν οὐ λέγει, ὥστε μὴ γενέσθαι τραχὺν τὸν λόγον· ἡμερώτερον δὲ αὐτὸν κατασκευάζει λέγων· Ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον. Καὶ τίνος ἕνεκεν τοῦ καιροῦ ἡμᾶς ἀναμιμνήσκει, καὶ τῆς ἑσπέρας ἐκείνης καὶ τῆς προδοσίας; Οὐχ ἁπλῶς οὐδὲ ἄνευ λόγου τινὸς, ἀλλ' ἵνα μεθ' ὑπερβολῆς κατανύξῃ καὶ ἀπὸ τοῦ καιροῦ. Κἂν γὰρ αὐτόλιθος ᾖ τις, ἐννοήσας ἐκείνην τὴν νύκτα, πῶς ἦν μετὰ τῶν μαθητῶν ἀδημονῶν, πῶς παρεδόθη, πῶς ἐδέθη, πῶς ἀπήχθη, πῶς ἐδικάσθη, πῶς καὶ τὰ ἑξῆς ἔπαθεν ἅπαντα, κηροῦ γίνεται ἁπαλώτερος, καὶ τῆς γῆς ἀπαλλάττεται καὶ τῆς ἐνταῦθα φαντασίας ἁπάσης. Διὰ τοῦτο πάντων ἐκείνων εἰς μνήμην ἡμᾶς ἄγει, διὰ τοῦ καιροῦ καὶ τῆς τραπέζης καὶ τῆς προδοσίας ἐντρέπων καὶ λέγων, ὅτι Ὁ μὲν Δεσπότης σου καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ σοῦ· σὺ δὲ τῷ ἀδελφῷ οὐδὲ σιτίων μεταδίδως ὑπὲρ σαυτοῦ;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
