# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-28

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-28

Ταῦτα τοίνυν ἀκούοντες ἅπαντα, καὶ τῶν πενήτων πολλὴν ποιώμεθα σπουδὴν, καὶ γαστρὸς κατέχωμεν, καὶ μέθης ἀπαλλαττώμεθα, καὶ τῶν μυστηρίων ἀξίως σπουδάζωμεν μεταλαμβάνειν, καὶ ἐφ' οἷς ἂν πάθωμεν, μὴ ἀλγῶμεν, μήτε ἐφ' ἑαυτοῖς, μήτε ἐφ' ἑτέροις· οἷον ὅταν οἱ ἄωροι γίνωνται θάνατοι, ὅταν ἀῤῥωστίαι μακραί. Τοῦτο γὰρ ἀπαλλαγὴ κολάσεως, τοῦτο διόρθωσις, τοῦτο νουθεσία ἀρίστη. Τίς ταῦτά φησιν; Ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα. Ἀλλ' ὅμως καὶ μετὰ ταῦτα οὕτω πολλαὶ τῶν γυναικῶν ἀναισθήτως διάκεινται, ὡς καὶ τοὺς ἀπίστους παρατρέχειν τῇ τοῦ πένθους ὑπερβολῇ· καὶ αἱ μὲν ὑπὸ τοῦ πάθους ἐσκοτωμέναι τοῦτο ποιοῦσιν, αἱ δὲ πρὸς ἐπίδειξιν καὶ ὑπὲρ τοῦ τὰ τῶν ἔξωθεν διαφεύγειν ἐγκλήματα, ἃς μάλιστα πάσης συγγνώμης ἀπεστερῆσθαί φημι. Ἵνα γὰρ μὴ ὁ δεῖνα ἐγκαλέσῃ, φησὶν, ἐγκαλείτω ὁ Θεός· ἵνα μὴ ἄνθρωποι τῶν ἀλόγων ἀνοητότεροι καταγνῶσιν, ὁ τοῦ βασιλέως τῶν ὅλων πατείσθω νόμος. Καὶ πόσων οὐκ ἄξια ταῦτα σκηπτῶν; Κἂν μὲν εἰς περίδειπνόν σέ τις καλέσῃ μετὰ τὸ πένθος, οὐδεὶς ὁ ἀντερῶν, ἐπειδὴ νόμος ἀνθρώπων ἐστὶν ὁ ταῦτα κελεύων· Θεοῦ δὲ νομοθετοῦντος μὴ πενθεῖν, οὕτω πάντες ἀντιφθέγγονται. Οὐκ ἐννοεῖς τὸν Ἰὼβ, ὦ γύναι; οὐκ ἀναμιμνήσκῃ τῶν ῥημάτων αὐτοῦ τῶν ἐπὶ τῇ συμφορᾷ τῶν παίδων, ἃ μυρίων στεφάνων μᾶλλον ἀνέδησε τὴν ἁγίαν κεφαλὴν ἐκείνην, καὶ σαλπίγγων πολλῶν λαμπρότερον ἀνεκήρυξεν; οὐ λογίζῃ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον τραγῳδίαν; Σὺ μὲν γὰρ ἴσως ἕνα ἀπώλεσας, ἢ δεύτερον, ἢ τρίτον· ἐκεῖνος δὲ τοσούτους καὶ τοσαύτας· καὶ ὁ πολύπαις ἐξαίφνης ἄπαις ἐγένετο, καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ' ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο· καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ μηδὲν τῶν γινομένων εἰδότος, ἀθρόον ἅπαντες κατεχώννυντο, καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγίνετο καὶ παγίς. Καὶ οὐκ ἄωρος μόνον θάνατος, ἀλλὰ καὶ πολλὰ μετὰ τούτου τὰ λυποῦντα ἦν, οἷον τὸ ἐν ἀκμῇ πάντας εἶναι, τὸ ἐναρέτους πάντας, τὸ φιλικοὺς, τὸ πάντας ὁμοῦ, τὸ τῆς φύσεως ἑκατέρας μηδ' ἕνα παραλειφθῆναι, τὸ μὴ τῷ κοινῷ νόμῳ τῆς φύσεως, τὸ μετὰ τοσαύτην ζημίαν, τὸ μηδὲν ἑαυτῷ συνειδότα πονηρὸν μηδὲ ἐκείνοις ταῦτα παθεῖν. Τούτων γὰρ ἕκαστον ἱκανὸν μὲν καὶ καθ' ἑαυτὸ θορυβῆσαι· ὅταν δὲ καὶ ὁμοῦ φαίνηται συντρέχοντα, ἐννόησον τῶν κυμάτων τὸ ὕψος, ὅση τοῦ χειμῶνος ἡ ὑπερβολή. Καὶ τὸ δὴ μεῖζον καὶ τοῦ πένθους χεῖρον, ὅτι οὐδὲ ᾔδει τίνος ἕνεκεν ταῦτα ἐγίνετο. Διὰ δὴ τοῦτο, οὐκ ἔχων οὐδεμίαν αἰτίαν ἐπιθεῖναι τῇ συμφορᾷ, ἐπὶ τὸ τῷ Θεῷ δοκοῦν ἀναβαίνει, καί φησιν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Καὶ ταῦτα ἔλεγεν, ἑαυτὸν μὲν ἐν τοῖς ἐσχάτοις ὄντα ὁρῶν τὸν πᾶσαν ἐπελθόντα ἀρετὴν, πονηροὺς δὲ ἀνθρώπους καὶ γόητας εὐημεροῦντας, τρυφῶντας, κομῶντας πάντοθεν. Καὶ οὐκ εἶπεν οὐδὲν τοιοῦτον, οἷον εἰκός τινας τῶν ἀσθενεστέρων εἰπεῖν· Ἐπὶ τούτοις ἔθρεψα τοὺς παῖδας, καὶ μετὰ ἀκριβείας ἤσκησα ἁπάσης; ἐπὶ τούτοις ἠνέῳξα τὴν οἰκίαν τοῖς παριοῦσιν, ἵνα μετὰ τοὺς πολλοὺς δρόμους ἐκείνους τοὺς ὑπὲρ τῶν δεομένων, τοὺς ὑπὲρ τῶν γυμνῶν, τοὺς ὑπὲρ τῶν ὀρφανῶν, ταύτας ἀπολάβω τὰς ἀμοιβάς; Ἀλλ' ἀντὶ τούτων τὰ πάσης θυσίας κρείττονα ῥήματα ἀνήνεγκεν ἐκεῖνα, λέγων· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Εἰ δὲ διέῤῥηξε τὰ ἱμάτια, καὶ τὴν κόμην ἀπεκείρατο, μὴ θαυμάσῃς· πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος, καὶ ἔδει καὶ τὴν τῆς φύσεως δειχθῆναι συμπάθειαν, καὶ τὴν τῆς γνώμης φιλοσοφίαν. Εἰ γὰρ μηδὲ τοῦτο ἐποίησε, τάχα καὶ ἀναισθησίας ἐνόμιζεν ἄν τις εἶναι τὴν φιλοσοφίαν ταύτην. Διὰ τοῦτο καὶ τὰ σπλάγχνα δείκνυσι καὶ τῆς εὐσεβείας τὴν ἀκρίβειαν, καὶ ἀλγήσας οὐ περιετράπη· ἀλλὰ καὶ περαιτέρω προϊόντος αὐτῷ τοῦ ἀγῶνος, πάλιν ἑτέρους ἀναδεῖται στεφάνους ἐκ τῶν πρὸς τὴν γυναῖκα ῥημάτων, λέγων· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Καὶ γὰρ ἡ γυνὴ μόνη λοιπὸν ὑπελείφθη, πάντων ἀφανισθέντων αὐτῷ, καὶ τῶν παίδων καὶ τῶν κτημάτων καὶ αὐτοῦ τοῦ σώματος, καὶ αὕτη πρὸς πεῖραν καὶ ἐπιβουλήν. Διὰ τοῦτο καὶ αὐτὴν μετὰ τῶν τέκνων οὐκ ἠφάνισεν ὁ διάβολος, οὐδὲ ᾔτησεν αὐτῆς τὴν σφαγὴν, ἐπειδὴ προσεδόκησεν μεγάλα αὐτῷ συντελεῖν πρὸς τὴν ἐπιβουλὴν τοῦ ἁγίου τούτου. Διὰ τοῦτο ὥσπερ τι μέγιστον ὅπλον αὐτὴν αὐτῷ κατέλιπεν. Εἰ γὰρ παραδείσου, φησὶ, δι' αὐτῆς ἐξέβαλον, πολλῷ μᾶλλον ἐπὶ κοπρίας ὑποσκελίσαι δυνήσομαι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
