# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα. ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-3

Λέγει δὲ καὶ τὴν αἰτίαν, δι' ἣν εὐχαριστεῖ, ὅτε οὐδένα ἐβάπτισε. Τίς οὖν ἐστιν αὕτη; Ἵνα μή τις εἴπῃ, φησὶ, ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε. Τί δαί; περὶ γὰρ ἐκείνων τοῦτο ἔλεγον; Οὐδαμῶς· ἀλλὰ δέδοικα, φησὶ, μὴ καὶ εἰς τοῦτο προβῇ τὸ νόσημα. Εἰ γὰρ εὐτελῶν ἀνθρώπων καὶ οὐδενὸς ἀξίων λόγου βαπτιζόντων, αἵρεσις γέγονεν, εἰ ἐγὼ ὁ καταγγείλας τὸ βάπτισμα πολλοὺς ἐβάπτισα, εἰκὸς ἦν συστάντας μὴ μόνον ἐπὶ τῷ ὀνόματί μου καλεῖσθαι, ἀλλὰ καὶ τὸ βάπτισμα ἐμοὶ ἐπιφημίζειν. Εἰ γὰρ ἀπὸ τῶν ἐλαττόνων τοσοῦτον ἐγένετο κακὸν, ἴσως ἂν καὶ ἔτι πολλῷ χαλεπώτερον ἀπὸ τῶν μειζόνων προὔβη. Ἐντρέψας τοίνυν τοὺς διεφθαρμένους ταύτῃ, καὶ προσειπὼν, Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον, πάλιν αὐτῶν ὑποσύρει τὸν τῦφον λέγων· Λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. Ἐντεῦθεν γὰρ δείκνυσιν, ὅτι οὐδὲ περισπούδαστον ἦν αὐτῷ τῆς ἀπὸ τούτου τιμῆς ἀπολαύειν παρὰ τῶν πολλῶν, οὐδὲ δόξης ἕνεκεν ἐπὶ τοῦτο ἤρχετο. Οὐ τούτοις δὲ μόνον, ἀλλὰ καὶ τοῖς ἑξῆς σφόδρα αὐτῶν καταστέλλει τὴν φλεγμονὴν, λέγων· Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλὰ εὐαγγελίζεσθαι. Τὸ γὰρ ἐπιπονώτερον καὶ πολλοῦ δεόμενον μόχθου καὶ ψυχῆς σιδηρᾶς, καὶ ὃ πάντα συνεῖχε, τοῦτο ἦν. Διὸ καὶ Παῦλος αὐτὸ ἐνεχειρίζετο. Καὶ τίνος ἕνεκεν μὴ ἀποσταλεὶς βαπτίζειν, ἐβάπτιζεν; Οὐ μαχόμενος τῷ ἀποστείλαντι, ἀλλ' ἐκ περιουσίας τοῦτο ποιῶν. Οὐ γὰρ εἶπεν, ὅτι Ἐκωλύθην, ἀλλ' ὅτι Οὐκ ἀπεστάλην ἐπὶ τούτῳ, ἀλλ' ἐπὶ τῷ ἀναγκαιοτάτῳ. Τὸ μὲν γὰρ εὐαγγελίζεσθαι ἑνός που καὶ δευτέρου, τὸ δὲ βαπτίζειν παντὸς ἂν εἴη τοῦ τὴν ἱερωσύνην ἔχοντος. Ἄνθρωπον μὲν γὰρ κατηχούμενον λαβόντας καὶ πεπεισμένον βαπτίσαι, παντὸς οὑτινοσοῦν ἐστιν· ἡ γὰρ προαίρεσις τοῦ προσιόντος λοιπὸν ἐργάζεται τὸ πᾶν, καὶ ἡ τοῦ Θεοῦ χάρις· ὅταν δὲ ἀπίστους δέῃ κατηχῆσαι, πολλοῦ δεῖ πόνου, πολλῆς τῆς σοφίας· τότε δὲ καὶ τὸ κινδυνεύειν προσῆν. Ἐκεῖ μὲν γὰρ τὸ πᾶν γέγονε, καὶ πέπεισται ὁ μυσταγωγεῖσθαι μέλλων, καὶ οὐδὲν μέγα, πεισθέντα βαπτίσαι· ἐνταῦθα δὲ πολὺς ὁ πόνος ὥστε μεταπεῖσαι προαίρεσιν, καὶ μεταθεῖναι γνώμην, καὶ ἀναμοχλεῦσαι πλάνην, καὶ καταφυτεῦσαι τὴν ἀλήθειαν. Ἀλλ' οὐ λέγει ταῦτα οὕτως, οὐδὲ κατασκευάζει καί φησιν, ὅτι οὐδένα πόνον ἔχει τὸ βαπτίσαι, ἀλλὰ τὸ εὐαγγελίσασθαι· οἶδε γὰρ ἀεὶ μετριάζειν· ἀλλ' ἐν τῇ συγκρίσει τῆς ἔξωθεν σοφίας σφόδρα ἀποτείνεται, ἔνθα καταφορικωτέρῳ ἠδύνατο χρήσασθαι λόγῳ. Οὐ τοίνυν ἐναντιούμενος τῷ πέμποντι ἐβάπτιζεν· ἀλλ' ὥσπερ ἐπὶ τῶν χηρῶν, εἰπόντων τῶν ἀποστόλων, Οὐκ ἔστιν ἀρεστὸν καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις, διηκονήσατο, οὐκ ἐναντιούμενος ἐκείνοις, ἀλλ' ἐκ περιουσίας ποιῶν· οὕτω καὶ ἐνταῦθα. Ἐπεὶ καὶ νῦν τοῖς μὲν ἀφελεστέροις τῶν πρεσβυτέρων τοῦτο ἐγχειρίζομεν, τὸν δὲ διδασκαλικὸν λόγον τοῖς σοφωτέροις· ἐκεῖ γάρ ἐστιν ὁ πόνος καὶ ὁ ἱδρώς. Διὸ καὶ αὐτός φησιν· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ὥσπερ γὰρ τὸ μὲν διδάξαι τοὺς παλαίοντας, ἀνδρός ἐστι γενναίου καὶ παιδοτρίβου σοφοῦ, τὸ δὲ ἐπιθεῖναι τὸν στέφανον τῷ νικήσαντι καὶ τοῦ μὴ δυναμένου παλαίειν ἐστὶ, καίτοι γε ὁ στέφανος λαμπρότερον ποιεῖ τὸν νικήσαντα· οὕτω καὶ ἐπὶ τοῦ βαπτίσματος· ἀδύνατον μὲν γὰρ χωρὶς αὐτοῦ σωθῆναι, οὐδὲν δὲ μέγα ὁ βαπτίζων ποιεῖ, προαίρεσιν παρεσκευασμένην λαβών. Οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Καθελὼν τὸ φύσημα τῶν διὰ τὸ βαπτίζειν μέγα φρονούντων, μεθίσταται λοιπὸν πρὸς τοὺς ἐπὶ σοφίᾳ τῇ ἔξωθεν κομπάζοντας, καὶ κατ' αὐτῶν ὁπλίζεται σφοδρότερον. Πρὸς μὲν γὰρ τοὺς ἐπὶ τῷ βαπτίζειν πεφυσιωμένους ἔλεγεν, Εὐχαριστῶ, ὅτι οὐδένα ἐβάπτισα, καὶ ὅτι οὐκ ἀπέστειλέ με ὁ Χριστὸς βαπτίζειν· καὶ οὔτε σφοδρῶς οὔτε κατασκευαστικῶς κέχρηται τῷ λόγῳ, ἀλλ' αἰνιξάμενος δι' ὀλίγων ἅπερ ἐβούλετο, παρέδραμεν· ἐνταῦθα δὲ ἐκ προοιμίων χαλεπὴν δίδωσι τὴν πληγὴν λέγων· Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Τί τοίνυν μέγα φρονεῖς, ἐφ' ᾧ ἐγκαλύπτεσθαι ἔδει; Εἰ γὰρ πολεμεῖ τῷ σταυρῷ καὶ μάχεται τοῖς Εὐαγγελίοις ἡ σοφία αὕτη, οὐκ αὐχεῖν ἐπ' αὐτῇ, ἀλλὰ καὶ καταδύεσθαι δεῖ. Τοῦτο γὰρ αἴτιον τοῦ μὴ γενέσθαι τοὺς ἀποστόλους σοφοὺς, οὐκ ἀσθενείᾳ τοῦ χαρίσματος, ἀλλ' ἵνα μὴ βλαβῇ τὸ κήρυγμα. Οὐκ ἄρα ἐκεῖνοι ἦσαν οἱ συνιστῶντες τὸν λόγον, ἀλλὰ καὶ λυμαινόμενοι· οἱ δὲ ἰδιῶται οἱ βεβαιοῦντες. Τοῦτο οἶδε κολάσαι τῦφον, τοῦτο καταστεῖλαι φλεγμονὴν, τοῦτο πεῖσαι μετριάζειν. Καὶ εἰ οὐκ ἐν σοφίᾳ λόγου, τίνος ἕνεκεν τὸν Ἀπολλὼ λόγιον ὄντα ἔπεμψαν, φησί; Οὐ τῇ τῶν λόγων δυνάμει θαῤῥοῦντες, ἀλλ' ὅτι δυνατὸς ἦν ἐν ταῖς Γραφαῖς, καὶ ἤλεγχε τοὺς Ἰουδαίους. Ἄλλως δὲ τὸ ζητούμενον ἦν, τὸ τοὺς πρωτοστάτας καὶ ἀρξαμένους σπείρειν τὸν λόγον μὴ εἶναι λογίους. Οὗτοι γὰρ ἦσαν οἱ πολλῆς δεόμενοι δυνάμεως, ὥστε ἀπώσασθαι τὴν πλάνην ἐκ προοιμίων, καὶ τότε πολλῆς ἔδει τῆς ἰσχύος εἰς αὐτὴν τὴν εἴσοδον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
