# In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-30

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/3.1-30

Εἶτα ἐπειδὴ ἔτι καὶ οὕτως ἐθορυβοῦντο· ὅπερ ἀνωτέρω ἐποίησε, καὶ νῦν τοῦτο ποιεῖ. Ὥσπερ γὰρ ἐκεῖ διὰ τοῦ συμφέροντος παρακαλέσας, ὕστερον καὶ ἐπεστόμισε σφοδρῶς, εἰπών· Ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· οὕτω καὶ ἐνταῦθα λογισμοὺς θεὶς, καθ' οὓς ἔδειξε συμφέρον ὂν οὕτω γενέσθαι πάντα, πάλιν ἐπὶ τὴν τοῦ Θεοῦ βουλὴν ἀνάγει τὸ πᾶν λέγων· Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν. Ὥσπερ περὶ τοῦ Πνεύματος εἶπε, Καθὼς βούλεται, οὕτω καὶ ἐνταῦθα, Καθὼς ἠθέλησε. Μὴ τοίνυν ἐξέταζε λοιπὸν τὴν αἰτίαν, διὰ τί οὕτω, καὶ διὰ τί οὐχ οὕτω. Κἂν γὰρ μυρίους λόγους ἔχωμεν εἰπεῖν, οὐχ οὕτω δυνησόμεθα δεῖξαι ὅτι καλῶς, ὡς ὅταν εἴπωμεν, ὅτι ὡς ὁ ἀριστοτέχνης ἠθέλησεν, οὕτω γέγονεν· ὡς γὰρ συμφέρον ἐστὶν, οὕτω βούλεται. Εἰ δὲ ἐν τῷ σώματι τούτῳ οὐ περιεργαζόμεθα τὰ μέλη, πολλῷ μᾶλλον ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· οὐ γὰρ τὴν ἀπὸ τῆς φύσεως τίθησι διαφορὰν, οὐδὲ τὴν ἀπὸ τῆς ἐνεργείας, ἀλλὰ τὴν ἀπὸ τῆς θέσεως τῶν τόπων. Νυνὶ γὰρ, φησὶν, ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησε. Καὶ καλῶς εἶπεν, Ἕκαστον, ἐπὶ πάντων τὸ λυσιτελὲς ἐνδεικνύμενος. Οὐ γὰρ ἂν ἔχοις εἰπεῖν, ὅτι τοῦτο μὲν αὐτὸς ἔταξεν, ἐκεῖνο δὲ οὐχί· ἀλλὰ ἕκαστον κατὰ τὸ θέλημα αὐτοῦ, οὕτω κεῖται. Ὥστε καὶ τῷ ποδὶ συμφέρει τὸ οὕτω τετάχθαι, οὐχὶ τῇ κεφαλῇ μόνον· κἂν ἀνταλλάξῃ τὴν τάξιν, καὶ τὴν οἰκείαν χώραν ἀφεὶς, ἐφ' ἑτέραν ἔλθῃ, κἂν ἐπὶ μείζονα δοκῇ ἐληλυθέναι, τὸ πᾶν ἀπώλεσε καὶ διέφθειρε· τῆς τε γὰρ οἰκείας ἐκπίπτει, καὶ τῆς ἑτέρας οὐκ ἐπιτυγχάνει. Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Νυνὶ δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. Ἐπιστομίσας γὰρ αὐτοὺς ἱκανῶς ἀπὸ τῆς τοῦ Θεοῦ διατάξεως, πάλιν λογισμοὺς τίθησι· καὶ οὔτε τοῦτο ἀεὶ ποιεῖ οὔτε, ἐκεῖνο, ἀλλ' ἐναλλάττων ποικίλλει τὸν λόγον. Ὅ τε γὰρ ἐπιστομίζων μόνον, τὸν ἀκροατὴν, θορυβεῖ ὅ τε δὲ ἐθίζων αὐτὸν πάντων αἰτίας ἀπαιτεῖν, εἰς τὸν τῆς πίστεως αὐτὸν παραβλάπτει λόγον. Διὰ δὴ τοῦτο κἀκεῖνο συνεχῶς ὁ Παῦλος ποιεῖ, ἵνα καὶ πιστεύσωσι καὶ μὴ θορυβῶνται· καὶ μετὰ τὸ ἐπιστομίσαι πάλιν καὶ λόγον παρέχει. Καὶ σκόπει τὴν φιλονεικίαν, καὶ τὴν περιουσίαν τῆς νίκης. Ἀφ' ὧν γὰρ ἐνόμιζον οὐκ εἶναι ἰσότιμοι τῷ πολλὴν ἐν αὐτοῖς εἶναι τὴν διαφορὰν, ἀπὸ τούτων δείκνυσιν, ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο ἰσότιμοι. Πῶς; ἐγὼ λέγω. Εἰ ἦν τὰ πάντα, φησὶν, ἓν μέλος, ποῦ τὸ σῶμα; Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ μὴ ἦν ἐν ὑμῖν πολλὴ ἡ διαφορὰ, οὐκ ἂν ἦτε σῶμα· σῶμα δὲ οὐκ ὄντες, οὐκ ἂν ἦτε ἕν· ἓν δὲ οὐκ ὄντες, οὐκ ἂν ἦτε ἰσότιμοι. Ὥστε οὖν εἰ πάντες ἰσότιμοι ἦτε, οὐκ ἂν ἦτε σῶμα· οὐκ ὄντες δὲ σῶμα, οὐκ ἂν ἦτε ἕν· οὐκ ὄντες δὲ ἓν, πῶς ἂν ἦτε ἰσότιμοι; Νῦν μέντοι, ἐπειδὴ οὐκ ἐστὲ πάντες ἕν τι χάρισμα ἔχοντες, διὰ τοῦτο σῶμά ἐστε· σῶμα δὲ ὄντες, πάντες ἐστὲ ἓν, καὶ οὐδὲν ἀλλήλων διαφέρετε κατὰ τὸ σῶμα εἶναι. Ὥστε ἡ διαφορὰ αὕτη μάλιστά ἐστιν ἡ ποιοῦσα τὴν ἰσοτιμίαν· διὸ καὶ ἐπήγαγε, Νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. Ταῦτ' οὖν ἐννοοῦντες καὶ ἡμεῖς πᾶσαν βασκανίαν ἐκβάλωμεν, καὶ μήτε τοῖς μείζονα χαρίσματα ἔχουσι φθονῶμεν, μήτε καταφρονῶμεν τῶν τὰ ἐλάττονα κεκτημένων· οὕτω γὰρ ὁ Θεὸς ἠθέλησε. Μὴ τοίνυν ἀντιτασσώμεθα. Εἰ δὲ ἔτι θορυβῇ, ἐννόησον ὅτι τὸ σὸν ἔργον οὐ δύναται ἐκεῖνος πολλάκις ἀνύειν. Ὥστε κἂν ἐλάττων ᾖς, τούτῳ πλεονεκτεῖς· κἂν μείζων ἐκεῖνος ᾖ, ἐλαττοῦται ἐν τούτῳ, καὶ οὕτως ἰσότης γίνεται. Καὶ γὰρ καὶ ἐν τῷ σώματι καὶ τὰ μικρὰ οὐ μικρὰ δοκεῖ συντελεῖν, ἀλλὰ καὶ τοῖς μεγάλοις λυμαίνεται πολλάκις, ὅταν ἀποστῇ Τί γὰρ τριχῶν εὐτελέστερον ἐν τῷ σώματι; ἀλλὰ τὰς εὐτελεῖς ταύτας ἂν ἀνέλῃς ἀπὸ τῶν ὀφρύων καὶ τῶν βλεφάρων, ὅλην ἠφάνισας τῆς ὄψεως τὴν ὥραν, καὶ ὀφθαλμὸς οὐκέτι ὁμοίως φανεῖται καλός· καίτοι γε περὶ τὸ τυχόν ἐστιν ἡ ζημία, ἀλλ' ὅμως καὶ οὕτω πᾶσα διεφθάρη ἡ εὐμορφία· οὐκ εὐμορφία δὲ μόνον, ἀλλὰ καὶ πολὺ τῆς χρείας τῶν ὀφθαλμῶν. Τῶν γὰρ μελῶν ἡμῶν ἕκαστον καὶ ἰδίαν ἐνέργειαν ἔχει καὶ κοινὴν, καὶ κάλλος ὁμοίως καὶ ἴδιον καὶ κοινόν ἐστιν ἐν ἡμῖν· καὶ δοκεῖ μὲν διῃρῆσθαι ταῦτα, συμπέπλεκται δὲ ἀκριβῶς, καὶ θατέρου διαφθαρέντος καὶ τὸ ἕτερον συναπόλλυται. Σκόπει δέ· ἔστωσαν ὀφθαλμοὶ λάμποντες, καὶ παρειὰ μειδιῶσα, καὶ χεῖλος ἐρυθρὸν, καὶ ῥὶς εὐθεῖα, καὶ ὀφρὺς ἐκτεταμένη· ἀλλ' ὅμως κἂν τὸ τυχὸν ἐκ τούτων λυμήνῃ, τῷ κοινῷ πάντων ἐλυμήνω κάλλει, καὶ πάντα κατηφείας μεστὰ, καὶ πάντα αἰσχρὰ φανεῖται τὰ πρὸ τούτου καλά. Ἂν γὰρ τὸ ἄκρον μόνον τῆς ῥινὸς συντρίψῃς, πάντων πολλὴν κατέχεας τὴν ἀμορφίαν, καίτοι γε ἑνὸς μέλους ἐστὶν ἡ πήρωσις· καὶ ἐπὶ χειρὸς ὁμοίως, ἂν ἑνὸς δακτύλου τὸν ὄνυχα ἐξέλῃς, τὸ αὐτὸ γινόμενον ὄψει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
